← 欧几里得

几何原本

§3.prop.31

半圆与各弓形内的角与直角的关系

本命题证明圆中不同弓形内角(圆周角)的大小:半圆内的角是直角,较大弓形内的角小于直角,较小弓形内的角大于直角;此外,亦阐明弓形自身角(圆弧与弦构成的混合角)与直角的大小关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.prop.31

ἐν κύκλῳ ἡ μὲν ἐν τῷ ἡμικυκλίῳ γωνία ὀρθή ἐστιν, ἡ δὲ ἐν τῷ μείζονι τμήματι ἐλάττων ὀρθῆς, ἡ δὲ ἐν τῷ ἐλάττονι τμήματι μείζων ὀρθῆς· καὶ ἔτι ἡ μὲν τοῦ μείζονος τμήματος γωνία1 μείζων ἐστὶν ὀρθῆς, ἡ δὲ τοῦ ἐλάττονος τμήματος γωνία ἐλάττων ὀρθῆς. ἔστω κύκλος ὁ ΑΒΓΔ, διάμετρος δὲ αὐτοῦ ἔστω ἡ ΒΓ, κέντρον δὲ τὸ Ε, καὶ ἐπεζεύχθωσαν αἱ ΒΑ, ΑΓ, ΑΔ, ΔΓ· λέγω, ὅτι ἡ μὲν ἐν τῷ ΒΑΓ ἡμικυκλίῳ γωνία ἡ ὑπὸ ΒΑΓ ὀρθή ἐστιν, ἡ δὲ ἐν τῷ ΑΒΓ μείζονι τοῦ ἡμικυκλίου τμήματι γωνία ἡ ὑπὸ ΑΒΓ ἐλάττων ἐστὶν ὀρθῆς, ἡ δὲ ἐν τῷ ΑΔΓ ἐλάττονι τοῦ ἡμικυκλίου τμήματι γωνία ἡ ὑπὸ ΑΔΓ μείζων ἐστὶν ὀρθῆς. ἐπεζεύχθω ἡ ΑΕ, καὶ διήχθω ἡ ΒΑ ἐπὶ τὸ Ζ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΒΕ τῇ ΕΑ, ἴση ἐστὶ καὶ γωνία ἡ ὑπὸ ΑΒΕ τῇ ὑπὸ ΒΑΕ. πάλιν, ἐπεὶ ἴση ἐστὶν ἡ ΓΕ τῇ ΕΑ, ἴση ἐστὶ καὶ ἡ ὑπὸ ΑΓΕ τῇ ὑπὸ ΓΑΕ· ὅλη ἄρα ἡ ὑπὸ ΒΑΓ δυσὶ ταῖς ὑπὸ ΑΒΓ, ΑΓΒ ἴση ἐστίν.2 ἐστὶ δὲ καὶ ἡ ὑπὸ ΖΑΓ ἐκτὸς τοῦ ΑΒΓ τριγώνου δυσὶ ταῖς ὑπὸ ΑΒΓ, ΑΓΒ γωνίαις ἴση· ἴση ἄρα καὶ ἡ ὑπὸ ΒΑΓ γωνία τῇ ὑπὸ ΖΑΓ· ὀρθὴ ἄρα ἑκατέρα· ἡ ἄρα ἐν τῷ ΒΑΓ ἡμικυκλίῳ γωνία ἡ ὑπὸ ΒΑΓ ὀρθή ἐστιν. καὶ ἐπεὶ τοῦ ΑΒΓ τριγώνου δύο γωνίαι αἱ ὑπὸ ΑΒΓ, ΒΑΓ δύο ὀρθῶν ἐλάττονές εἰσιν, ὀρθὴ δὲ ἡ ὑπὸ ΒΑΓ, ἐλάττων ἄρα ὀρθῆς ἐστιν ἡ ὑπὸ ΑΒΓ γωνία· καί ἐστιν ἐν τῷ ΑΒΓ μείζονι τοῦ ἡμικυκλίου τμήματι. καὶ ἐπεὶ ἐν κύκλῳ τετράπλευρόν ἐστι τὸ ΑΒΓΔ, τῶν δὲ ἐν τοῖς κύκλοις τετραπλεύρων αἱ ἀπεναντίον γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, καί ἐστιν ἡ ὑπὸ ΑΒΓ ἐλάττων ὀρθῆς· λοιπὴ ἄρα ἡ ὑπὸ ΑΔΓ γωνία μείζων ὀρθῆς ἐστιν· καί ἐστιν ἐν τῷ ΑΔΓ ἐλάττονι τοῦ ἡμικυκλίου τμήματι. λέγω, ὅτι καὶ ἡ μὲν τοῦ μείζονος τμήματος γωνία ἡ περιεχομένη ὑπό τῆς ΑΒΓ περιφερείας καὶ τῆς ΑΓ εὐθείας μείζων ἐστὶν ὀρθῆς, ἡ δὲ τοῦ ἐλάττονος τμήματος γωνία ἡ περιεχομένη ὑπό τῆς ΑΔ περιφερείας καὶ τῆς ΑΓ εὐθείας ἐλάττων ἐστὶν ὀρθῆς. καί ἐστιν αὐτόθεν φανερόν. ἐπεὶ γὰρ ἡ ὑπὸ τῶν ΒΑ, ΑΓ εὐθειῶν3 ὀρθή ἐστιν, ἡ ἄρα ὑπὸ τῆς ΑΒΓ περιφερείας καὶ τῆς ΑΓ εὐθείας περιεχομένη μείζων ἐστὶν ὀρθῆς. πάλιν, ἐπεὶ ἡ ὑπὸ τῶν ΑΓ, ΑΖ εὐθειῶν ὀρθή ἐστιν, ἡ ἄρα ὑπὸ τῆς ΓΑ εὐθείας καὶ τῆς ΑΔ περιφερείας περιεχομένη ἐλάττων ἐστὶν ὀρθῆς. ἐν κύκλῳ ἄρα ἡ μὲν ἐν τῷ ἡμικυκλίῳ γωνία ὀρθή ἐστιν, ἡ δὲ ἐν τῷ μείζονι τμήματι ἐλάττων ὀρθῆς, ἡ δὲ ἐν τῷ ἐλάττονι μείζων ὀρθῆς, καὶ ἔτι ἡ μὲν τοῦ μείζονος τμήματος μείζων ὀρθῆς, ἡ δὲ τοῦ ἐλάττονος τμήματος ἐλάττων ὀρθῆς· ὅπερ ἔδει δεῖξαι.

在圆中,半圆内的角是直角,较大弓形内的角小于直角,较小弓形内的角大于直角;此外,较大弓形的角大于直角,较小弓形的角小于直角。 设 ΑΒΓΔ 为圆,其直径为 ΒΓ,圆心为 Ε,且连结 ΒΑ、ΑΓ、ΑΔ、ΔΓ;我说,半圆 ΒΑΓ 内的角 ΒΑΓ 是直角,在大于半圆的弓形 ΑΒΓ 内的角 ΑΒΓ 小于直角,而在小于半圆的弓形 ΑΔΓ 内的角 ΑΔΓ 大于直角。 设连结 ΑΕ,并将 ΒΑ 延长至 Ζ。 且由于 ΒΕ 等于 ΕΑ,则角 ΑΒΕ 也等于角 ΒΑΕ。再次,由于 ΓΕ 等于 ΕΑ,则角 ΑΓΕ 也等于角 ΓΑΕ;因此整个角ΒΑΓ 等于两个角 ΑΒΓ、ΑΓΒ。但在三角形 ΑΒΓ 之外的外角 ΖΑΓ 也等于两个角 ΑΒΓ、ΑΓΒ;因此角 ΒΑΓ 也等于角 ΖΑΓ;因此二者皆为直角;因此在半圆 ΒΑΓ 内的角 ΒΑΓ 是直角。 且由于在三角形 ΑΒΓ 中,两个角 ΑΒΓ、ΒΑΓ 小于两直角,而角 ΒΑΓ 是直角,因此角 ΑΒΓ 小于直角;且它是在大于半圆的弓形 ΑΒΓ 内。 又由于在圆中,ΑΒΓΔ 是四边形,而圆内接四边形的对角之和等于两直角,且角 ΑΒΓ 小于直角;因此剩余的角 ΑΔΓ 大于直角;且它是在小于半圆的弓形 ΑΔΓ 内。 我说,较大弓形的角(即由圆弧 ΑΒΓ 与直线 ΑΓ 所夹的角)也大于直角,而较小弓形的角(即由圆弧 ΑΔ 与直线 ΑΓ 所夹的角)小于直角。这显然是直接成立的。因为,既然由直线 ΒΑ、ΑΓ 所夹的角是直角,那么由圆弧 ΑΒΓ 与直线 ΑΓ 所夹的角便大于直角。再次,既然由直线 ΑΓ、ΑΖ 所夹的角是直角,那么由直线 ΓΑ 与圆弧 ΑΔ 所夹的角便小于直角。 因此在圆中,半圆内的角是直角,较大弓形内的角小于直角,较小弓形内的角大于直角;此外,较大弓形的角大于直角,较小弓形的角小于直角;这就是所要证明的。

语法注3 条
  1. 3.prop.31ἡ μὲν τοῦ μείζονος τμήματος γωνία

    注意“在弓形内的角”(ἡ ἐν τῷ τμήματι γωνία,即以弦为底、顶点在圆周上的直线角/圆周角)与“弓形的角”(ἡ τοῦ τμήματος γωνία,即直接由圆弧与弦所夹的混合角)之间的区别。前者是普通的直线角,而后者是包含曲线的角。

  2. 3.prop.31ὅλη ἄρα ἡ ὑπὸ ΒΑΓ δυσὶ ταῖς ὑπὸ ΑΒΓ, ΑΓΒ ἴση ἐστίν

    因为 ΒΕ = ΕΑ 且 ΓΕ = ΕΑ(均为圆的半径),根据等腰三角形底角相等的性质,可得角 ΑΒΕ = 角 ΒΑΕ 且角 ΑΓΕ = 角 ΓΑΕ。由于点 Ε 位于直径 ΒΓ 上,因此角 ΑΒΕ 与角 ΑΒΓ 相同,角 ΑΓΕ 与角 ΑΓΒ 相同。故整个角 ∠ΒΑΓ(= ∠ΒΑΕ + ∠ΓΑΕ)等于 ∠ΑΒΓ + ∠ΑΓΒ。

  3. 3.prop.31ἡ ὑπὸ τῶν ΒΑ, ΑΓ εὐθειῶν

    当介词 ὑπό 后面接复数属格(“直线 ΒΑ、ΑΓ”,τῶν εὐθειῶν)时,表示由两条直线“所夹的”直线角(角 ΒΑΓ)。而紧随其后如“圆弧 ΑΒΓ 与直线 ΑΓ”(τῆς ΑΒΓ περιφερείας καὶ τῆς ΑΓ εὐθείας)这类由 καί 连接的单数属格,则表示由弧与线“所围的”混合角。这种语法上的差异明确区分了直线角与混合角。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:3.prop.31