- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.29-6.prop.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第6卷命题29展示了如何在给定直线上贴合一个等于给定直边形且超设一个与给定平行四边形相似的平行四边形。第6卷命题30应用了这一超设贴合方法,来将给定的有限直线分成外中比(黄金分割)。
παρὰ τὴν δοθεῖσαν εὐθεῖαν τῷ δοθέντι εὐθυγράμμῳ ἴσον παραλληλόγραμμον παραβαλεῖν ὑπερβάλλον εἴδει παραλληλογράμμῳ ὁμοίῳ τῷ δοθέντι. ἔστω ἡ μὲν δοθεῖσα εὐθεῖα ἡ ΑΒ, τὸ δὲ δοθὲν εὐθύγραμμον, ᾧ δεῖ ἴσον παρὰ τὴν ΑΒ παραβαλεῖν, τὸ Γ, ᾧ δὲ δεῖ ὅμοιον ὑπερβάλλειν, τὸ Δ· δεῖ δὴ παρὰ τὴν ΑΒ εὐθεῖαν τῷ Γ εὐθυγράμμῳ ἴσον παραλληλόγραμμον παραβαλεῖν ὑπερβάλλον εἴδει παραλληλογράμμῳ ὁμοίῳ τῷ Δ. τετμήσθω ἡ ΑΒ δίχα κατὰ τὸ Ε, καὶ ἀναγεγράφθω ἀπὸ τῆς ΕΒ τῷ Δ ὅμοιον καὶ ὁμοίως κείμενον παραλληλόγραμμον τὸ ΒΖ, καὶ συναμφοτέροις1 μὲν τοῖς ΒΖ, Γ ἴσον, τῷ δὲ Δ ὅμοιον καὶ ὁμοίως κείμενον τὸ αὐτὸ συνεστάτω τὸ ΗΘ. ὁμόλογος δὲ ἔστω ἡ μὲν ΚΘ τῇ ΖΛ, ἡ δὲ ΚΗ τῇ ΖΕ. καὶ ἐπεὶ μεῖζόν ἐστι τὸ ΗΘ τοῦ ΖΒ, μείζων ἄρα ἐστὶ καὶ ἡ μὲν ΚΘ τῆς ΖΛ, ἡ δὲ ΚΗ τῆς ΖΕ. ἐκβεβλήσθωσαν αἱ ΖΛ, ΖΕ, καὶ τῇ μὲν ΚΘ ἴση ἔστω ἡ ΖΛΜ, τῇ δὲ ΚΗ ἴση ἡ ΖΕΝ, καὶ συμπεπληρώσθω τὸ ΜΝ· τὸ ΜΝ ἄρα τῷ ΗΘ ἴσον τέ ἐστι καὶ ὅμοιον. ἀλλὰ τὸ ΗΘ τῷ ΕΛ ἐστιν ὅμοιον· καὶ τὸ ΜΝ ἄρα τῷ ΕΛ ὅμοιόν ἐστιν· περὶ τὴν αὐτὴν ἄρα διάμετρόν ἐστι τὸ ΕΛ τῷ ΜΝ. ἤχθω αὐτῶν διάμετρος ἡ ΖΞ, καὶ καταγεγράφθω τὸ σχῆμα. ἐπεὶ ἴσον ἐστὶ τὸ ΗΘ τοῖς ΕΛ, Γ, ἀλλὰ τὸ ΗΘ τῷ ΜΝ ἴσον ἐστίν, καὶ τὸ ΜΝ ἄρα τοῖς ΕΛ, Γ ἴσον ἐστίν. κοινὸν ἀφῃρήσθω τὸ ΕΛ· λοιπὸς ἄρα ὁ ΨΧΦ γνώμων τῷ Γ ἐστιν ἴσος. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΕ τῇ ΕΒ, ἴσον ἐστὶ καὶ τὸ ΑΝ τῷ ΝΒ,2 τουτέστι τῷ ΛΟ. κοινὸν προσκείσθω τὸ ΕΞ· ὅλον ἄρα τὸ ΑΞ ἴσον ἐστὶ τῷ ΦΧΨ γνώμονι. ἀλλὰ ὁ ΦΧΨ γνώμων τῷ Γ ἴσος ἐστίν· καὶ τὸ ΑΞ ἄρα τῷ Γ ἴσον ἐστίν. παρὰ τὴν δοθεῖσαν ἄρα εὐθεῖαν τὴν ΑΒ τῷ δοθέντι εὐθυγράμμῳ τῷ Γ ἴσον παραλληλόγραμμον παραβέβληται τὸ ΑΞ ὑπερβάλλον εἴδει παραλληλογράμμῳ τῷ ΠΟ ὁμοίῳ ὄντι τῷ Δ, ἐπεὶ καὶ τῷ ΕΛ ἐστιν ὅμοιον τὸ ΟΠ· ὅπερ ἔδει ποιῆσαι.
在给定的直线上贴合一个等于给定直边形的平行四边形,且超设一个与给定图形相似的平行四边形。 设给定的直线为 ΑΒ,给定的直边形为Γ(这是要在 ΑΒ 上贴合与其相等的平行四边形的),且要求与其相似的超设图形为 Δ;那么,必须在直线 ΑΒ 上贴合一个等于直边形 Γ 的平行四边形,且超设一个与 Δ 相似的平行四边形。 设 ΑΒ 在点 Ε 处被平分,并在 ΕΒ 上描绘一个与 Δ 相似且位置相似的平行四边形 ΒΖ,并构成一个等于 ΒΖ 与 Γ 两者之和,且与 Δ 相似且位置相似的同样图形 ΗΘ。设 ΚΘ 对应于 ΖΛ,ΚΗ 对应于 ΖΕ。因为 ΗΘ 大于 ΖΒ,所以 ΚΘ 也大于 ΖΛ,且 ΚΗ 大于 ΖΕ。设延长 ΖΛ、ΖΕ,并设 ΖΛΜ 等于 ΚΘ,ΖΕΝ 等于 ΚΗ,并补全平行四边形 ΜΝ;因此 ΜΝ 等于且相似于 ΗΘ。但 ΗΘ 相似于 ΕΛ;因此 ΜΝ 也相似于 ΕΛ;因此 ΕΛ 与 ΜΝ 在同一对角线上。设其对角线为 ΖΞ,并画出图形。 因为 ΗΘ 等于 ΕΛ 与 Γ 之和,而 ΗΘ等于 ΜΝ,所以 ΜΝ 也等于 ΕΛ 与 Γ 之和。减去公共的 ΕΛ;因此其余的曲尺形 ΨΧΦ 等于 Γ。且因为 ΑΕ 等于 ΕΒ,所以 ΑΝ 也等于 ΝΒ,即等于 ΛΟ。加上公共的 ΕΞ;因此整个 ΑΞ 等于曲尺形 ΦΧΨ。但曲尺形 ΦΧΨ 等于 Γ;因此 ΑΞ 也等于 Γ。 因此,在给定的直线 ΑΒ 上已经贴合了一个等于给定的直边形 Γ 的平行四边形 ΑΞ,且超设一个与 Δ相似的平行四边形 ΠΟ(因为 ΟΠ 也相似于 ΕΛ);这就是所要做的事。
τὴν δοθεῖσαν εὐθεῖαν πεπερασμένην ἄκρον καὶ μέσον λόγον τεμεῖν. ἔστω ἡ δοθεῖσα εὐθεῖα πεπερασμένη ἡ ΑΒ· δεῖ δὴ τὴν ΑΒ εὐθεῖαν ἄκρον καὶ μέσον λόγον τεμεῖν. Ἀναγεγράφθω ἀπὸ τῆς ΑΒ τετράγωνον τὸ ΒΓ, καὶ παραβεβλήσθω παρὰ τὴν ΑΓ τῇ ΒΓ ἴσον παραλληλόγραμμον τὸ ΓΔ ὑπερβάλλον εἴδει τῷ ΑΔ ὁμοίῳ τῷ ΒΓ. τετράγωνον δέ ἐστι τὸ ΒΓ· τετράγωνον ἄρα ἐστὶ καὶ τὸ ΑΔ. καὶ ἐπεὶ ἴσον ἐστὶ τὸ ΒΓ τῷ ΓΔ, κοινὸν ἀφῃρήσθω τὸ ΓΕ· λοιπὸν ἄρα τὸ ΒΖ λοιπῷ τῷ ΑΔ ἐστιν ἴσον. ἔστι δὲ αὐτῷ καὶ ἰσογώνιον· τῶν ΒΖ, ΑΔ ἄρα ἀντιπεπόνθασιν3 αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας· ἔστιν ἄρα ὡς ἡ ΖΕ πρὸς τὴν ΕΔ, οὕτως ἡ ΑΕ πρὸς τὴν ΕΒ. ἴση δὲ ἡ μὲν ΖΕ τῇ ΑΒ, ἡ δὲ ΕΔ τῇ ΑΕ. ἔστιν ἄρα ὡς ἡ ΒΑ πρὸς τὴν ΑΕ, οὕτως ἡ ΑΕ πρὸς τὴν ΕΒ. μείζων δὲ ἡ ΑΒ τῆς ΑΕ· μείζων ἄρα καὶ ἡ ΑΕ τῆς ΕΒ. ἡ ἄρα ΑΒ εὐθεῖα ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Ε, καὶ τὸ μεῖζον αὐτῆς τμῆμά ἐστι τὸ ΑΕ· ὅπερ ἔδει ποιῆσαι.
将给定的有限直线分成外中比。 设给定的有限直线为 ΑΒ;那么,必须将直线 ΑΒ 分成外中比。 设在 ΑΒ 上描绘正方形 ΒΓ,并在 ΑΓ 上贴合一个等于 ΒΓ 的平行四边形 ΓΔ,且超设一个与 ΒΓ 相似的图形 ΑΔ。 而 ΒΓ 是正方形;因此ΑΔ 也是正方形。因为 ΒΓ 等于 ΓΔ,减去公共的 ΓΕ;因此其余的 ΒΖ 等于其余的 ΑΔ。且它与它也是等角的;因此在 ΒΖ 和 ΑΔ 中,等角两旁的边是互反比例的;因此,ΖΕ 比 ΕΔ 犹如 ΑΕ 比 ΕΒ。但 ΖΕ 等于 ΑΒ,且 ΕΔ 等于 ΑΕ。因此,ΒΑ 比 ΑΕ 犹如 ΑΕ 比 ΕΒ。且 ΑΒ 大于 ΑΕ;因此 ΑΕ 也大于 ΕΒ。 因此,直线 ΑΒ 在点 Ε 处被分成外中比,且其较大的部分为 ΑΕ;这就是所要做的事。
- 6.prop.29συναμφοτέροις
为与格中性复数,名词性用法,意为“两者之和”。它与紧随其后同格的与格短语 τοῖς ΒΖ, Γ 连用,作为形容词 ἴσον(等于)的与格补足语,构成了“等于 ΒΖ 与 Γ 两者之和”的语法关系。
- 6.prop.29ἴσον ἐστὶ καὶ τὸ ΑΝ τῷ ΝΒ
平行四边形 ΑΝ 等于 ΝΒ 的依据在于,它们的底边 ΑΕ 与 ΕΒ 相等(因为点 Ε 是 ΑΒ 的中点),且它们处于相同的平行线(ΑΒ 与 ΝΟ)之间。接下来的“即等于 ΛΟ”则是基于在该平行四边形结构中补余(complements)或对称平行四边形面积相等的性质。
- 6.prop.30ἀντιπεπόνθασιν
动词 ἀντιπάσχω 的第三人称复数完成式,意为“互反比例”。此处指等面积的平行四边形中,等角两旁的边呈反比例关系这一几何性质(《几何原本》第6卷命题14)。
