- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明在等圆中,角(无论是在圆心还是在圆周上)与其所站的弧成相同的比例。
ἐν τοῖς ἴσοις κύκλοις αἱ γωνίαι τὸν αὐτὸν ἔχουσι λόγον ταῖς περιφερείαις,1 ἐφʼ ὧν βεβήκασιν, ἐάν τε πρὸς τοῖς κέντροις ἐάν τε πρὸς ταῖς περιφερείαις ὦσι βεβηκυῖαι. ἔστωσαν ἴσοι κύκλοι οἱ ΑΒΓ, ΔΕΖ, καὶ πρὸς μὲν τοῖς κέντροις αὐτῶν τοῖς Η, Θ γωνίαι ἔστωσαν αἱ ὑπὸ ΒΗΓ, ΕΘΖ, πρὸς δὲ ταῖς περιφερείαις αἱ ὑπὸ ΒΑΓ, ΕΔΖ· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΒΓ περιφέρεια πρὸς τὴν ΕΖ περιφέρειαν, οὕτως ἥ τε ὑπὸ ΒΗΓ γωνία πρὸς τὴν ὑπὸ ΕΘΖ καὶ ἡ ὑπὸ ΒΑΓ πρὸς τὴν ὑπὸ ΕΔΖ. κείσθωσαν γὰρ τῇ μὲν ΒΓ περιφερείᾳ ἴσαι κατὰ τὸ ἑξῆς ὁσαιδηποτοῦν αἱ ΓΚ, ΚΛ, τῇ δὲ ΕΖ περιφερείᾳ ἴσαι ὁσαιδηποτοῦν αἱ ΖΜ, ΜΝ, καὶ ἐπεζεύχθωσαν αἱ ΗΚ, ΗΛ, ΘΜ, ΘΝ. ἐπεὶ οὖν ἴσαι εἰσὶν αἱ ΒΓ, ΓΚ, ΚΛ περιφέρειαι ἀλλήλαις, ἴσαι εἰσὶ καὶ αἱ ὑπὸ ΒΗΓ, ΓΗΚ, ΚΗΛ γωνίαι ἀλλήλαις· ὁσαπλασίων ἄρα ἐστὶν ἡ ΒΛ περιφέρεια τῆς ΒΓ, τοσαυταπλασίων ἐστὶ καὶ ἡ ὑπὸ ΒΗΛ γωνία2 τῆς ὑπὸ ΒΗΓ. διὰ τὰ αὐτὰ δὴ καὶ ὁσαπλασίων ἐστὶν ἡ ΝΕ περιφέρεια τῆς ΕΖ, τοσαυταπλασίων ἐστὶ καὶ ἡ ὑπὸ ΝΘΕ γωνία τῆς ὑπὸ ΕΘΖ. εἰ ἄρα ἴση ἐστὶν ἡ ΒΛ περιφέρεια τῇ ΕΝ περιφερείᾳ, ἴση ἐστὶ καὶ γωνία ἡ ὑπὸ ΒΗΛ τῇ ὑπὸ ΕΘΝ, καὶ εἰ μείζων ἐστὶν ἡ ΒΛ περιφέρεια τῆς ΕΝ περιφερείας, μείζων ἐστὶ καὶ ἡ ὑπὸ ΒΗΛ γωνία τῆς ὑπὸ ΕΘΝ, καὶ εἰ ἐλάσσων, ἐλάσσων. τεσσάρων δὴ ὄντων μεγεθῶν, δύο μὲν περιφερειῶν τῶν ΒΓ, ΕΖ, δύο δὲ γωνιῶν τῶν ὑπὸ ΒΗΓ, ΕΘΖ, εἴληπται τῆς μὲν ΒΓ περιφερείας καὶ τῆς ὑπὸ ΒΗΓ γωνίας ἰσάκις πολλαπλασίων ἥ τε ΒΛ περιφέρεια καὶ ἡ ὑπὸ ΒΗΛ γωνία, τῆς δὲ ΕΖ περιφερείας καὶ τῆς ὑπὸ ΕΘΖ γωνίας ἥ τε ΕΝ περιφέρεια καὶ ἡ ὑπὸ ΕΘΝ γωνία. καὶ δέδεικται, ὅτι εἰ ὑπερέχει ἡ ΒΛ περιφέρεια τῆς ΕΝ περιφερείας, ὑπερέχει καὶ ἡ ὑπὸ ΒΗΛ γωνία τῆς ὑπὸ ΕΘΝ γωνίας, καὶ εἰ ἴση, ἴση, καὶ εἰ ἐλάσσων, ἐλάσσων. ἔστιν ἄρα, ὡς ἡ ΒΓ περιφέρεια πρὸς τὴν ΕΖ, οὕτως ἡ ὑπὸ ΒΗΓ γωνία πρὸς τὴν ὑπὸ ΕΘΖ. ἀλλʼ ὡς ἡ ὑπὸ ΒΗΓ γωνία πρὸς τὴν ὑπὸ ΕΘΖ, οὕτως ἡ ὑπὸ ΒΑΓ πρὸς τὴν ὑπὸ ΕΔΖ· διπλασία γὰρ ἑκατέρα ἑκατέρας.3 καὶ ὡς ἄρα ἡ ΒΓ περιφέρεια πρὸς τὴν ΕΖ περιφέρειαν, οὕτως ἥ τε ὑπὸ ΒΗΓ γωνία πρὸς τὴν ὑπὸ ΕΘΖ καὶ ἡ ὑπὸ ΒΑΓ πρὸς τὴν ὑπὸ ΕΔΖ. ἐν ἄρα τοῖς ἴσοις κύκλοις αἱ γωνίαι τὸν αὐτὸν ἔχουσι λόγον ταῖς περιφερείαις, ἐφʼ ὧν βεβήκασιν, ἐάν τε πρὸς τοῖς κέντροις ἐάν τε πρὸς ταῖς περιφερείαις ὦσι βεβηκυῖαι· ὅπερ ἔδει δεῖξαι.
在等圆中,角与其所站的弧有相同的比,无论它们是站在圆心上还是站在圆周上。 设 ΑΒΓ、ΔΕΖ 为等圆,且在其圆心 Η、Θ 处的角为 ΒΗΓ、ΕΘΖ,在圆周上的角为 ΒΑΓ、ΕΔΖ;我说,弧 ΒΓ 比弧 ΕΖ 犹如角 ΒΗΓ 比角 ΕΘΖ,且角ΒΑΓ 比角 ΕΔΖ。 因为,设与弧 ΒΓ 相接且相等的任意多个弧为 ΓΚ、ΚΛ,与弧 ΕΖ 相等的任意多个弧为 ΖΜ、ΜΝ,且连接 ΗΚ、ΗΛ、ΘΜ、ΘΝ。 因为弧 ΒΓ、ΓΚ、ΚΛ彼此相等,所以角 ΒΗΓ、ΓΗΚ、ΚΗΛ 也彼此相等;因此,弧 ΒΛ 是弧 ΒΓ 的多少倍,角 ΒΗΛ 也就是角 ΒΗΓ 的多少倍。由于同样原因,弧 ΝΕ 是弧 ΕΖ 的多少倍,角ΝΘΕ 也就是角 ΕΘΖ 的多少倍。所以,如果弧 ΒΛ 等于弧 ΕΝ,角 ΒΗΛ 也等于角 ΕΘΝ;如果弧 ΒΛ 大于弧 ΕΝ,角 ΒΗΛ 也大于角 ΕΘΝ;如果小于,则小于。 今有四个量,即两个弧 ΒΓ、ΕΖ,和两个角 ΒΗΓ、ΕΘΖ;已经取了弧 ΒΓ 和角 ΒΗΓ 的等倍量,即弧 ΒΛ 和角 ΒΗΛ,又取了弧 ΕΖ 和角ΕΘΖ 的等倍量,即弧 ΕΝ 和角 ΕΘΝ。并且已经证明,如果弧 ΒΛ 超过弧 ΕΝ,角 ΒΗΛ 也超过角 ΕΘΝ;如果相等,则相等;如果小于,则小于。因此,弧 ΒΓ 比弧 ΕΖ 犹如角ΒΗΓ 比角 ΕΘΖ。但是角 ΒΗΓ 比角 ΕΘΖ 犹如角 ΒΑΓ 比角 ΕΔΖ;因为前者分别是后者的两倍。因此,弧 ΒΓ 比弧 ΕΖ 犹如角 ΒΗΓ 比角 ΕΘΖ,且角ΒΑΓ 比角 ΕΔΖ。 因此,在等圆中,角与其所站的弧有相同的比,无论它们是站在圆心上还是站在圆周上;这就是所要证明的。
- 6.prop.33τὸν αὐτὸν ἔχουσι λόγον ταῖς περιφερείαις
与格 ταῖς περιφερείαις 与 τὸν αὐτόν 连用,表示等同或对应,整体意为“与弧有相同的比”。
- 6.prop.33ὁσαπλασίων ἄρα ἐστὶν ἡ ΒΛ περιφέρεια τῆς ΒΓ, τοσαυταπλασίων ἐστὶ καὶ ἡ ὑπὸ ΒΗΛ γωνία
关系形容词 ὁσαπλασίων 和 τοσαυταπλασίων 连用,表示比例关系(“是多少倍……也就是多少倍……”)。属格 τῆς ΒΓ 和 τῆς ὑπὸ ΒΗΓ 是由这些倍数形容词所要求的。
- 6.prop.33διπλασία γὰρ ἑκατέρα ἑκατέρας
主格 ἑκατέρα 与属格 ἑκατέρας 的结合表示相互关系,前者指代主语(每个中心角,即 ΒΗΓ 和 ΕΘΖ),后者是比较属格,指代相应的圆周角(ΒΑΓ 和 ΕΔΖ),意为“前者之每一个分别是后者之每一个的两倍”。
