- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:4.prop.1-4.prop.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
展示了在给定圆内,置入一条与给定的(不大于直径)直线相等的弦(命题1),以及在给定圆内,内接一个与给定三角形等角的三角形的作图方法(命题2)。
εἰς τὸν δοθέντα κύκλον τῇ δοθείσῃ εὐθείᾳ μὴ μείζονι οὔσῃ τῆς τοῦ κύκλου διαμέτρου1 ἴσην εὐθεῖαν ἐναρμόσαι. ἔστω ὁ δοθεὶς κύκλος ὁ ΑΒΓ, ἡ δὲ δοθεῖσα εὐθεῖα μὴ μείζων τῆς τοῦ κύκλου διαμέτρου ἡ Δ. δεῖ δὴ εἰς τὸν ΑΒΓ κύκλον τῇ Δ εὐθείᾳ ἴσην εὐθεῖαν ἐναρμόσαι. ἤχθω τοῦ ΑΒΓ κύκλου διάμετρος ἡ ΒΓ. εἰ μὲν οὖν ἴση ἐστὶν ἡ ΒΓ τῇ Δ, γεγονὸς ἂν εἴη τὸ ἐπιταχθέν·2 ἐνήρμοσται γὰρ εἰς τὸν ΑΒΓ κύκλον τῇ Δ εὐθείᾳ ἴση ἡ ΒΓ. εἰ δὲ μείζων ἐστὶν ἡ ΒΓ τῆς Δ, κείσθω τῇ Δ ἴση ἡ ΓΕ, καὶ κέντρῳ τῷ Γ διαστήματι δὲ τῷ ΓΕ κύκλος γεγράφθω ὁ ΕΑΖ, καὶ ἐπεζεύχθω ἡ ΓΑ. ἐπεὶ οὖν τὸ Γ σημεῖον κέντρον ἐστὶ τοῦ ΕΑΖ κύκλου, ἴση ἐστὶν ἡ ΓΑ τῇ ΓΕ. ἀλλὰ τῇ Δ ἡ ΓΕ ἐστιν ἴση· καὶ ἡ Δ ἄρα τῇ ΓΑ ἐστιν ἴση. εἰς ἄρα τὸν δοθέντα κύκλον τὸν ΑΒΓ τῇ δοθείσῃ εὐθείᾳ τῇ Δ ἴση ἐνήρμοσται ἡ ΓΑ· ὅπερ ἔδει ποιῆσαι.
在给定的圆内,置入一条与给定的且不大于圆直径的直线相等的直线。 设给定的圆为ABC,给定的不大于圆直径的直线为D。此时必须在圆ABC内,置入一条与直线D相等的直线。 设引出圆ABC的直径BC。若BC与D相等,则所要求的事已经完成;因为与直线D相等的BC已经置入到圆ABC中。若BC大于D,设截取与D相等的CE,以C为圆心,CE为半径作圆EAF,并连接CA。 因为点C是圆EAF的圆心,所以CA与CE相等。而CE与D相等;所以D也与CA相等。 所以在给定的圆ABC中,已经置入了与给定的直线D相等的CA;这就是所要做的事。
εἰς τὸν δοθέντα κύκλον τῷ δοθέντι τριγώνῳ ἰσογώνιον τρίγωνον ἐγγράψαι. ἔστω ὁ δοθεὶς κύκλος ὁ ΑΒΓ, τὸ δὲ δοθὲν τρίγωνον τὸ ΔΕΖ· δεῖ δὴ εἰς τὸν ΑΒΓ κύκλον τῷ ΔΕΖ τριγώνῳ ἰσογώνιον τρίγωνον ἐγγράψαι. ἤχθω τοῦ ΑΒΓ κύκλου ἐφαπτομένη ἡ ΗΘ κατὰ τὸ Α, καὶ συνεστάτω πρὸς τῇ ΑΘ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ Α τῇ ὑπὸ ΔΕΖ γωνίᾳ ἴση ἡ ὑπὸ ΘΑΓ,3 πρὸς δὲ τῇ ΑΗ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ Α τῇ ὑπὸ ΔΖΕ ἴση ἡ ὑπὸ ΗΑΒ, καὶ ἐπεζεύχθω ἡ ΒΓ. ἐπεὶ οὖν κύκλου τοῦ ΑΒΓ ἐφάπτεταί τις εὐθεῖα ἡ ΑΘ, καὶ ἀπὸ τῆς κατὰ τὸ Α ἐπαφῆς εἰς τὸν κύκλον διῆκται εὐθεῖα ἡ ΑΓ, ἡ ἄρα ὑπὸ ΘΑΓ ἴση ἐστὶ τῇ ἐν τῷ ἐναλλὰξ τοῦ κύκλου τμήματι γωνίᾳ4 τῇ ὑπὸ ΑΒΓ. ἀλλʼ ἡ ὑπὸ ΘΑΓ τῇ ὑπὸ ΔΕΖ ἐστιν ἴση· καὶ ἡ ὑπὸ ΑΒΓ ἄρα γωνία τῇ ὑπὸ ΔΕΖ ἐστιν ἴση. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ ΑΓΒ τῇ ὑπὸ ΔΖΕ ἐστιν ἴση· καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΒΑΓ λοιπῇ τῇ ὑπὸ ΕΔΖ ἐστιν ἴση·. εἰς τὸν δοθέντα ἄρα κύκλον τῷ δοθέντι τριγώνῳ ἰσογώνιον τρίγωνον ἐγγέγραπται· ὅπερ ἔδει ποιῆσαι.
在给定的圆内,内接一个与给定的三角形等角的三角形。 设给定的圆为ABC,给定的三角形为DEF;此时必须在圆ABC内,内接一个与三角形DEF等角的三角形。 设在点A处引圆ABC的切线GH,并在直线AH上及在其上的点A作与角DEF相等的角HAC,又在直线AG上及在其上的点A作与角DFE相等的角GAB,并连接BC。 因为有一条直线AH切圆ABC于点A,且从切点A向圆内引了一条直线AC,所以角HAC与交错圆弧段中的角ABC相等。而角HAC与角DEF相等;所以角ABC也与角DEF相等。由于同样的原因,角ACB也与角DFE相等;所以剩下的角BAC与剩下的角EDF相等。 所以在给定的圆内,已经内接了一个与给定的三角形等角的三角形;这就是所要做的事。
- 4.prop.1μὴ μείζονι οὔσῃ τῆς τοῦ κύκλου διαμέτρου
与格现在分词 οὔσῃ 与形容词短语 μὴ μείζονι 一起修饰先行词 τῇ δοθείσῃ εὐθείᾳ(给定的直线)。属格 τῆς ... διαμέτρου 表示与比较级 μείζονι 进行比较的对象(比较属格)。
- 4.prop.1γεγονὸς ἂν εἴη τὸ ἐπιταχθέν
由完美分词 γεγονός 和祈愿语气 εἴη 组成的迂回完美祈愿语气,伴随 ἄν,构成了与条件从句 εἰ ... ἐστὶν(现在直陈语气)相对应的结论从句。这表示一种潜在的结果(“所要求的事就会完成”)。
- 4.prop.2συνεστάτω πρὸς τῇ ΑΘ εὐθείᾳ ... τῇ ὑπὸ ΔΕΖ γωνίᾳ ἴση ἡ ὑπὸ ΘΑΓ
συνεστάτω 是 συνίστημι(构造、作)的单数第三人称完美命令式主动(不及物)。主语是 ἡ ὑπὸ ΘΑΓ(角HAC,此处省略了 γωνία)。ἴση 是主语的表语性补足语,支配与格 τῇ ὑπὸ ΔΕΖ γωνίᾳ(角DEF)。
- 4.prop.2τῇ ἐν τῷ ἐναλλὰξ τοῦ κύκλου τμήματι γωνίᾳ
介词短语 ἐν τῷ ἐναλλὰξ τοῦ κύκλου τμήματι(在圆的交错弓形中)置于冠词 τῇ 和名词 γωνίᾳ 之间,起定语修饰作用。此外,ἐναλλάξ 是副词,意为“交错地、相反地”。
