← 欧几里得

几何原本

§6.prop.19

相似三角形面积与其对应边的平方比

本命题证明了相似三角形的面积比等于其对应边之比的双倍比(即平方比),并推导出一个关于在成比例直线上所作相似图形面积比的系理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.prop.19

τὰ ὅμοια τρίγωνα πρὸς ἄλληλα ἐν διπλασίονι λόγῳ ἐστὶ τῶν ὁμολόγων πλευρῶν.1 ἔστω ὅμοια τρίγωνα τὰ ΑΒΓ, ΔΕΖ ἴσην ἔχοντα τὴν πρὸς τῷ Β γωνίαν τῇ πρὸς τῷ Ε, ὡς δὲ τὴν ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὴν ΔΕ πρὸς τὴν ΕΖ, ὥστε ὁμόλογον εἶναι τὴν ΒΓ τῇ ΕΖ·2 λέγω, ὅτι τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΔΕΖ τρίγωνον διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΓ πρὸς τὴν ΕΖ. εἰλήφθω γὰρ τῶν ΒΓ, ΕΖ τρίτη ἀνάλογον ἡ ΒΗ, ὥστε εἶναι ὡς τὴν ΒΓ πρὸς τὴν ΕΖ, οὕτως τὴν ΕΖ πρὸς τὴν ΒΗ· καὶ ἐπεζεύχθω ἡ ΑΗ. ἐπεὶ οὖν ἐστιν ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως ἡ ΔΕ πρὸς τὴν ΕΖ, ἐναλλὰξ ἄρα ἐστὶν ὡς ἡ ΑΒ πρὸς τὴν ΔΕ, οὕτως ἡ ΒΓ πρὸς τὴν ΕΖ. ἀλλʼ ὡς ἡ ΒΓ πρὸς ΕΖ, οὕτως ἐστὶν ἡ ΕΖ πρὸς ΒΗ. καὶ ὡς ἄρα ἡ ΑΒ πρὸς ΔΕ, οὕτως ἡ ΕΖ πρὸς ΒΗ· τῶν ΑΒΗ, ΔΕΖ ἄρα τριγώνων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας. ὧν δὲ μίαν μιᾷ ἴσην ἐχόντων γωνίαν τριγώνων ἀντιπεπόνθασιν αἱ πλευραὶ3 αἱ περὶ τὰς ἴσας γωνίας, ἴσα ἐστὶν ἐκεῖνα. ἴσον ἄρα ἐστὶ τὸ ΑΒΗ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ. καὶ ἐπεί ἐστιν ὡς ἡ ΒΓ πρὸς τὴν ΕΖ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΒΗ, ἐὰν δὲ τρεῖς εὐθεῖαι ἀνάλογον ὦσιν, ἡ πρώτη πρὸς τὴν τρίτην διπλασίονα λόγον ἔχει ἤπερ πρὸς τὴν δευτέραν, ἡ ΒΓ ἄρα πρὸς τὴν ΒΗ διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΓΒ πρὸς τὴν ΕΖ. ὡς δὲ ἡ ΓΒ πρὸς τὴν ΒΗ, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΑΒΗ τρίγωνον· καὶ τὸ ΑΒΓ ἄρα τρίγωνον πρὸς τὸ ΑΒΗ διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΓ πρὸς τὴν ΕΖ. ἴσον δὲ τὸ ΑΒΗ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ· καὶ τὸ ΑΒΓ ἄρα τρίγωνον πρὸς τὸ ΔΕΖ τρίγωνον διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΓ πρὸς τὴν ΕΖ. τὰ ἄρα ὅμοια τρίγωνα πρὸς ἄλληλα ἐν διπλασίονι λόγῳ ἐστὶ τῶν ὁμολόγων πλευρῶν·. Πόρισμα ἐκ δὴ τούτου φανερόν, ὅτι, ἐὰν τρεῖς εὐθεῖαι ἀνάλογον ὦσιν, ἔστιν ὡς ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτως τὸ ἀπὸ τῆς πρώτης εἶδος4 πρὸς τὸ ἀπὸ τῆς δευτέρας τὸ ὅμοιον καὶ ὁμοίως ἀναγραφόμενον· ὅπερ ἔδει δεῖξαι.

相似三角形互呈其对应边的双倍比(二次比)。 设 ABΓ、ΔEZ 为相似三角形,B 处的角等于 E 处的角,且正如 AB 对BΓ,ΔE 对 EZ,从而使 BΓ 对应于 EZ。我说,三角形 ABΓ 对三角形 ΔEZ 的比是 BΓ 对 EZ 之比的双倍比。 因为,设取 BH 为 BΓ、EZ 的第三比例项,从而正如 BΓ 对 EZ,EZ 对 BH。且设 AH 被连接。 因此,因为正如 AB 对 BΓ,ΔE 对 EZ,所以交替地,正如 AB 对 ΔE,BΓ 对 EZ。但正如 BΓ 对 EZ,EZ 对 BH。因此也正如 AB 对 ΔE,EZ 对 BH。因此,在三角形 ABH、ΔEZ中,夹等角的边是互反比例的。而在各自具有一个等角的三角形中,若夹等角的边互反比例,则它们是相等的。因此,三角形 ABH 等于三角形 ΔEZ。又因为正如 BΓ 对 EZ,EZ 对 BH,且若三条直线成比例,则第一项对第三项的比是其对第二项之比的双倍比,所以 BΓ 对 BH 的比是 ΓB 对 EZ 之比的双倍比。而正如 ΓB 对 BH,三角形 ABΓ 对三角形 ABH。因此,三角形 ABΓ 对 ABH 的比也是 BΓ 对 EZ 之比的双倍比。而三角形 ABH 等于三角形 ΔEZ。因此,三角形 ABΓ 对三角形 ΔEZ 的比也是 BΓ 对 EZ 之比的双倍比。 因此,相似三角形互呈其对应边的双倍比。 系由此显然,若三条直线成比例,则第一项对第三项的比,正如在第一项上描绘的图形,对在第二项上描绘的相似且相似置放的图形的比。这就是所要证明的。

语法注4 条
  1. 6.prop.19ἐν διπλασίονι λόγῳ ἐστὶ τῶν ὁμολόγων πλευρῶν

    双倍比(διπλασίων λόγος,即二次比、平方比)在古希腊数学中意指“比的平方”。属格 τῶν ὁμολόγων πλευρῶν 是表示比较或关联的属格,说明三角形的面积比是其对应边之比的双倍比(即平方比)。

  2. 6.prop.19ὥστε ὁμόλογον εἶναι τὴν ΒΓ τῇ ΕΖ

    此处的 ὥστε + 不定式结构表示由已知作图条件所导出的结果。对格 τὴν ΒΓ 是不定式 εἶναι 的逻辑主语(宾格主语),而与格 τῇ ΕΖ 则修饰形容词 ὁμόλογον(对应的)。

  3. 6.prop.19ὧν δὲ μίαν μιᾷ ἴσην ἐχόντων γωνίαν τριγώνων ἀντιπεπόνθασιν αἱ πλευραὶ

    关系代词 ὧν 与 τριγώνων 一致,并由分词 ἐχόντων 修饰,形成一个限定性的属格短语。短语 μίαν μιᾷ ἴσην...γωνίαν 意为“(两个三角形各自)拥有一个与对方相等的角”。

  4. 6.prop.19τὸ ἀπὸ τῆς πρώτης εἶδος

    几何学中的名词 εἶδος(图形)指在直线上描绘的多角形。介词短语 ἀπὸ τῆς πρώτης(在第一条直线上)置于冠词 τὸ 与名词 εἶδος 之间,意为“在第一条直线上所作的图形”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.19