← 欧几里得

几何原本

§7.prop.3

求三个给定数的最大公度

本命题展示了如何求给定的三个互不为素数的数的最大公度。通过求出其中两个数的最大公度,并分类讨论该公度是否度量第三个数,证明在两种情况下均能求得最大公度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.prop.3

τριῶν ἀριθμῶν δοθέντων μὴ πρώτων πρὸς ἀλλήλους τὸ μέγιστον αὐτῶν κοινὸν μέτρον εὑρεῖν. ἔστωσαν οἱ δοθέντες τρεῖς ἀριθμοὶ μὴ πρῶτοι πρὸς ἀλλήλους οἱ Α, Β, Γ· δεῖ δὴ τῶν Α, Β, Γ τὸ μέγιστον κοινὸν μέτρον εὑρεῖν. εἰλήφθω γὰρ δύο τῶν Α, Β τὸ μέγιστον κοινὸν μέτρον ὁ Δ· ὁ δὴ Δ τὸν Γ ἤτοι μετρεῖ ἢ οὐ μετρεῖ. μετρείτω πρότερον· μετρεῖ δὲ καὶ τοὺς Α, Β· ὁ Δ ἄρα τοὺς Α, Β, Γ μετρεῖ· ὁ Δ ἄρα τῶν Α, Β, Γ κοινὸν μέτρον ἐστίν. λέγω δή, ὅτι καὶ μέγιστον. εἰ γὰρ μή ἐστιν ὁ Δ τῶν Α, Β, Γ μέγιστον κοινὸν μέτρον, μετρήσει τις τοὺς Α, Β, Γ ἀριθμοὺς ἀριθμὸς μείζων ὢν τοῦ Δ. μετρείτω, καὶ ἔστω ὁ Ε. ἐπεὶ οὖν ὁ Ε τοὺς Α, Β, Γ μετρεῖ, καὶ τοὺς Α, Β ἄρα μετρήσει· καὶ τὸ τῶν Α, Β ἄρα μέγιστον κοινὸν μέτρον μετρήσει. τὸ δὲ τῶν Α, Β μέγιστον κοινὸν μέτρον ἐστὶν ὁ Δ· ὁ Ε ἄρα τὸν Δ μετρεῖ ὁ μείζων τὸν ἐλάσσονα·1 ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα τοὺς Α, Β, Γ ἀριθμοὺς ἀριθμός τις μετρήσει μείζων ὢν τοῦ Δ· ὁ Δ ἄρα τῶν Α, Β, Γ μέγιστόν ἐστι κοινὸν μέτρον. μὴ μετρείτω δὴ ὁ Δ τὸν Γ· λέγω πρῶτον, ὅτι οἱ Γ, Δ οὔκ εἰσι πρῶτοι πρὸς ἀλλήλους. ἐπεὶ γὰρ οἱ Α, Β, Γ οὔκ εἰσι πρῶτοι πρὸς ἀλλήλους, μετρήσει τις αὐτοὺς ἀριθμός. ὁ δὴ τοὺς Α, Β, Γ μετρῶν2 καὶ τοὺς Α, Β μετρήσει, καὶ τὸ τῶν Α, Β μέγιστον κοινὸν μέτρον τὸν Δ μετρήσει· μετρεῖ δὲ καὶ τὸν Γ· τοὺς Δ, Γ ἄρα ἀριθμοὺς ἀριθμός τις μετρήσει· οἱ Δ, Γ ἄρα οὔκ εἰσι πρῶτοι πρὸς ἀλλήλους. εἰλήφθω οὖν αὐτῶν τὸ μέγιστον κοινὸν μέτρον ὁ Ε. καὶ ἐπεὶ ὁ Ε τὸν Δ μετρεῖ, ὁ δὲ Δ τοὺς Α, Β μετρεῖ, καὶ ὁ Ε ἄρα τοὺς Α, Β μετρεῖ· μετρεῖ δὲ καὶ τὸν Γ· ὁ Ε ἄρα τοὺς Α, Β, Γ μετρεῖ· ὁ Ε ἄρα τῶν Α, Β, Γ κοινόν ἐστι μέτρον. λέγω δή, ὅτι καὶ μέγιστον. εἰ γὰρ μή ἐστιν ὁ Ε τῶν Α, Β, Γ τὸ μέγιστον κοινὸν μέτρον, μετρήσει τις τοὺς Α, Β, Γ ἀριθμοὺς ἀριθμὸς μείζων ὢν τοῦ Ε. μετρείτω, καὶ ἔστω ὁ Ζ. καὶ ἐπεὶ ὁ Ζ τοὺς Α, Β, Γ μετρεῖ, καὶ τοὺς Α, Β μετρεῖ· καὶ τὸ τῶν Α, Β ἄρα μέγιστον κοινὸν μέτρον μετρήσει. τὸ δὲ τῶν Α, Β μέγιστον κοινὸν μέτρον ἐστὶν ὁ Δ· ὁ Ζ ἄρα τὸν Δ μετρεῖ· μετρεῖ δὲ καὶ τὸν Γ· ὁ Ζ ἄρα τοὺς Δ, Γ μετρεῖ· καὶ τὸ τῶν Δ, Γ ἄρα μέγιστον κοινὸν μέτρον μετρήσει. τὸ δὲ τῶν Δ, Γ μέγιστον κοινὸν μέτρον ἐστὶν ὁ Ε· ὁ Ζ ἄρα τὸν Ε μετρεῖ ὁ μείζων τὸν ἐλάσσονα· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα τοὺς Α, Β, Γ ἀριθμοὺς ἀριθμός τις μετρήσει μείζων ὢν τοῦ Ε· ὁ Ε ἄρα τῶν Α, Β, Γ μέγιστόν ἐστι κοινὸν μέτρον· ὅπερ ἔδει δεῖξαι.

给定三个互不为素数的数,求它们的最大公度。 设给定的三个互不为素数的数为A、B、Γ。这就需要求出 A、B、Γ 的最大公度。 设取其中两个数 A、B 的最大公度为 Δ。那么 Δ 要么度量 Γ,要么不度量(Γ)。首先,设它度量(Γ)。 但它也度量 A、B,所以 Δ 度量 A、B、Γ。因此 Δ 是 A、B、Γ 的公度。我且声称,它也是最大的公度。因为,如果 Δ 不是 A、B、Γ 的最大公度,就会有某个比 Δ 大的数度量数 A、B、Γ。设它能度量它们,并设它为 E。既然E 度量 A、B、Γ,所以它也将度量 A、B,从而也将度量 A、B 的最大公度。而 A、B 的最大公度是 Δ,所以 E 度量 Δ,即较大的数度量较小的数。这是不可能的。因此,没有任何比 Δ 大的数能度量数 A、B、Γ。所以 Δ 是 A、B、Γ 的最大公度。 接下来,设 Δ 不度量 Γ。我首先声称,Γ、Δ 互不为素数。因为,既然 A、B、Γ 互不为素数,就会有某个数度量它们。而度量 A、B、Γ 的数也将度量 A、B,从而也将度量 A、B 的最大公度 Δ。但它也度量 Γ,所以有某个数度量数 Δ、Γ。因此 Δ、Γ 互不为素数。设取它们的最大公度为 E。既然 E度量 Δ,而 Δ 度量 A、B,所以 E 也度量 A、B。但它也度量 Γ,所以 E 度量 A、B、Γ。因此 E 是 A、B、Γ 的公度。我且声称,它也是最大的公度。因为,如果 E 不是 A、B、Γ 的最大公度,就会有某个比 E 大的数度量数 A、B、Γ。设它能度量它们,并设它为 Z。既然 Z 度量 A、B、Γ,所以它也度量 A、B,从而也将度量 A、B 的最大公度。而 A、B 的最大公度是 Δ,所以 Z 度量 Δ。但它也度量 Γ,所以 Z 度量 Δ、Γ,从而也将度量 Δ、Γ 的最大公度。而 Δ、Γ 的最大公度是 E,所以 Z 度量 E,即较大的数度量较小的数。这是不可能的。因此,没有任何比 E 大的数能度量数 A、B、Γ。所以 E 是 A、B、Γ 的最大公度。这就是所要证明的。

语法注2 条
  1. 7.prop.3ὁ μείζων τὸν ἐλάσσονα

    意为“较大者(度量)较小者”的名词短语,作为前文 ὁ Ε ἄρα τὸν Δ μετρεῖ(因此 E 度量 Δ)的解释性同位语。它将主格与宾格并置,用以强调在 E 大于 Δ 的前提下,较大数度量较小数这一算术上的不可能。

  2. 7.prop.3ὁ δὴ τοὺς Α, Β, Γ μετρῶν

    带冠词 ὁ 的现在分词 μετρῶν 构成实质化的主语(“度量 A、B、Γ 的数”)。该主语支配随后的动词 μετρήσει(将度量 A、B)与 μετρήσει(将度量 Δ)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:7.prop.3