← 欧几里得

残篇

§6.12-6.14

利用截线比例等式证明三点共线

通过横跨两条直线(平行或相交)的直线群所导出的比例等式,证明了三个点(Η、Μ、Κ 或 Α、Ζ、∠)共线。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.12

ιβ΄. Ἀποδεδειγμένων οὖν τούτων ἔσται δεῖξαι, ὅτι, ἐὰν παράλληλοι ὦσιν αἱ ΑΒ, ΓΔ, καὶ εἰς αὐτὰς ἐμπίπτωσιν εὐθεῖαί τινες αἱ ΑΔ, ΑΖ, ΒΓ, ΒΖ, καὶ ἐπιζευχθῶσιν αἱ ΕΔ, ΕΓ, [ὅτι] γίνεται εὐθεῖα ἡ διὰ τῶν Η, Μ, Κ. ἐπεὶ γὰρ τρίγωνον τὸ ΔΑΖ, καὶ τῇ ΔΖ παράλληλος ἡ ΑΕ, καὶ διῆκται ἡ ΕΓ συμπίπτουσα τῇ ΔΖ κατὰ τὸ Γ, διὰ τὸ προγεγραμμένον γίνεται, ὡς ἡ ΔΖ πρὸς τὴν ΖΓ, οὕτως τὸ ὑπὸ ΓΕ, ΗΘ πρὸς τὸ ὑπὸ ΓΗ, ΘΕ. πάλιν, ἐπεὶ τρίγωνόν ἐστιν τὸ ΓΒΖ, καὶ τῇ ΓΔ παράλληλος ἦκται ἡ ΒΕ, καὶ διῆκται ἡ ΔΕ συμπίπτουσα τῇ ΓΖΔ1 κατὰ τὸ Δ, γίνεται, ὡς ἡ ΓΖ πρὸς τὴν ΖΔ, οὕτως τὸ ὑπὸ ΔΕ, ΛΚ πρὸς τὸ ὑπὸ ΔΚ, ΛΕ· ἀνάπαλιν ἄρα γίνεται, ὡς ἡ ΔΖ πρὸς τὴν ΖΓ, οὕτως τὸ ὑπὸ ΔΚ, ΛΕ πρὸς τὸ ὑπὸ ΔΕ, ΛΚ. ἦν δὲ καί, ὡς ἡ ΔΖ πρὸς τὴν ΖΓ, οὕτως τὸ ὑπὸ ΓΕ, ΗΘ πρὸς τὸ ὑπὸ ΓΗ, ΘΕ· καὶ ὡς ἄρα τὸ ὑπὸ ΓΕ, ΗΘ πρὸς τὸ ὑπὸ ΓΗ, ΘΕ, οὕτως ἐστὶν τὸ ὑπὸ ΔΚ, ΛΕ πρὸς τὸ ὑπὸ ΔΕ, ΚΛ. ἐπεὶ οὖν εἰς δύο εὐθείας τὰς ΓΜΛ, ΘΜΔ δύο εὐθεῖαι διηγμέναι εἰσὶν αἱ ΕΓ, ΕΔ, καί ἐστιν, ὡς τὸ ὑπὸ ΓΕ, ΗΘ πρὸς τὸ ὑπὸ ΓΗ, ΘΕ, οὕτως τὸ ὑπὸ ΔΚ, ΕΛ πρὸς τὸ ὑπὸ ΔΕ, ΛΚ, εὐθεῖα ἄρα ἐστὶν ἡ διὰ τῶν Η, Μ, Κ· τοῦτο γὰρ προδέδεικται.

​12. 于是,在这些已被证明之后,将可以证明:如果 ΑΒ、ΓΔ 平行,且有一些直线 ΑΔ、ΑΖ、ΒΓ、ΒΖ 交于其上,并连接 ΕΔ、ΕΓ,[即]则过 Η、Μ、Κ 的线是直线。 因为 ΔΑΖ 是三角形,且平行于 ΔΖ 的直线 ΑΕ 被引出,且 ΕΓ 被引出并与 ΔΖ 相交于点Γ,由于前文所述,ΔΖ 对 ΖΓ 的比,等于 ΓΕ 与 ΗΘ 所包长方形对 ΓΗ 与 ΘΕ 所包长方形的比。再次,因为 ΓΒΖ 是三角形,且平行于 ΓΔ 的直线 ΒΕ 被引出,且 ΔΕ 被引出并与 ΓΖΔ 相交于点 Δ,所以 ΓΖ 对 ΖΔ 的比,等于 ΔΕ 与 ΛΚ 所包长方形对 ΔΚ 与 ΛΕ 所包长方形的比。因此,反比例得,ΔΖ 对 ΖΓ 的比,等于 ΔΚ 与 ΛΕ 所包长方形对 ΔΕ 与 ΛΚ 所包长方形的比。但此前亦有,ΔΖ 对 ΖΓ 的比等于 ΓΕ 与 ΗΘ 所包长方形对 ΓΗ 与ΘΕ 所包长方形的比。因此,ΓΕ 与 ΗΘ 所包长方形对 ΓΗ 与 ΘΕ 所包长方形的比,等于 ΔΚ 与 ΛΕ 所包长方形对 ΔΕ 与 ΚΛ 所包长方形的比。于是,因为向两直线 ΓΜΛ、ΘΜΔ 引出了两直线 ΕΓ、ΕΔ,且 ΓΕ 与ΗΘ 所包长方形对 ΓΗ 与 ΘΕ 所包长方形的比,等于 ΔΚ 与 ΕΛ 所包长方形对 ΔΕ 与 ΛΚ 所包长方形的比,所以过 Η、Μ、Κ 的线是直线;因为这在前面已被证明。

§6.13

ιγ΄. Ἀλλὰ δὴ μὴ ἔστωσαν αἱ ΑΒ, ΓΔ παράλληλοι, ἀλλὰ συμπιπτέτωσαν κατὰ τὸ Ν· ὅτι πάλιν εὐθεῖά ἐστιν ἡ διὰ τῶν Η, Μ, Κ. ἐπεὶ εἰς τρεῖς εὐθείας τὰς ΑΝ, ΑΖ, ΑΔ ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ Γ δύο διηγμέναι εἰσὶν αἱ ΓΕ ΓΔ, γίνεται, ὡς τὸ ὑπὸ ΓΕ, ΗΘ πρὸς τὸ ὑπὸ ΓΗ, ΘΕ, οὕτως τὸ ὑπὸ τῶν ΓΝ, ΖΔ πρὸς τὸ ὑπὸ τῶν ΝΔ, ΓΖ. πάλιν ἐπεὶ ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ Δ εἰς τρεῖς εὐθείας τὰς ΒΝ, ΒΓ, ΒΖ δύο εἰσὶν διηγμέναι αἱ ΔΕ, ΔΝ, ἔστιν, ὡς τὸ ὑπὸ ΝΓ, ΖΔ πρὸς τὸ ὑπὸ ΝΔ, ΖΓ, οὕτως τὸ ὑπὸ ΔΚ, ΕΛ πρὸς τὸ ὑπὸ ΔΕ, ΚΛ. ἀλλ’ ὡς τὸ ὑπὸ ΝΓ, ΖΔ πρὸς τὸ ὑπὸ ΝΔ, ΓΖ, οὕτως ἐδείχθη τὸ ὑπὸ ΓΕ, ΗΘ πρὸς τὸ ὑπὸ ΓΗ, ΘΕ· καὶ ὡς ἄρα τὸ ὑπὸ ΓΕ, ΘΗ πρὸς τὸ ὑπὸ ΓΗ, ΘΕ, οὕτως ἐστὶν τὸ ὑπὸ ΔΚ, ΕΛ πρὸς τὸ ὑπὸ ΔΕ, ΚΛ. διὰ δὴ τὸ προγεγραμμένον εὐθεῖά ἐστιν ἡ διὰ τῶν Η, Μ, Κ.

​13. 但现在设 ΑΒ、ΓΔ 不平行,而是相交于点 Ν;求证过 Η、Μ、Κ 的线同样是直线。 因为自同一点 Γ 向三直线 ΑΝ、ΑΖ、ΑΔ引出了两直线 ΓΕ、ΓΔ,所以 ΓΕ 与 ΗΘ 所包长方形对 ΓΗ 与 ΘΕ 所包长方形的比,等于 ΓΝ 与ΖΔ 所包长方形对 ΝΔ 与 ΓΖ 所包长方形的比。再次,因为自同一点 Δ 向三直线 ΒΝ、ΒΓ、ΒΖ 引出了两直线 ΔΕ、ΔΝ,所以 ΝΓ 与 ΖΔ 所包长方形对ΝΔ 与 ΖΓ 所包长方形的比,等于 ΔΚ 与 ΕΛ 所包长方形对 ΔΕ 与 ΚΛ 所包长方形的比。但 ΝΓ 与 ΖΔ 所包长方形对 ΝΔ 与 ΓΖ 所包长方形的比,已被证明等于 ΓΕ 与 ΗΘ 所包长方形对 ΓΗ 与 ΘΕ 所包长方形的比。因此,ΓΕ 与 ΘΗ 所包长方形对 ΓΗ 与 ΘΕ 所包长方形的比,等于 ΔΚ 与 ΕΛ 所包长方形对 ΔΕ 与 ΚΛ 所包长方形的比。于是,正是由于前文所述,过 Η、Μ、Κ 的线是直线。

§6.14

ιδ΄. Ἔστω παράλληλος ἡ ΑΒ τῇ ΓΔ, καὶ διήχθωσαν αἱ ΑΕ, ΓΒ, καὶ σημεῖον ἐπὶ τῆς ΒΗ τὸ Ζ, ὥστε εἶναι, ὡς τὴν ΔΕ πρὸς τὴν ΕΓ, οὕτως τὸ ὑπὸ ΓΒ, ΗΖ πρὸς τὸ ὑπὸ ΖΒ, ΓΗ· ὅτι εὐθεῖά ἐστιν ἡ διὰ τῶν Α, Ζ, Δ. ἤχθω διὰ μὲν τοῦ Δ τῇ ΒΓ παράλληλος ἡ ΔΘ, καὶ ἐκβεβλήσθω ἡ ΑΕ ἐπὶ τὸ Θ, διὰ δὲ τοῦ Θ τῇ ΓΔ παράλληλος ἡ ΘΚ, καὶ ἐκβεβλήσθω ἡ ΒΓ ἐπὶ τὸ Κ. ἐπεὶ οὖν ἐστιν, ὡς ἡ ΔΕ πρὸς τὴν ΕΓ, οὕτως τὸ ὑπὸ ΓΒ, ΖΗ πρὸς τὸ ὑπὸ ΒΖ, ΓΗ, ὡς δὲ ἡ ΔΕ πρὸς τὴν ΕΓ, οὕτως ἐστὶν ἥ τε ΔΘ πρὸς τὴν ΓΗ2 καὶ τὸ ὑπὸ ΔΘ, ΒΖ πρὸς τὸ ὑπὸ τῶν ΓΗ, ἴσον ἄρα ἐστὶν τὸ ὑπὸ τῶν ΒΓ, ΖΗ τῷ ὑπὸ ΔΘ, ΒΖ· ἀνάλογον ἄρα ἐστίν, ὡς ἡ ΓΒ πρὸς τὴν ΒΖ, οὕτως ἡ ΔΘ, τουτέστιν ἡ ΓΚ, πρὸς τὴν ΗΖ· καὶ ὅλη ἄρα ἡ ΚΒ πρὸς ὅλην τὴν ΒΗ ἐστιν, ὡς ἡ ΚΓ πρὸς ΖΗ, τουτέστιν ὡς ἡ ΔΘ πρὸς ΖΗ. ἀλλ’ ὡς ἡ ΚΒ πρὸς ΒΗ ἐν παραλλήλῳ, οὕτως ἐστὶν ἡ ΘΑ πρὸς ΑΗ καὶ ἡ ΔΘ πρὸς ΖΗ. καί εἰσιν παράλληλοι αἱ ΔΘ, ΖΗ· εὐθεῖα ἄρα ἐστὶν ἡ διὰ τῶν Α, Ζ, Δ σημείων.

14. 设 ΑΒ 平行于 ΓΔ,并引出 ΑΕ、ΓΒ,且在 ΒΗ 上有一点 Ζ,使得 ΔΕ 对 ΕΓ 的比,等于 ΓΒ 与 ΗΖ 所包长方形对 ΖΒ 与 ΓΗ 所包长方形的比;求证过 Α、Ζ、Δ 的线是直线。 过 Δ 作平行于 ΒΓ 的直线 ΔΘ,并延长 ΑΕ 至 Θ,又过 Θ 作平行于 ΓΔ 的直线 ΘΚ,并延长 ΒΓ 至 Κ。 于是,因为 ΔΕ 对ΕΓ 的比等于 ΓΒ 与 ΗΖ 所包长方形对 ΒΖ 与 ΓΗ 所包长方形的比,而 ΔΕ 对 ΕΓ 的比,等于 ΔΘ 对 ΓΗ 的比,亦等于 ΔΘ 与 ΒΖ 所包长方形对 ΓΗ 与ΒΖ 所包长方形的比,因此,ΒΓ 与 ΖΗ 所包长方形等于 ΔΘ 与 ΒΖ 所包长方形。因此,成比例地,ΓΒ 对 ΒΖ 的比,等于 ΔΘ(即 ΓΚ)对 ΗΖ 的比;因此,整体 ΚΒ 对整体 ΒΗ 的比,等于 ΚΓ 对 ΖΗ 的比,即 ΔΘ 对 ΖΗ 的比。但在平行线之间,ΚΒ 对 ΒΗ 的比等于 ΘΑ 对 ΑΗ 的比,因此 ΘΑ 对 ΑΗ 的比等于 ΔΘ 对 ΖΗ 的比。且 ΔΘ、ΖΗ 平行;所以过点 Α、Ζ、Δ 的线是直线。

语法注2 条
  1. 6.12τῇ ΓΖΔ

    后文的 τῇ ΓΖΔ 被认为是 τῇ ΓΖ 的笔误。

  2. 6.14ἥ τε ΔΘ πρὸς τὴν ΓΗ

    从此处到 ἴσον ἄρα ἐστὶν 的文本存在脱漏。根据逻辑结构,其意为 ΔΕ : ΕΓ = ΔΘ : ΓΗ = (ΔΘ · ΒΖ) : (ΓΗ · ΒΖ)。因此,τὸ ὑπὸ τῶν ΓΗ 漏掉了 ΒΖ。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(26 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 注 2 处
  • 2026-11-24 AI校阅 — patch 6 处
  • 2026-11-24 AI校阅 — 译文 18 处
urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:6.12-6.14