- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg011.humanitext-grc1:22-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在第22至24章中,作者利用几何反射原理,论述了同心凸面镜中物像的大小关系、凸面镜中物像呈现凸状的原因,以及当眼睛置于凹面镜球心时只能看见眼睛自身的现象。
κβ΄. Ἐν τοῖς κυρτοῖς ἐνόπτροις ἀπὸ τῶν ἐλασσόνων ἐνόπτρων ἐλάσσονα φαίνεται τὰ εἴδωλα. ἔστω σφαῖρα μείζων μὲν ἡ ΑΓ, ἐλάσσων δὲ ἡ ΕΛ περὶ τὸ αὐτὸ κέντρον τὸ Θ, ὄμμα δὲ τὸ Β, καὶ ἐπεζεύχθω ἡ ΒΑΘ, καὶ ἀπὸ τῆς σφαίρας ἀνακεκλάσθω ὄψις ἡ ΒΓΔ. λέγω, ὅτι ἡ ἀνακλασθησομένη ὄψις ἀπὸ τῆς ἐλάσσονος σφαίρας ἐπὶ τὸ Δ οὔτε διὰ τοῦ Γ πεσεῖται οὔτε ἐκτὸς τοῦ1 Γ. πιπτέτω γὰρ πρότερον, εἰ δυνατόν, διὰ τοῦ Γ, καὶ ἀνακεκλάσθω ἀπὸ τῆς ἐλάσσονος σφαίρας ἐπὶ τὸ Δ καὶ ἔστω ἡ ΒΕΔ, καὶ ἐπεζεύχθω ἀπὸ τοῦ Θ ἐπὶ τὸ Γ καὶ ἐκβεβλήσθω ἐπὶ τὸ Κ. δίχα δὴ τεμεῖ ἡ ΘΓΚ τὴν ὑπὸ τῶν ΒΓΔ γωνίαν διὰ τὸ τὴν ΒΓΔ ἴσας ποιεῖν γωνίας πρὸς τῇ περιφερείᾳ διὰ τὴν ἀνάκλασιν. διὰ τὰ αὐτὰ δὲ καὶ ἡ ἀπὸ τοῦ Θ ἐπὶ τὸ Ε ἐπιζευγνυμένη καὶ ἐκβληθεῖσα δίχα τεμεῖ τὴν ὑπὸ ΒΕΔ. τεμνέτω καὶ ἔστω ἡ ΘΕΖ. ἐπεὶ μείζων ἐστὶν ἡ περιεχομένη ὑπὸ τῶν ΒΓΔ τῆς ὑπὸ ΒΕΔ, καὶ ἡ ἡμίσεια τῆς ἡμισείας μείζων ἐστὶν ἡ ὑπὸ ΒΓΚ τῆς ὑπὸ ΒΕΖ. ἔστι δὲ καὶ ἐλάσσων· ὅπερ ἀδύνατον. οὐκ ἄρα ἥξει διὰ τοῦ Γ ἡ ἀνακλωμένη ὄψις ἀπὸ τῆς ἐλάσσονος σφαίρας. ὑποκείσθω δὲ πάλιν τὰ αὐτά, καὶ ἡ ἀπὸ τῆς ἐλάσσονος σφαίρας ἀνακλωμένη ὄψις ἡ ΒΕΔ ἐκτὸς πιπτέτω τοῦ Γ, καὶ τεμνέτω ἡ ΒΕ τὴν μείζονα σφαῖραν κατὰ τὸ Ζ. ἡ δὴ ἀπὸ τοῦ Ζ ἀνακλωμένη ὄψις ἡ ΒΖΚ οὐ συμπεσεῖται τῇ ΓΔ· τοῦτο γὰρ δέδεικται. τῇ ἄρα ΕΔ συμπιπτέτω κατὰ τὸ Κ. ἡ ἄρα ΒΖΚ ὄψις ἀνακλωμένη ἀπὸ τοῦ μείζονος ἐνόπτρου ὁρᾷ τὸ Κ, καὶ ἡ αὐτὴ ἡ ΒΕΚ ἀνακλωμένη ἀπὸ τοῦ ἐλάσσονος ἐνόπτρου ὁρᾷ τὸ αὐτὸ Κ· τοῦτο δὲ ἐπάνω ἐδείχθη ἀδύνατον.2 μεταξὺ ἄρα πεσεῖται τῶν Γ, Α ἡ ἀνακλωμένη ὄψις ἀπὸ τοῦ ἐλάσσονος ἐνόπτρου ἐπὶ τὸ Δ. ὁμοίως δὲ δειχθήσεται καὶ ἡ ἀπὸ τοῦ ἑτέρου μέρους τὸ αὐτὸ ποιοῦσα. ὑπὸ ἐλάσσονος ἄρα γωνίας θεωρεῖται τῆς πρὸς τῷ Β γιγνομένης ἀπὸ τοῦ ἐλάσσονος ἐνόπτρου ἤπερ ἀπὸ τοῦ μείζονος. ἔλασσον ἄρα φαίνεται τὸ εἴδωλον ἀπὸ τοῦ ἐλάσσονος ἐνόπτρου.
22. 在凸面镜中,从较小的镜中看到的物像较小。 设较大的球体为 AG,较小的为 EL,它们围绕同一球心 Th,眼睛为 B,连接 BATh,并使视线 BGD 自球面反射。我宣称,将自较小球面反射至 D 的视线既不会穿过 G 落下,也不会落在其外侧。因为如果可能,首先设其穿过 G 落下,并自较小球面反射至 D,设其为 BED,且从 Th 向 G 连接并延长至 K。由于 BGD 因反射而与圆周作等角,所以 ThGK 将二等分角 BGD。基于同样的原因,从 Th 向 E 连接并延长的线也将二等分 BED。设其进行二等分且为 ThEZ。因为由 BGD 所夹之角大于由 BED 所夹之角,所以其一半也大于另一半,即角 BGK大于 BEZ。但它也较小;这是不可能的。因此,自较小球面反射的视线不会穿过 G。 再次假定相同的前提,并设自较小球面反射的视线 BED 落在 G 的外侧,且 BE 与较大球面相交于 Z。于是,自 Z反射的视线 BZK 将不会与 GD 相交;因为这已被证明。因此,设其与 ED 相交于 K 点。那么,视线 BZK自较大镜面反射并看到 K,而同一视线 BEK 自较小镜面反射也看到同一个K;但这在上面已被证明是不可能的。因此,自较小镜面反射至D 的视线将落在 G 与 A 之间。同理,也将证明来自另一部分的视线也作相同的事。因此,从较小镜面看,是在比从较大镜面看时在 B 处所夹的更小的角之下被看到的。因此,在较小镜面中物像显现得较小。
κγ΄. Ἐν τοῖς κυρτοῖς ἐνόπτροις τὰ εἴδωλα κυρτὰ φαίνεται. ἔστω κυρτὸν ἔνοπτρον τὸ ΑΓ, ὄμμα δὲ τὸ Ε,3 ὄψεις δὲ ἀνακλώμεναι αἱ ΕΑ, ΕΓ ἐπὶ τὰ Δ, Β, ἡ δὲ ΖΕ ἀνακλωμένη δι᾽ ἑαυτῆς ἐπὶ τὸ Ε. οὐκοῦν τῶν ὄψεων μέγισται μέν εἰσι τῷ μήκει αἱ πορρωτάτω, ἐλάχισται δὲ αἱ κατὰ μέσον, ὥσπερ ἡ ΕΖ. φαίνεται ἄρα τοῦ ἐνόπτρου ἔγγιον μᾶλλον τὸ Ε, πορρωτάτω δὲ τὸ Β καὶ τὸ Δ. ὥστε ὅλον κυρτὸν φαίνεται.
23. 在凸面镜中,物像显现为凸状。 设凸面镜为 AG,眼睛为 E,反射至 D、B 的视线为 EA、EG,并设 ZE 沿其自身反射至 E。于是,在这些视线中,最远处的在长度上最大,而处于中间的(如 EZ)最小。因此,E[物像的中部]显现为离 E[眼睛]较近,而 B 和 D 最远。所以整体显现为凸状。
κδ΄. Ἐν τοῖς κοίλοις ἐνόπτροις ἐὰν ἐπὶ τοῦ κέντρου τὸ ὄμμα τεθῇ, αὐτὸ μόνον φαίνεται τὸ ὄμμα. ἔστω κοῖλον ἔνοπτρον τὸ ΑΓΔ, κέντρον δὲ αὐτοῦ τὸ Β, ὄψεις δὲ αἱ ΒΑ, ΒΓ, ΒΔ. οὐκοῦν ἴση ἡ Ε γωνία τῇ Ζ. ἥξει ἄρα ἀνακλωμένη ἡ ΒΓ ὄψις ἐπὶ τὸ Β. ὁμοίως δὲ καὶ αἱ λοιπαί. αὐτὸ μόνον ἄρα ὁρᾶται τὸ Β.
24. 在凹面镜中,如果眼睛置于球心处,则仅有眼睛自身显现。 设凹面镜为 AGD,其球心为 B,视线为 BA、BG、BD。于是角 E 等于 Z。因此,反射的视线 BG 将到达 B。其余视线同理。因此,仅有 B 自身被看到。
- 22οὔτε ἐκτὸς τοῦ
根据前文的 διὰ τοῦ Γ(穿过 G),冠词 τοῦ 之后省略了字母 Γ(点 G)。因此,其意思是“也不会落在 G 的外侧”。
- 22τοῦτο δὲ ἐπάνω ἐδείχθηἀδύνατον
“而这在上面已被证明是不可能的”这一表述,是指单个物点不可能通过不同的反射路径同时呈现在同一条视线上,这依赖于前文关于视线相交矛盾(例如定理8)的证明。
- 23τὸ Ε
上下文中的 τὸ Ε(E)很可能并非指眼睛 E 本身,而是指轴线上的中央物像点(或为抄本中将 τὸ Ζ 误写为 τὸ Ε)。译文保留了原文的字面表记,其物理含义表示从眼睛 E 的位置看来,物像的中央部分显得最近。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
