← 欧几里得

残篇

§4.1

几何学中副论的双重含义与定义

普罗克洛斯定义了几何学中“副论/推论”的双重含义(作为定理副产品的系,以及介于问题和定理之间需要“发现”的对象),并提及欧几里得的《副论集》。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

Πορίσματα. Τὸ δὲ πόρισμα λέγεται μὲν καὶ ἐπὶ προβλημάτων τινῶν, οἷον τὰ Εὐκλείδῃ γεγραμμένα πορίσματα, λέγεται δὲ ἰδίως, ὅταν ἐκ τῶν ἀποδεδειγμένων ἄλλο τι συναναφανῇ θεώρημα μὴ προθεμένων ἡμῶν,1 ὃ καὶ διὰ τοῦτο πόρισμα κεκλήκασιν ὥσπερ τι κέρδος ὂν τῆς ἐπιστημονικῆς ἀποδείξεως πάρεργον. Ἕν τι τῶν γεωμετρικῶν ἐστιν ὀνομάτων τὸ πόρισμα. τοῦτο δὲ σημαίνει διττόν· καλοῦσι γὰρ πορίσματα, καὶ ὅσα θεωρήματα συγκατασκευάζεται ταῖς ἄλλων ἀποδείξεσιν οἷον ἕρμαια καὶ κέρδη τῶν ζητούντων ὑπάρχοντα, καὶ ὅσα ζητεῖται μέν, εὑρέσεως δὲ χρῄζει καὶ οὔτε γενέσεως μόνης οὔτε θεωρίας ἁπλῆς. ὅτι μὲν γὰρ τῶν ἰσοσκελῶν αἱ πρὸς τῇ βάσει ἴσαι, θεωρῆσαι δεῖ, καὶ ὄντων δή τινων πραγμάτων2 ἐστὶν ἡ τοιαύτη γνῶσις, τὴν δὲ γωνίαν δίχα τεμεῖν ἢ τρίγωνον συστήσασθαι ἢ ἀφελεῖν ἢ προσθέσθαι, ταῦτα πάντα ποίησίν τινος ἀπαιτεῖ· τοῦ δὲ δοθέντος κύκλου τὸ κέντρον εὑρεῖν ἢ δύο δοθέντων συμμέτρων μεγεθῶν τὸ μέγιστον καὶ κοινὸν μέτρον εὑρεῖν ἢ ὅσα τοιάδε μεταξύ πώς ἐστι προβλημάτων καὶ θεωρημάτων. οὔτε γὰρ γενέσεις εἰσὶν ἐν τούτοις τῶν ζητουμένων, ἀλλ’ εὑρέσεις, οὔτε θεωρία ψιλή· δεῖ γὰρ ὑπ’ ὄψιν ἀγαγεῖν καὶ πρὸ ὀμμάτων ποιήσασθαι τὸ ζητούμενον. τοιαῦτα ἄρα ἐστὶν καί, ὅσα Εὐκλείδης πορίσματα γέγραφε γ̅ βιβλία Πορισμάτων συντάξας. ἀλλὰ περὶ μὲν τῶν τοιούτων πορισμάτων παρείσθω λέγειν.

副论。 而“副论”这个词一方面用于某些“问题”,例如欧几里得所著的《副论集》,另一方面特指当从已证明的事情中同时显现出另一个定理,而我们并未预先设想它,因此他们也称之为“副论”,它就像是科学证明中额外获得的某种副产品。 “副论”是几何学学术用语之一。这具有双重含义:因为他们把那些伴随其他证明一同构建出来的所有定理(这些定理对于探究者来说就像是某种意外的收获和利益)称为“副论”,同时也把那些虽然被探究、但需要发现,且既不单纯属于制作也不单纯属于观照的事情称为“副论”。因为,等腰三角形底角相等,这是需要观照的,且这种认识是关于业已存在之物的,而平分角、构建三角形、截取或增加,所有这些都需要某种制作。但是,寻找已知圆的圆心,或者寻找两个已知的可通约量度的最大公约数,以及诸如此类的事情,在某种程度上介于问题和定理之间。因为在这些事情中,并没有对探究之物的制作,而是有发现,也并非纯粹的观照。因为必须将探究之物呈现在眼前,并使之作于目前。因此,欧几里得撰写三卷《副论集》所写的副论就是这样的事情。不过,关于此类副论,就姑且不谈了。

语法注2 条
  1. 4.1μὴ προθεμένων ἡμῶν

    由不定过去时分词 προθεμένων(源自 προτίθεμαι“预先意图/设想”)与属格主语 ἡμῶν 构成的属格独立结构,表示否定的伴随状况(“在我们并未预先设想的情况下”)。

  2. 4.1ὄντων δή τινων πραγμάτων

    存在动词 εἰμί 的分词 ὄντων(属格)修饰属格名词 πραγμάτων,在此作为系动词 ἐστίν 的领属或关联属格补语(“这种认识是关于业已存在之物的”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(13 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — patch 7 处
  • 2026-11-24 AI校阅 — 译文 4 处
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:4.1