← 欧几里得

几何原本

§7.prop.16-7.prop.18

乘法交换律与积与因数的比例关系

第16命题证明了乘法的交换律(a×b = b×a),第17命题证明了积之比等于被乘数之比(a×b : a×c = b : c),第18命题证明了积之比等于乘数之比(a×c : b×c = a : b)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.prop.16

ἐὰν δύο ἀριθμοὶ πολλαπλασιάσαντες ἀλλήλους ποιῶσί τινας, οἱ γενόμενοι ἐξ αὐτῶν ἴσοι ἀλλήλοις ἔσονται. ἔστωσαν δύο ἀριθμοὶ οἱ Α, Β, καὶ ὁ μὲν Α τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω, ὁ δὲ Β τὸν Α πολλαπλασιάσας τὸν Δ ποιείτω· λέγω, ὅτι ἴσος ἐστὶν ὁ Γ τῷ Δ. ἐπεὶ γὰρ ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ὁ Β ἄρα τὸν Γ μετρεῖ κατὰ τὰς ἐν τῷ Α μονάδας.1 μετρεῖ δὲ καὶ ἡ Ε μονὰς τὸν Α ἀριθμὸν κατὰ τὰς ἐν αὐτῷ μονάδας· ἰσάκις ἄρα ἡ Ε μονὰς τὸν Α ἀριθμὸν μετρεῖ καὶ ὁ Β τὸν Γ. ἐναλλὰξ ἄρα ἰσάκις ἡ Ε μονὰς τὸν Β ἀριθμὸν μετρεῖ καὶ ὁ Α τὸν Γ. πάλιν, ἐπεὶ ὁ Β τὸν Α πολλαπλασιάσας τὸν Δ πεποίηκεν, ὁ Α ἄρα τὸν Δ μετρεῖ κατὰ τὰς ἐν τῷ Β μονάδας. μετρεῖ δὲ καὶ ἡ Ε μονὰς τὸν Β κατὰ τὰς ἐν αὐτῷ μονάδας· ἰσάκις ἄρα ἡ Ε μονὰς τὸν Β ἀριθμὸν μετρεῖ καὶ ὁ Α τὸν Δ. ἰσάκις δὲ ἡ Ε μονὰς τὸν Β ἀριθμὸν ἐμέτρει2 καὶ ὁ Α τὸν Γ· ἰσάκις ἄρα ὁ Α ἑκάτερον τῶν Γ, Δ μετρεῖ. ἴσος ἄρα ἐστὶν ὁ Γ τῷ Δ· ὅπερ ἔδει δεῖξαι.

如果两个数互相相乘得到某些数,则由它们乘得的数将彼此相等。 设有两个数 A、B,且 A 乘以 B得到 Γ,而 B 乘以 A 得到 Δ。我且声称,Γ 等于 Δ。 因为,既然 A 乘以 B 得到了 Γ,所以 B 按照 A 中的单位数度(量) Γ。而单位 E 也按照 A 中的单位数度(量)数 A;所以单位 E 度(量)数 A,与 B 度(量) Γ 次数相同。因此交互地,单位 E 度(量)数 B,与 A 度(量) Γ 次数相同。再次,既然 B 乘以 A得到了 Δ,所以 A 按照 B 中的单位数度(量) Δ。而单位 E 也按照 B 中的单位数度(量)数 B;所以单位 E 度(量)数 B,与 A 度(量) Δ 次数相同。而单位 E 度(量)数 B,曾与 A 度(量) Γ 次数相同;所以 A同样多次度(量) Γ、Δ 中的每一个。所以 Γ 等于 Δ;这就是所要证明的。

§7.prop.17

ἐὰν ἀριθμὸς δύο ἀριθμοὺς πολλαπλασιάσας ποιῇ τινας, οἱ γενόμενοι ἐξ αὐτῶν τὸν αὐτὸν ἕξουσι λόγον τοῖς πολλαπλασιασθεῖσιν. ἀριθμὸς γὰρ ὁ Α δύο ἀριθμοὺς τοὺς Β, Γ πολλαπλασιάσας τοὺς Δ, Ε ποιείτω· λέγω, ὅτι ἐστὶν ὡς ὁ Β πρὸς τὸν Γ, οὕτως ὁ Δ πρὸς τὸν Ε. ἐπεὶ γὰρ ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Δ πεποίηκεν, ὁ Β ἄρα τὸν Δ μετρεῖ κατὰ τὰς ἐν τῷ Α μονάδας. μετρεῖ δὲ καὶ ἡ Ζ μονὰς τὸν Α ἀριθμὸν κατὰ τὰς ἐν αὐτῷ μονάδας· ἰσάκις ἄρα ἡ Ζ μονὰς τὸν Α ἀριθμὸν μετρεῖ καὶ ὁ Β τὸν Δ. ἔστιν ἄρα ὡς ἡ Ζ μονὰς πρὸς τὸν Α ἀριθμόν,3 οὕτως ὁ Β πρὸς τὸν Δ. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς ἡ Ζ μονὰς πρὸς τὸν Α ἀριθμόν, οὕτως ὁ Γ πρὸς τὸν Ε· καὶ ὡς ἄρα ὁ Β πρὸς τὸν Δ, οὕτως ὁ Γ πρὸς τὸν Ε. ἐναλλὰξ ἄρα ἐστὶν ὡς ὁ Β πρὸς τὸν Γ, οὕτως ὁ Δ πρὸς τὸν Ε· ὅπερ ἔδει δεῖξαι.

如果一个数乘以两个数得到某些数,则由它们乘得的数将与被乘的数有相同的比。 因为,设数 A 乘以两个数 B、Γ得到 Δ、E。我且声称,正如 B 对 Γ,Δ 也对 E。 因为,既然 A 乘以 B 得到了 Δ,所以 B 按照 A 中的单位数度(量) Δ。而单位 Z 也按照 A 中的单位数度(量)数 A;所以单位 Z 度(量)数 A,与 B 度(量) Δ 次数相同。所以,正如单位 Z 对数 A,B 也对 Δ。确实由于同样的原因,正如单位 Z 对数 A,Γ 也对 E;所以,正如 B 对 Δ,Γ 也对 E。因此交互地,正如B 对 Γ,Δ 也对 E;这就是所要证明的。

§7.prop.18

ἐὰν δύο ἀριθμοὶ ἀριθμόν τινα πολλαπλασιάσαντες ποιῶσί τινας, οἱ γενόμενοι ἐξ αὐτῶν τὸν αὐτὸν ἕξουσι λόγον τοῖς πολλαπλασιάσασιν. δύο γὰρ ἀριθμοὶ οἱ Α, Β ἀριθμόν τινα τὸν Γ πολλαπλασιάσαντες τοὺς Δ, Ε ποιείτωσαν· λέγω, ὅτι ἐστὶν ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Δ πρὸς τὸν Ε. ἐπεὶ γὰρ ὁ Α τὸν Γ πολλαπλασιάσας τὸν Δ πεποίηκεν, καὶ ὁ Γ ἄρα τὸν Α πολλαπλασιάσας τὸν Δ πεποίηκεν. διὰ τὰ αὐτὰ δὴ καὶ ὁ Γ τὸν Β πολλαπλασιάσας τὸν Ε πεποίηκεν. ἀριθμὸς δὴ ὁ Γ δύο ἀριθμοὺς τοὺς Α, Β πολλαπλασιάσας τοὺς Δ, Ε πεποίηκεν. ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Δ πρὸς τὸν Ε· ὅπερ ἔδει δεῖξαι.

如果两个数乘以同一个数得到某些数,则由它们乘得的数将与乘数有相同的比。 因为,设两个数 A、B 乘以某个数 Γ得到 Δ、E。我且声称,正如 A 对 B,Δ 也对 E。 因为,既然 A 乘以 Γ 得到了 Δ,所以 Γ 乘以 A 也得到了 Δ。确实由于同样的原因,Γ 乘以 B 也得到了 E。所以数 Γ 乘以两个数 A、B 得到了 Δ、E。所以,正如 A 对 B,Δ 也对E;这就是所要证明的。

语法注3 条
  1. 7.prop.16κατὰ τὰς ἐν τῷ Α μονάδας

    介词 κατά 后接宾格在此表示“根据”或“按照”。根据乘法的定义(界说15),这表明 B 度量 Γ 的次数等于 A 中所包含的单位个数(即 A 的数值)。

  2. 7.prop.16ἐμέτρει

    动词 μετρέω 的未完成过去时。在希腊数学文本中,常使用未完成过去时(或过去时态)来回顾在证明中前面已经确立或证实的已知事实。

  3. 7.prop.17ἔστιν ἄρα ὡς ἡ Ζ μονὰς πρὸς τὸν Α ἀριθμόν

    从“单位 Z 度量数 A 的次数”与“数 B 度量数 Δ 的次数”相同,直接推导出了比的等价性(Z : A = B : Δ),这基于相同比例的定义(界说20)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:7.prop.16-7.prop.18