← 欧几里得

几何原本

§8.prop.5-8.prop.6

平面数的比的合成与连比例的整除性

命题5证明了两个平面数之间的比是由它们的边构成的比所合成的;命题6证明了在连续比例的一组数中,如果第一个数不整除第二个数,则其他任何数也不会整除任何其他数。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.prop.5

οἱ ἐπίπεδοι ἀριθμοὶ πρὸς ἀλλήλους λόγον ἔχουσι τὸν συγκείμενον ἐκ τῶν πλευρῶν. ἔστωσαν ἐπίπεδοι ἀριθμοὶ οἱ Α, Β, καὶ τοῦ μὲν Α πλευραὶ ἔστωσαν οἱ Γ, Δ ἀριθμοί, τοῦ δὲ Β οἱ Ε, Ζ· λέγω, ὅτι ὁ Α πρὸς τὸν Β λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν. λόγων γὰρ δοθέντων τοῦ τε ὃν ἔχει1 ὁ Γ πρὸς τὸν Ε καὶ ὁ Δ πρὸς τὸν Ζ εἰλήφθωσαν ἀριθμοὶ ἑξῆς ἐλάχιστοι ἐν τοῖς ΓΕ, ΔΖ λόγοις, οἱ Η, Θ, Κ, ὥστε εἶναι ὡς μὲν τὸν Γ πρὸς τὸν Ε, οὕτως τὸν Η πρὸς τὸν θ, ὡς δὲ τὸν Δ πρὸς τὸν Ζ, οὕτως τὸν Θ πρὸς τὸν Κ. καὶ ὁ Δ τὸν Ε πολλαπλασιάσας τὸν Λ ποιείτω. καὶ ἐπεὶ ὁ Δ τὸν μὲν Γ πολλαπλασιάσας τὸν Α πεποίηκεν, τὸν δὲ Ε πολλαπλασιάσας τὸν Λ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Γ πρὸς τὸν Ε, οὕτως ὁ Α πρὸς τὸν Λ. ὡς δὲ ὁ Γ πρὸς τὸν Ε, οὕτως ὁ Η πρὸς τὸν Θ· καὶ ὡς ἄρα ὁ Η πρὸς τὸν Θ, οὕτως ὁ Α πρὸς τὸν Λ. πάλιν, ἐπεὶ ὁ Ε τὸν Δ πολλαπλασιάσας τὸν Λ πεποίηκεν, ἀλλὰ μὴν καὶ τὸν Ζ πολλαπλασιάσας τὸν Β πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὁ Λ πρὸς τὸν Β. ἀλλʼ ὡς ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὁ Θ πρὸς τὸν Κ· καὶ ὡς ἄρα ὁ Θ πρὸς τὸν Κ, οὕτως ὁ Λ πρὸς τὸν Β. ἐδείχθη δὲ καὶ ὡς ὁ Η πρὸς τὸν Θ, οὕτως ὁ Α πρὸς τὸν Λ· διʼ ἴσου2 ἄρα ἐστὶν ὡς ὁ Η πρὸς τὸν Κ, ὁ Α πρὸς τὸν Β, ὁ δὲ Η πρὸς τὸν Κ λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν· καὶ ὁ Α ἄρα πρὸς τὸν Β λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν· ὅπερ ἔδει δεῖξαι.

平面数彼此之间的比是由它们的边组成的比。设 Α、Β 为平面数,且 Α 的边为数 Γ、Δ,Β 的边为 Ε、Ζ;我声称,Α 对 Β 的比是由它们的边组成的比。因为,对于给定的比,即 Γ 对 Ε 的比和Δ 对 Ζ 的比,设在 ΓΕ、ΔΖ 比中取连续最小的数 Η、Θ、Κ,使得 Γ 对 Ε 就像 Η 对Θ,且 Δ 对 Ζ 就像 Θ 对 Κ。且让 Δ 乘以 Ε 作出 Λ。又因为 Δ 乘以 Γ 作出了 Α,乘以 Ε 作出了 Λ,所以 Γ 对 Ε 就像 Α 对 Λ。但是Γ 对 Ε 就像 Η 对 Θ;所以,Η 对 Θ 就像 Α 对 Λ。再次,因为 Ε 乘以 Δ 作出了 Λ,而且乘以 Ζ 作出了 Β,所以 Δ 对 Ζ 就像 Λ 对 Β。但是 Δ 对Ζ 就像 Θ 对 Κ;所以,Θ 对 Κ 就像 Λ 对 Β。又已经证明,Η 对 Θ 就像 Α 对 Λ;因此,通过等比,Η 对 Κ 就像 Α 对 Β。但是 Η 对 Κ 的比是由它们的边组成的比;因此 Α对 Β 也是由它们的边组成的比;这就是所要证明的。

§8.prop.6

ἐὰν ὦσιν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον, ὁ δὲ πρῶτος τὸν δεύτερον μὴ μετρῇ, οὐδὲ ἄλλος οὐδεὶς οὐδένα μετρήσει. ἔστωσαν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ Α, Β, Γ, δ, Ε, ὁ δὲ Α τὸν Β μὴ μετρείτω· λέγω, ὅτι οὐδὲ ἄλλος οὐδεὶς οὐδένα μετρήσει. ὅτι μὲν οὖν οἱ Α, Β, Γ, Δ, Ε ἑξῆς ἀλλήλους οὐ μετροῦσιν, φανερόν· οὐδὲ γὰρ ὁ Α τὸν Β μετρεῖ. λέγω δή, ὅτι οὐδὲ ἄλλος οὐδεὶς οὐδένα μετρήσει. εἰ γὰρ δυνατόν, μετρείτω ὁ Α τὸν Γ. καὶ ὅσοι εἰσὶν οἱ Α, Β, Γ, τοσοῦτοι εἰλήφθωσαν3 ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Α, Β, Γ οἱ Ζ, Η, Θ. καὶ ἐπεὶ οἱ Ζ, Η, Θ ἐν τῷ αὐτῷ λόγῳ εἰσὶ τοῖς Α, Β, Γ, καί ἐστιν ἴσον τὸ πλῆθος τῶν Α, Β, Γ τῷ πλήθει τῶν Ζ, Η, Θ, διʼ ἴσου ἄρα ἐστὶν ὡς ὁ Α πρὸς τὸν Γ, οὕτως ὁ Ζ πρὸς τὸν Θ. καὶ ἐπεί ἐστιν ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Ζ πρὸς τὸν Η, οὐ μετρεῖ δὲ ὁ Α τὸν Β, οὐ μετρεῖ ἄρα οὐδὲ ὁ Ζ τὸν Η· οὐκ ἄρα μονάς ἐστιν ὁ Ζ· ἡ γὰρ μονὰς πάντα ἀριθμὸν μετρεῖ. καί εἰσιν οἱ Ζ, Θ πρῶτοι πρὸς ἀλλήλους. καί ἐστιν ὡς ὁ Ζ πρὸς τὸν Θ, οὕτως ὁ Α πρὸς τὸν Γ· οὐδὲ ὁ Α ἄρα τὸν Γ μετρεῖ. ὁμοίως δὴ δείξομεν, ὅτι οὐδὲ ἄλλος οὐδεὶς οὐδένα μετρήσει· ὅπερ ἔδει δεῖξαι.

若有任意多个数连续比例,且第一个数不整除第二个数,则其他任何数也不会整除任何其他数。设 Α、Β、Γ、Δ、Ε 是任意多个连续比例的数,且 Α 不整除 Β;我声称,其他任何数也不会整除任何其他数。显然,Α、Β、Γ、Δ、Ε 不会彼此相邻整除;因为 Α 甚至不整除 Β。我确实声称,其他任何数也不会整除任何其他数。因为,如果可能,设 Α 整除 Γ。设在与 Α、Β、Γ 具有相同比的数中取最小的数 Ζ、Η、Θ,且它们的个数与 Α、Β、Γ 相同。因为 Ζ、Η、Θ 与 Α、Β、Γ 具有相同的比,且 Α、Β、Γ 的个数与 Ζ、Η、Θ 的个数相等,所以,通过等比,Α 对 Γ 就像 Ζ 对 Θ。因为 Α 对 Β 就像 Ζ对 Η,且 Α 不整除 Β,所以 Ζ 也不整除 Η;所以 Ζ 不是单位;因为单位整除每一个数。而且 Ζ、Θ 彼此互素。且 Ζ 对 Θ 就像 Α 对 Γ;所以 Α 也不整除 Γ。同样,我们也会证明其他任何数都不会整除任何其他数;这就是所要证明的。

语法注3 条
  1. 8.prop.5λόγων γὰρ δοθέντων τοῦ τε ὃν ἔχει

    λόγων ... δοθέντων 是属格绝对结构,意为“在比被给定的情况下”。关系代词 ὃν 的先行词是从复数 λόγων 中隐含抽出的单数名词,指代“一方面的比”。

  2. 8.prop.5διʼ ἴσου

    这是一个数学术语,意为“通过等比”(ex aequali),在《几何原本》第五卷定义17中定义。它通过消去中间项(在此为 Θ 和 Λ)来直接建立首项与末项的比。

  3. 8.prop.6ὅσοι εἰσὶν οἱ Α, Β, Γ, τοσοῦτοι εἰλήφθωσαν

    使用了相关结构 ὅσοι ... τοσοῦτοι(和……同样多的数),用来表示所选取的项的数量相等。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.5-8.prop.6