- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明四条直线成比例与两外项所夹矩形等于两内项所夹矩形是互为充要条件的。
ἐὰν τέσσαρες εὐθεῖαι ἀνάλογον ὦσιν, τὸ ὑπὸ τῶν ἄκρων περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ὑπὸ τῶν μέσων περιεχομένῳ ὀρθογωνίῳ· κἂν1 τὸ ὑπὸ τῶν ἄκρων περιεχόμενον ὀρθογώνιον ἴσον ᾖ τῷ ὑπὸ τῶν μέσων περιεχομένῳ ὀρθογωνίῳ, αἱ τέσσαρες εὐθεῖαι ἀνάλογον ἔσονται. ἔστωσαν τέσσαρες εὐθεῖαι ἀνάλογον αἱ ΑΒ, ΓΔ, Ε, Ζ, ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ Ε πρὸς τὴν Ζ·2 λέγω, ὅτι τὸ ὑπὸ τῶν ΑΒ, Ζ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΓΔ, Ε περιεχομένῳ ὀρθογωνίῳ. ἤχθωσαν ἀπὸ τῶν Α, Γ σημείων ταῖς ΑΒ, ΓΔ εὐθείαις πρὸς ὀρθὰς αἱ ΑΗ, ΓΘ, καὶ κείσθω τῇ μὲν Ζ ἴση ἡ ΑΗ,3 τῇ δὲ Ε ἴση ἡ ΓΘ. καὶ συμπεπληρώσθω τὰ ΒΗ, ΔΘ παραλληλόγραμμα. καὶ ἐπεί ἐστιν ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ Ε πρὸς τὴν Ζ, ἴση δὲ ἡ μὲν Ε τῇ ΓΘ, ἡ δὲ Ζ τῇ ΑΗ, ἔστιν ἄρα ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΓΘ πρὸς τὴν ΑΗ. τῶν ΒΗ, ΔΘ ἄρα παραλληλογράμμων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας. ὧν δὲ ἰσογωνίων παραλληλογράμμων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας, ἴσα ἐστὶν ἐκεῖνα· ἴσον ἄρα ἐστὶ τὸ ΒΗ παραλληλόγραμμον τῷ ΔΘ παραλληλογράμμῳ. καί ἐστι τὸ μὲν ΒΗ τὸ ὑπὸ τῶν ΑΒ, Ζ· ἴση γὰρ ἡ ΑΗ τῇ Ζ· τὸ δὲ ΔΘ τὸ ὑπὸ τῶν ΓΔ, Ε· ἴση γὰρ ἡ Ε τῇ ΓΘ· τὸ ἄρα ὑπὸ τῶν ΑΒ, Ζ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΓΔ, Ε περιεχομένῳ ὀρθογωνίῳ. ἀλλὰ δὴ τὸ ὑπὸ τῶν ΑΒ, Ζ περιεχόμενον ὀρθογώνιον ἴσον ἔστω τῷ ὑπὸ τῶν ΓΔ, Ε περιεχομένῳ ὀρθογωνίῳ· λέγω, ὅτι αἱ τέσσαρες εὐθεῖαι ἀνάλογον ἔσονται, ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ Ε πρὸς τὴν Ζ. τῶν γὰρ αὐτῶν κατασκευασθέντων,4 ἐπεὶ τὸ ὑπὸ τῶν ΑΒ, Ζ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΓΔ, Ε, καί ἐστι τὸ μὲν ὑπὸ τῶν ΑΒ, Ζ τὸ ΒΗ· ἴση γάρ ἐστιν ἡ ΑΗ τῇ Ζ· τὸ δὲ ὑπὸ τῶν ΓΔ, Ε τὸ ΔΘ· ἴση γὰρ ἡ ΓΘ τῇ Ε· τὸ ἄρα ΒΗ ἴσον ἐστὶ τῷ ΔΘ. καί ἐστιν ἰσογώνια. τῶν δὲ ἴσων καὶ ἰσογωνίων παραλληλογράμμων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας. ἔστιν ἄρα ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΓΘ πρὸς τὴν ΑΗ. ἴση δὲ ἡ μὲν ΓΘ τῇ Ε, ἡ δὲ ΑΗ τῇ Ζ· ἔστιν ἄρα ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ Ε πρὸς τὴν Ζ. ἐὰν ἄρα τέσσαρες εὐθεῖαι ἀνάλογον ὦσιν, τὸ ὑπὸ τῶν ἄκρων περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ὑπὸ τῶν μέσων περιεχομένῳ ὀρθογωνίῳ· κἂν τὸ ὑπὸ τῶν ἄκρων περιεχόμενον ὀρθογώνιον ἴσον ᾖ τῷ ὑπὸ τῶν μέσων περιεχομένῳ ὀρθογωνίῳ, αἱ τέσσαρες εὐθεῖαι ἀνάλογον ἔσονται· ὅπερ ἔδει δεῖξαι.
若四条直线成比例,则由两外项所夹的矩形等于由两内项所夹的矩形;即便由两外项所夹的矩形等于由两内项所夹的矩形,这四条直线也将成比例。 设四条成比例的直线为 AB、ΓΔ、E、Z,正如 AB 对 ΓΔ,E 对 Z。我说,由 AB、Z 所夹的矩形等于由 ΓΔ、E 所夹的矩形。 设从点 A、Γ 向直线 AB、ΓΔ 引垂线 AH、ΓΘ,并设与 Z 相等的 AH 被放置,与 E 相等的 ΓΘ 被放置。且让平行四边形 BH、ΔΘ 被补足。 而且,因为正如 AB 对 ΓΔ,E 对 Z,且 E 等于 ΓΘ,Z 等于 AH,所以,正如 AB 对 ΓΔ,ΓΘ 对 AH。因此,在平行四边形 BH、ΔΘ 中,夹等角的边是逆比例的。而在等角平行四边形中,夹等角的边是逆比例的,它们是相等的。因此平行四边形 BH 等于平行四边形 ΔΘ。而 BH 是由 AB、Z 所夹的矩形,因为 AH 等于 Z;ΔΘ 是由 ΓΔ、E 所夹的矩形,因为 E 等于 ΓΘ;因此,由 AB、Z 所夹的矩形等于由 ΓΔ、E 所夹的矩形。 然而,设由 AB、Z 所夹的矩形等于由 ΓΔ、E 所夹的矩形。我说,这四条直线将成比例,正如AB 对 ΓΔ,E 对 Z。 因为,在相同的作图下,既然由 AB、Z 所夹的矩形等于由 ΓΔ、E 所夹的矩形,而且由 AB、Z 所夹的是 BH(因为 AH 等于 Z),由 ΓΔ、E 所夹的是 ΔΘ(因为 ΓΘ 等于 E),所以 BH 等于ΔΘ。且它们是等角的。而在相等且等角的平行四边形中,夹等角的边是逆比例的。因此,正如 AB 对 ΓΔ,ΓΘ 对 AH。而 ΓΘ 等于 E,AH 等于 Z;因此,正如 AB 对 ΓΔ,E对 Z。 因此,若四条直线成比例,则由两外项所夹的矩形等于由两内项所夹的矩形;即便由两外项所夹的矩形等于由两内项所夹的矩形,这四条直线也将成比例。这就是所要证明的。
- 6.prop.16κἂν
καὶ ἐάν 的缩合形式,意为“即便”、“而且如果”,在此处用于引入前半部分命题的逆命题条件。
- 6.prop.16ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ Ε πρὸς τὴν Ζ
表示比例关系的固定关联结构。关系副词 ὡς(正如)与指示副词 οὕτως(同样)呼应,表示比值相等(AB:ΓΔ = E:Z)。
- 6.prop.16τῇ μὲν Ζ ἴση ἡ ΑΓ
原文中的 ΑΓ 显然是抄写错误,应为 ΑΗ。根据几何作图以及后文“ἴση γὰρ ἡ ΑΗ τῇ Ζ”(因为 AH 等于 Z)来看,与 Z 相等的线段应当是 AH。
- 6.prop.16τῶν γὰρ αὐτῶν κατασκευασθέντων
不带名词的中性复数属格分词组成的属格独立结构(genitive absolute)。属于固定表达,意为“在进行相同作图的情况下”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
