← 欧几里得

几何原本

§8.prop.15-8.prop.17

立方数与平方数及其边的整除等价性

本章证明了立方数整除另一立方数当且仅当其边整除另一者的边(命题15),并进一步通过反证法证明了平方数(命题16)和立方数(命题17)的否定关系,即一数不整除另一数当且仅当其边互不整除。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.prop.15

ἐὰν κύβος ἀριθμὸς κύβον ἀριθμὸν μετρῇ, καὶ ἡ πλευρὰ τὴν πλευρὰν μετρήσει· καὶ ἐὰν ἡ πλευρὰ τὴν πλευρὰν μετρῇ, καὶ ὁ κύβος τὸν κύβον μετρήσει. κύβος γὰρ ἀριθμὸς ὁ Α κύβον τὸν Β μετρείτω, καὶ τοῦ μὲν Α πλευρὰ ἔστω ὁ Γ, τοῦ δὲ Β ὁ Δ· λέγω, ὅτι ὁ Γ τὸν Δ μετρεῖ. ὁ Γ γὰρ ἑαυτὸν πολλαπλασιάσας τὸν Ε ποιείτω, ὁ δὲ Δ ἑαυτὸν πολλαπλασιάσας τὸν Η ποιείτω, καὶ ἔτι ὁ Γ τὸν Δ πολλαπλασιάσας τὸν Ζ, ἑκάτερος δὲ τῶν Γ, Δ τὸν Ζ πολλαπλασιάσας ἑκάτερον τῶν Θ, Κ ποιείτω.1 φανερὸν δή, ὅτι οἱ Ε, Ζ, Η καὶ οἱ Α, Θ, Κ, Β ἑξῆς ἀνάλογόν εἰσιν ἐν τῷ τοῦ Γ πρὸς τὸν Δ λόγῳ. καὶ ἐπεὶ οἱ Α, Θ, Κ, Β ἑξῆς ἀνάλογόν εἰσιν, καὶ μετρεῖ ὁ Α τὸν Β, μετρεῖ ἄρα καὶ τὸν Θ.2 καί ἐστιν ὡς ὁ Α πρὸς τὸν Θ, οὕτως ὁ Γ πρὸς τὸν Δ· μετρεῖ ἄρα καὶ ὁ Γ τὸν Δ. ἀλλὰ δὴ μετρείτω ὁ Γ τὸν Δ· λέγω, ὅτι καὶ ὁ Α τὸν Β μετρήσει. τῶν γὰρ αὐτῶν κατασκευασθέντων ὁμοίως δὴ δείξομεν, ὅτι οἱ Α, Θ, Κ, Β ἑξῆς ἀνάλογόν εἰσιν ἐν τῷ τοῦ Γ πρὸς τὸν Δ λόγῳ. καὶ ἐπεὶ ὁ Γ τὸν Δ μετρεῖ, καί ἐστιν ὡς ὁ Γ πρὸς τὸν Δ, οὕτως ὁ Α πρὸς τὸν Θ, καὶ ὁ Α ἄρα τὸν Θ μετρεῖ· ὥστε καὶ τὸν Β μετρεῖ ὁ Α· ὅπερ ἔδει δεῖξαι.

如果一个立方数整除另一个立方数,则其边也整除其边;如果边整除边,则立方数也整除立方数。 设立方数 Α 整除立方数 Β,且Α的边为 Γ,Β的边为 Δ;我声称,Γ 整除 Δ。 因为,设 Γ 乘以自身生成 Ε,且 Δ 乘以自身生成 Η,并设 Γ 乘以 Δ 生成 Ζ,且Γ、Δ 中的每一个乘以 Ζ 分别生成 Θ、Κ 中的每一个。那么显然,Ε、Ζ、Η 以及 Α、Θ、Κ、Β 是以 Γ 对 Δ 的比而依次成比例的。又因为 Α、Θ、Κ、Β 是依次成比例的,且 Α 整除 Β,所以它也整除 Θ。而 Α 对 Θ 就像 Γ 对 Δ;所以 Γ 也整除 Δ。 再次,设 Γ 整除 Δ;我声称,Α 也将整除 Β。 因为在同样的作图下,我们同样可以证明 Α、Θ、Κ、Β 在 Γ 对 Δ 的比中是连比例数。且因为 Γ 整除 Δ,又因为Γ 对 Δ 就像 Α 对 Θ,所以 Α 也整除 Θ;从而 Α 也整除 Β;这就是所要证明的。

§8.prop.16

ἐὰν τετράγωνος ἀριθμὸς τετράγωνον ἀριθμὸν μὴ μετρῇ, οὐδὲ ἡ πλευρὰ τὴν πλευρὰν μετρήσει· κἂν ἡ πλευρὰ τὴν πλευρὰν μὴ μετρῇ,3 οὐδὲ ὁ τετράγωνος τὸν τετράγωνον μετρήσει. ἔστωσαν τετράγωνοι ἀριθμοὶ οἱ Α, Β, πλευραὶ δὲ αὐτῶν ἔστωσαν οἱ Γ, Δ, καὶ μὴ μετρείτω ὁ Α τὸν Β· λέγω, ὅτι οὐδὲ ὁ Γ τὸν Δ μετρεῖ. εἰ γὰρ μετρεῖ ὁ Γ τὸν Δ, μετρήσει καὶ ὁ Α τὸν Β. οὐ μετρεῖ δὲ ὁ Α τὸν Β· οὐδὲ ἄρα ὁ Γ τὸν Δ μετρήσει. μὴ μετρείτω πάλιν ὁ Γ τὸν Δ· λέγω, ὅτι οὐδὲ ὁ Α τὸν Β μετρήσει. εἰ γὰρ μετρεῖ ὁ Α τὸν Β, μετρήσει καὶ ὁ Γ τὸν Δ. οὐ μετρεῖ δὲ ὁ Γ τὸν Δ· οὐδʼ ἄρα ὁ Α τὸν Β μετρήσει· ὅπερ ἔδει δεῖξαι.

如果一个平方数不整除另一个平方数,则其边也不整除其边;如果边不整除边,则平方数也不整除平方数。 设平方数为 Α、Β,它们的边为 Γ、Δ,且 Α 不整除 Β;我声称,Γ 也不整除 Δ。 因为,如果 Γ 整除 Δ,则Α 也将整除 Β。但 Α 不整除 Β;因此 Γ 也将不整除 Δ。 再次,设 Γ 不整除 Δ;我声称,Α 也将不整除 Β。 因为,如果 Α 整除 Β,则 Γ 也将整除 Δ。但 Γ 不整除 Δ;因此 Α 也将不整除 Β;这就是所要证明的。

§8.prop.17

ἐὰν κύβος ἀριθμὸς κύβον ἀριθμὸν μὴ μετρῇ, οὐδὲ ἡ πλευρὰ τὴν πλευρὰν μετρήσει· κἂν ἡ πλευρὰ τὴν πλευρὰν μὴ μετρῇ, οὐδὲ ὁ κύβος τὸν κύβον μετρήσει. κύβος γὰρ ἀριθμὸς ὁ Α κύβον ἀριθμὸν τὸν Β μὴ μετρείτω, καὶ τοῦ μὲν Α πλευρὰ ἔστω ὁ Γ, τοῦ δὲ Β ὁ Δ· λέγω, ὅτι ὁ Γ τὸν Δ οὐ μετρήσει. εἰ γὰρ μετρεῖ ὁ Γ τὸν Δ, καὶ ὁ Α τὸν Β μετρήσει. οὐ μετρεῖ δὲ ὁ Α τὸν Β· οὐδʼ ἄρα ὁ Γ τὸν Δ μετρεῖ. ἀλλὰ δὴ μὴ μετρείτω ὁ Γ τὸν Δ· λέγω, ὅτι οὐδὲ ὁ Α τὸν Β μετρήσει. εἰ γὰρ ὁ Α τὸν Β μετρεῖ, καὶ ὁ Γ τὸν Δ μετρήσει. οὐ μετρεῖ δὲ ὁ Γ τὸν Δ· οὐδʼ ἄρα ὁ Α τὸν Β μετρήσει· ὅπερ ἔδει δεῖξαι.

如果一个立方数不整除另一个立方数,则其边也不整除其边;如果边不整除边,则立方数也不整除立方数。 设立方数 Α不整除立方数 Β,且 Α的边为 Γ,Β的边为 Δ;我声称,Γ 将不整除 Δ。 因为,如果 Γ 整除 Δ,则 Α 也将整除 Β。但 Α不整除 Β;因此 Γ 也不整除 Δ。 再次,设 Γ 不整除 Δ;我声称,Α 也将不整除 Β。 因为,如果 Α 整除 Β,则 Γ 也将整除 Δ。但 Γ 不整除 Δ;因此 Α 也将不整除 Β;这就是所要证明的。

语法注3 条
  1. 8.prop.15ἑκάτερος δὲ τῶν Γ, Δ τὸν Ζ πολλαπλασιάσας ἑκάτερον τῶν Θ, Κ ποιείτω

    希腊语中双重使用了“每一个”(主格 ἑκάτερος 与宾格 ἑκάτερον),表示对称的乘法关系。其具体含义为,Γ 乘以 Ζ 生成 Θ(Γ × Ζ = Θ),且 Δ 乘以 Ζ 生成 Κ(Δ × Ζ = Κ)。

  2. 8.prop.15μετρεῖ ἄρα καὶ τὸν Θ

    动词 μετρεῖ(整除)的主语被省略,从上下文来看,它与前句的主语相同,即“Α (ὁ Α)”,意为“因此 Α 也整除 Θ”。

  3. 8.prop.16κἂν ἡ πλευρὰ τὴν πλευρὰν μὴ μετρῇ

    词语 κἂν 是 καὶ ἐάν(以及,如果……)的缩合形(crasis),用于引导条件从句。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 原文 1 处
  • 2026-11-15 AI校阅 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.15-8.prop.17