← 欧几里得

几何原本

§5.prop.6-5.prop.7

同倍数差的性质与等量之比

在第5卷命题6中,证明了若从等倍数中减去等倍数,则剩余部分与原量相等或亦为其等倍数。命题7证明了等量对同量之比相等,且同量对等量之比亦相等,并作为系论导出了比例反转(反比例)的成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.prop.6

ἐὰν δύο μεγέθη δύο μεγεθῶν ἰσάκις ᾖ πολλαπλάσια, καὶ ἀφαιρεθέντα τινὰ1 τῶν αὐτῶν ἰσάκις ᾖ πολλαπλάσια, καὶ τὰ λοιπὰ τοῖς αὐτοῖς ἤτοι ἴσα ἐστὶν ἢ ἰσάκις αὐτῶν πολλαπλάσια. δύο γὰρ μεγέθη τὰ ΑΒ, ΓΔ δύο μεγεθῶν τῶν Ε, Ζ ἰσάκις ἔστω πολλαπλάσια, καὶ ἀφαιρεθέντα τὰ ΑΗ, ΓΘ τῶν αὐτῶν τῶν Ε, Ζ ἰσάκις ἔστω πολλαπλάσια· λέγω, ὅτι καὶ λοιπὰ τὰ ΗΒ, ΘΔ τοῖς Ε, Ζ ἤτοι ἴσα ἐστὶν ἢ ἰσάκις αὐτῶν πολλαπλάσια. ἔστω γὰρ πρότερον τὸ ΗΒ τῷ Ε ἴσον. λέγω, ὅτι καὶ τὸ ΘΔ τῷ Ζ ἴσον ἐστίν. κείσθω2 γὰρ τῷ Ζ ἴσον τὸ ΓΚ. ἐπεὶ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ ΑΗ τοῦ Ε καὶ τὸ ΓΘ τοῦ Ζ, ἴσον δὲ τὸ μὲν ΗΒ τῷ Ε, τὸ δὲ ΚΓ τῷ Ζ, ἰσάκις ἄρα ἐστὶ πολλαπλάσιον τὸ ΑΒ τοῦ Ε καὶ τὸ ΚΘ τοῦ Ζ. ἰσάκις δὲ ὑπόκειται πολλαπλάσιον τὸ ΑΒ τοῦ Ε καὶ τὸ ΓΔ τοῦ Ζ· ἰσάκις ἄρα ἐστὶ πολλαπλάσιον τὸ ΚΘ τοῦ Ζ καὶ τὸ ΓΔ τοῦ Ζ. ἐπεὶ οὖν ἑκάτερον τῶν ΚΘ, ΓΔ τοῦ Ζ ἰσάκις ἐστὶ πολλαπλάσιον, ἴσον ἄρα ἐστὶ τὸ ΚΘ τῷ ΓΔ. κοινὸν ἀφῃρήσθω τὸ ΓΘ· λοιπὸν ἄρα τὸ ΚΓ λοιπῷ τῷ ΘΔ ἴσον ἐστίν. ἀλλὰ τὸ Ζ τῷ ΚΓ ἐστιν ἴσον· καὶ τὸ ΘΔ ἄρα τῷ Ζ ἴσον ἐστίν. ὥστε εἰ τὸ ΗΒ τῷ Ε ἴσον ἐστίν, καὶ τὸ ΘΔ ἴσον ἔσται τῷ Ζ. ὁμοίως δὴ δείξομεν, ὅτι, κἂν πολλαπλάσιον ᾖ τὸ ΗΒ τοῦ Ε, τοσαυταπλάσιον ἔσται καὶ τὸ ΘΔ τοῦ Ζ. ἐὰν ἄρα δύο μεγέθη δύο μεγεθῶν ἰσάκις ᾖ πολλαπλάσια, καὶ ἀφαιρεθέντα τινὰ τῶν αὐτῶν ἰσάκις ᾖ πολλαπλάσια, καὶ τὰ λοιπὰ τοῖς αὐτοῖς ἤτοι ἴσα ἐστὶν ἢ ἰσάκις αὐτῶν πολλαπλάσια· ὅπερ ἔδει δεῖξαι.

若两量为两量的等倍数,且减去的某些部分亦为同两量的等倍数,则剩余部分对原两量或等于原量,或为原量的等倍数。 因为,设两量 AB, ΓΔ 为两量 E, Z 的等倍数,且减去的 AH, ΓΘ 亦为同量 E, Z 的等倍数。我说,剩余的 HB, ΘΔ 对 E, Z 或是等于,或是它们的等倍数。 先设 HB 等于 E。我说,ΘΔ 也等于 Z。 因为,设置 ΓK 等于 Z。由于 AH 是 E 的等倍数,且 ΓΘ 是 Z 的等倍数,而 HB等于 E,且 KΓ 等于 Z,所以 AB 是 E 的等倍数,且 KΘ 是 Z 的等倍数。但已设定 AB 是 E 的等倍数,且 ΓΔ 是 Z 的等倍数;所以 KΘ 是 Z 的等倍数,且 ΓΔ 是 Z 的等倍数。因此,既然 KΘ, ΓΔ 的每一个都是 Z 的等倍数,所以 KΘ 等于 ΓΔ。减去公共的 ΓΘ;因此剩余的 KΓ 等于剩余的 ΘΔ。但 Z 等于 KΓ;所以 ΘΔ 也等于 Z。因此,若 HB 等于 E,则 ΘΔ 也将等于 Z。 同理,我们也可以证明,即使 HB 是E 的倍数,ΘΔ 也将是 Z 的相同倍数。 因此,若两量为两量的等倍数,且减去的某些部分亦为同两量的等倍数,则剩余部分对原两量或等于原量,或为原量的等倍数。这就是所要证明的。

§5.prop.7

τὰ ἴσα πρὸς τὸ αὐτὸ3 τὸν αὐτὸν ἔχει λόγον καὶ τὸ αὐτὸ πρὸς τὰ ἴσα. ἔστω ἴσα μεγέθη τὰ Α, Β, ἄλλο δέ τι, ὃ ἔτυχεν, μέγεθος τὸ Γ· λέγω, ὅτι ἑκάτερον τῶν Α, Β πρὸς τὸ Γ τὸν αὐτὸν ἔχει λόγον, καὶ τὸ Γ πρὸς ἑκάτερον τῶν Α, Β. εἰλήφθω γὰρ τῶν μὲν Α, Β ἰσάκις πολλαπλάσια τὰ Δ, Ε, τοῦ δὲ Γ ἄλλο, ὃ ἔτυχεν, πολλαπλάσιον τὸ Ζ. ἐπεὶ οὖν ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ Δ τοῦ Α καὶ τὸ Ε τοῦ Β, ἴσον δὲ τὸ Α τῷ Β, ἴσον ἄρα καὶ τὸ Δ τῷ Ε. ἄλλο δέ, ὃ ἔτυχεν, τὸ Ζ. εἰ ἄρα ὑπερέχει τὸ Δ τοῦ Ζ, ὑπερέχει καὶ τὸ Ε τοῦ Ζ, καὶ εἰ ἴσον, ἴσον, καὶ εἰ ἔλαττον, ἔλαττον. καί ἐστι τὰ μὲν Δ, Ε τῶν Α, Β ἰσάκις πολλαπλάσια, τὸ δὲ Ζ τοῦ Γ ἄλλο, ὃ ἔτυχεν, πολλαπλάσιον· ἔστιν ἄρα ὡς τὸ Α πρὸς τὸ Γ, οὕτως τὸ Β πρὸς τὸ Γ. λέγω, ὅτι καὶ τὸ Γ πρὸς ἑκάτερον τῶν Α, Β τὸν αὐτὸν ἔχει λόγον. τῶν γὰρ αὐτῶν κατασκευασθέντων ὁμοίως δείξομεν, ὅτι ἴσον ἐστὶ τὸ Δ τῷ Ε· ἄλλο δέ τι τὸ Ζ· εἰ ἄρα ὑπερέχει τὸ Ζ τοῦ Δ, ὑπερέχει καὶ τοῦ Ε, καὶ εἰ ἴσον, ἴσον, καὶ εἰ ἔλαττον, ἔλαττον. καί ἐστι τὸ μὲν Ζ τοῦ Γ πολλαπλάσιον, τὰ δὲ Δ, Ε τῶν Α, Β ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια· ἔστιν ἄρα ὡς τὸ Γ πρὸς τὸ Α, οὕτως τὸ Γ πρὸς τὸ Β. τὰ ἴσα ἄρα πρὸς τὸ αὐτὸ τὸν αὐτὸν ἔχει λόγον καὶ τὸ αὐτὸ πρὸς τὰ ἴσα. Πόρισμα ἐκ δὴ τούτου φανερόν, ὅτι ἐὰν μεγέθη τινὰ ἀνάλογον ᾖ, καὶ ἀνάπαλιν ἀνάλογον ἔσται. ὅπερ ἔδει δεῖξαι.

等量与同量之比相等,同量与等量之比亦相等。 设 A, B 为等量,且 Γ 为其他任意量。我说,A, B 中的每一个与 Γ 之比相等,且 Γ 与 A, B 中的每一个之比也相等。 因为,设取 A, B 的等倍数 Δ, E,且取 Γ 的其他任意倍数 Z。 由于 Δ 是 A 的等倍数,且 E 是 B 的等倍数,而 A 等于 B,所以 Δ 也等于 E。而 Z 是其他任意量。因此,若 Δ 大于 Z,则 E 也大于 Z;若相等,则相等;若小于,则小于。且 Δ, E 是 A, B 的等倍数,而Z 是 Γ 的其他任意倍数;所以,A 与 Γ 之比等于 B 与 Γ 之比。 我说,Γ 与 A, B 中的每一个之比也相等。 因为,作同样的准备,我们同理可以证明,Δ 等于 E;且 Z 是其他某量;因此,若 Z 大于 Δ,则它也大于 E;若相等,则相等;若小于,则小于。且 Z 是 Γ 的倍数,而 Δ, E 是 A, B 的其他任意等倍数;所以,Γ 与 A 之比等于 Γ 与 B 之比。 因此,等量与同量之比相等,同量与等量之比亦相等。 系由此显然,若若干量成比例,则它们反过来也成比例。这就是所要证明的。

语法注3 条
  1. 5.prop.6ἀφαιρεθέντα τινὰ

    中性复数主格的不定代词 τινά 与被动分词 ἀφαιρεθέντα(被减去的)结合,构成从句的主语,意为“被减去的某些部分”或“被减去的任意量”。

  2. 5.prop.6κείσθω

    动词 κείμαι 的第三人称单数现在时命令式。在希腊数学文本中,这是用于指示作图、设定或引入假设(字面意为“让它被放置”或“设”)的典型公式。在这里,它要求将新引入的量 ΓΚ 设定为等于 Ζ。

  3. 5.prop.7τὰ ἴσα πρὸς τὸ αὐτὸ

    代词宾格 τὸ αὐτό(同一量,同量)受前置词 πρός(对)支配,表明主语 τὰ ἴσα(等量)相对于某一个共同的单一量所持有的比的关系。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:5.prop.6-5.prop.7