← 欧几里得

几何原本

§6.prop.6

一角相等且夹边成比例的三角形等角性

证明了如果两个三角形有一个角相等,且夹等角的边成比例,那么这两个三角形是等角的,并且对应边所对的角也相等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.prop.6

ἐὰν δύο τρίγωνα μίαν γωνίαν μιᾷ γωνίᾳ ἴσην ἔχῃ, περὶ δὲ τὰς ἴσας γωνίας τὰς πλευρὰς ἀνάλογον,1 ἰσογώνια ἔσται τὰ τρίγωνα καὶ ἴσας ἕξει τὰς γωνίας, ὑφʼ ἃς αἱ ὁμόλογοι πλευραὶ ὑποτείνουσιν. ἔστω δύο τρίγωνα τὰ ΑΒΓ, ΔΕΖ μίαν γωνίαν τὴν ὑπὸ ΒΑΓ μιᾷ γωνίᾳ τῇ ὑπὸ ΕΔΖ ἴσην ἔχοντα, περὶ δὲ τὰς ἴσας γωνίας τὰς πλευρὰς ἀνάλογον, ὡς τὴν ΒΑ πρὸς τὴν ΑΓ, οὕτως τὴν ΕΔ πρὸς τὴν ΔΖ· λέγω, ὅτι ἰσογώνιόν ἐστι τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ καὶ ἴσην ἕξει τὴν ὑπὸ ΑΒΓ γωνίαν τῇ ὑπὸ ΔΕΖ, τὴν δὲ ὑπὸ ΑΓΒ τῇ ὑπὸ ΔΖΕ. συνεστάτω γὰρ πρὸς τῇ ΔΖ εὐθείᾳ καὶ τοῖς πρὸς αὐτῇ σημείοις τοῖς Δ, Ζ ὁποτέρᾳ μὲν τῶν ὑπὸ ΒΑΓ, ΕΔΖ ἴση ἡ ὑπὸ ΖΔΗ,2 τῇ δὲ ὑπὸ ΑΓΒ ἴση ἡ ὑπὸ ΔΖΗ· λοιπὴ ἄρα ἡ πρὸς τῷ Β γωνία λοιπῇ τῇ πρὸς τῷ Η ἴση ἐστίν. ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΔΗΖ τριγώνῳ. ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΒΑ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΗΔ πρὸς τὴν ΔΖ. ὑπόκειται δὲ καὶ ὡς ἡ ΒΑ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΕΔ πρὸς τὴν ΔΖ· καὶ ὡς ἄρα ἡ ΕΔ πρὸς τὴν ΔΖ, οὕτως ἡ ΗΔ πρὸς τὴν ΔΖ. ἴση ἄρα ἡ ΕΔ τῇ ΔΗ· καὶ κοινὴ ἡ ΔΖ· δύο δὴ αἱ ΕΔ, ΔΖ δυσὶ ταῖς ΗΔ, ΔΖ ἴσαι εἰσίν· καὶ γωνία ἡ ὑπὸ ΕΔΖ γωνίᾳ τῇ ὑπὸ ΗΔΖ ἴση· βάσις ἄρα ἡ ΕΖ βάσει τῇ ΗΖ ἐστιν ἴση, καὶ τὸ ΔΕΖ τρίγωνον τῷ ΗΔΖ τριγώνῳ ἴσον ἐστίν, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν. ἴση ἄρα ἐστὶν ἡ μὲν ὑπὸ ΔΖΗ τῇ ὑπὸ ΔΖΕ, ἡ δὲ ὑπὸ ΔΗΖ τῇ ὑπὸ ΔΕΖ. ἀλλʼ ἡ ὑπὸ ΔΖΗ τῇ ὑπὸ ΑΓΒ ἐστιν ἴση· καὶ ἡ ὑπὸ ΑΓΒ ἄρα τῇ ὑπὸ ΔΖΕ ἐστιν ἴση. ὑπόκειται δὲ καὶ ἡ ὑπὸ ΒΑΓ τῇ ὑπὸ ΕΔΖ ἴση· καὶ λοιπὴ ἄρα ἡ πρὸς τῷ Β λοιπῇ τῇ πρὸς τῷ Ε ἴση ἐστίν· ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ. ἐὰν ἄρα δύο τρίγωνα μίαν γωνίαν μιᾷ γωνίᾳ ἴσην ἔχῃ, περὶ δὲ τὰς ἴσας γωνίας τὰς πλευρὰς ἀνάλογον, ἰσογώνια ἔσται τὰ τρίγωνα καὶ ἴσας ἕξει τὰς γωνίας, ὑφʼ ἃς αἱ ὁμόλογοι πλευραὶ ὑποτείνουσιν· ὅπερ ἔδει δεῖξαι.

如果两个三角形的一个角等于另一个角,且夹等角的边成比例,那么这两个三角形将是等角的,并且对应边所对的角将相等。 设 ABC、DEF 为两个三角形,具有一个角 BAC 等于一个角 EDF,且夹等角的边成比例,使得正如 BA 对 AC,ED 也对 DF。我说,三角形 ABC 与三角形 DEF 是等角的,并且角 ABC 等于角 DEF,角 ACB 等于角 DFE。 因为,设在直线 DF 及其上的点 D、F 处,作角 FDG 等于角 BAC、EDF 之一,且角 DFG 等于角 ACB;因此,在 B 处的余角等于在 G 处的余角。 因此,三角形 ABC 与三角形 DGF 是等角的。因此,正如 BA 对 AC,GD 也对 DF。但是,正如 BA 对 AC,根据假设,ED 也对 DF;因此,正如 ED 对 DF,GD 也对 DF。因此 ED 等于GD。且 DF 是公共的;所以两边 ED、DF 分别等于两边 GD、DF;且角 EDF 等于角 GDF;因此底边 EF 等于底边 GF,且三角形 DEF 等于三角形 GDF,且余角将等于余角,即等边所对的角。因此角 DFG 等于角 DFE,角 DGF 等于角 DEF。但是角 DFG 等于角 ACB;因此角 ACB 也等于角 DFE。根据假设,角 BAC 也等于角 EDF;因此在 B 处的余角等于在 E 处的余角;因此,三角形 ABC 与三角形 DEF 是等角的。 因此,如果两个三角形的一个角等于另一个角,且夹等角的边成比例,那么这两个三角形将是等角的,并且对应边所对的角将相等;这就是所要证明的。

语法注2 条
  1. 6.prop.6περὶ δὲ τὰς ἴσας γωνίας τὰς πλευρὰς ἀνάλογον

    ἀνάλογον 用作无变化形容词(或副词),作为支配动词 ἔχῃ 支配下的宾语 τὰς πλευρὰς 的谓语性补足语。意思是“夹等角的边成比例”。

  2. 6.prop.6ὁποτέρᾳ μὲν τῶν ὑπὸ ΒΑΓ, ΕΔΖ ἴση ἡ ὑπὸ ΖΔΗ

    ὁποτέρᾳ 是关系代词 ὁπότερος(两者中的任何一个)的阴性单数与格,省略了 γωνίᾳ。由于根据假设,角 BAC 和角 EDF 相等,因此它表示所作的角(角 ZDH,即角 GDF)可以等于它们中的任何一个。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.6