← 欧几里得

几何原本

§3.prop.26-3.prop.27

等圆中圆心角及圆周角与弧的相互等量关系

本节证明在等圆中,相等的角(无论圆心角还是圆周角)所对的弧相等(命题26);反之,在相等弧上所立的角也彼此相等(命题27)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.prop.26

ἐν τοῖς ἴσοις κύκλοις αἱ ἴσαι γωνίαι ἐπὶ ἴσων περιφερειῶν βεβήκασιν, ἐάν τε πρὸς τοῖς κέντροις ἐάν τε πρὸς ταῖς περιφερείαις ὦσι βεβηκυῖαι.1 ἔστωσαν ἴσοι κύκλοι οἱ ΑΒΓ, ΔΕΖ καὶ ἐν αὐτοῖς ἴσαι γωνίαι ἔστωσαν πρὸς μὲν τοῖς κέντροις αἱ ὑπὸ ΒΗΓ, ΕΘΖ, πρὸς δὲ ταῖς περιφερείαις αἱ ὑπὸ ΒΑΓ, ΕΔΖ· λέγω, ὅτι ἴση ἐστὶν ἡ ΒΚΓ περιφέρεια τῇ ΕΛΖ περιφερείᾳ. ἐπεζεύχθωσαν γὰρ αἱ ΒΓ, ΕΖ. καὶ ἐπεὶ ἴσοι εἰσὶν οἱ ΑΒΓ, ΔΕΖ κύκλοι, ἴσαι εἰσὶν αἱ ἐκ τῶν κέντρων·2 δύο δὴ αἱ ΒΗ, ΗΓ δύο ταῖς ΕΘ, ΘΖ ἴσαι· καὶ γωνία ἡ πρὸς τῷ η γωνίᾳ τῇ πρὸς τῷ Θ3 ἴση· βάσις ἄρα ἡ ΒΓ βάσει τῇ ΕΖ ἐστιν ἴση. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ πρὸς τῷ Α γωνία τῇ πρὸς τῷ Δ, ὅμοιον ἄρα ἐστὶ τὸ ΒΑΓ τμῆμα τῷ ΕΔΖ τμήματι· καί εἰσιν ἐπὶ ἴσων εὐθειῶν· τὰ δὲ ἐπὶ ἴσων εὐθειῶν ὅμοια τμήματα κύκλων ἴσα ἀλλήλοις ἐστίν· ἴσον ἄρα τὸ ΒΑΓ τμῆμα τῷ ΕΔΖ. ἔστι δὲ καὶ ὅλος ὁ ΑΒΓ κύκλος ὅλῳ τῷ ΔΕΖ κύκλῳ ἴσος· λοιπὴ ἄρα ἡ ΒΚΓ περιφέρεια τῇ ΕΛΖ περιφερείᾳ ἐστὶν ἴση. ἐν ἄρα τοῖς ἴσοις κύκλοις αἱ ἴσαι γωνίαι ἐπὶ ἴσων περιφερειῶν βεβήκασιν, ἐάν τε πρὸς τοῖς κέντροις ἐάν τε πρὸς ταῖς περιφερείαις ὦσι βεβηκυῖαι· ὅπερ ἔδει δεῖξαι.

在等圆中,相等的角所对的弧相等,无论这些角是在圆心处还是在圆周处。 设 ΑΒΓ、ΔΕΖ 为等圆,并在其中设在圆心处的角 ΒΗΓ、ΕΘΖ 以及在圆周处的角 ΒΑΓ、ΕΔΖ 相等;我说,弧 ΒΚΓ 等于弧 ΕΛΖ。 因为,设连结 ΒΓ、ΕΖ。 且由于圆 ΑΒΓ、ΔΕΖ 相等,则半径相等;因此两个 ΒΗ、ΗΓ 等于两个 ΕΘ、ΘΖ;且在Η 处的角等于在 Θ 处的角;因此底边 ΒΓ 等于底边 ΕΖ。又由于在 Α 处的角等于在 Δ 处的角,因此弓形 ΒΑΓ 相似于弓形 ΕΔΖ;且它们在相等直线上。而在相等直线上的相似圆弓形彼此相等;因此弓形 ΒΑΓ 等于 ΕΔΖ。但整个圆 ΑΒΓ 也等于整个圆 ΔΕΖ;因此剩余的弧 ΒΚΓ 等于弧 ΕΛΖ。 因此在等圆中,相等的角所对的弧相等,无论这些角是在圆心处还是在圆周处;这就是所要证明的。

§3.prop.27

ἐν τοῖς ἴσοις κύκλοις αἱ ἐπὶ ἴσων περιφερειῶν βεβηκυῖαι γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, ἐάν τε πρὸς τοῖς κέντροις ἐάν τε πρὸς ταῖς περιφερείαις ὦσι βεβηκυῖαι. ἐν γὰρ ἴσοις κύκλοις τοῖς ΑΒΓ, ΔΕΖ ἐπὶ ἴσων περιφερειῶν τῶν ΒΓ, ΕΖ πρὸς μὲν τοῖς Η, Θ κέντροις γωνίαι βεβηκέτωσαν αἱ ὑπὸ ΒΗΓ, ΕΘΖ, πρὸς δὲ ταῖς περιφερείαις αἱ ὑπὸ ΒΑΓ, ΕΔΖ· λέγω, ὅτι ἡ μὲν ὑπὸ ΒΗΓ γωνία τῇ ὑπὸ ΕΘΖ ἐστιν ἴση, ἡ δὲ ὑπὸ ΒΑΓ τῇ ὑπὸ ΕΔΖ ἐστιν ἴση. εἰ γὰρ ἄνισός ἐστιν ἡ ὑπὸ ΒΗΓ τῇ ὑπὸ ΕΘΖ, μία αὐτῶν μείζων ἐστίν. ἔστω μείζων ἡ ὑπὸ ΒΗΓ, καὶ συνεστάτω πρὸς τῇ ΒΗ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ Η τῇ ὑπὸ ΕΘΖ γωνίᾳ ἴση ἡ ὑπὸ ΒΗΚ· αἱ δὲ ἴσαι γωνίαι ἐπὶ ἴσων περιφερειῶν βεβήκασιν, ὅταν πρὸς τοῖς κέντροις ὦσιν· ἴση ἄρα ἡ ΒΚ περιφέρεια τῇ ΕΖ περιφερείᾳ. ἀλλὰ ἡ ΕΖ τῇ ΒΓ ἐστιν ἴση· καὶ ἡ ΒΚ ἄρα τῇ ΒΓ ἐστιν ἴση ἡ ἐλάττων τῇ μείζονι·4 ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἄνισός ἐστιν ἡ ὑπὸ ΒΗΓ γωνία τῇ ὑπὸ ΕΘΖ· ἴση ἄρα. καί ἐστι τῆς μὲν ὑπὸ ΒΗΓ ἡμίσεια ἡ πρὸς τῷ Α, τῆς δὲ ὑπὸ ΕΘΖ ἡμίσεια ἡ πρὸς τῷ Δ· ἴση ἄρα καὶ ἡ πρὸς τῷ Α γωνία τῇ πρὸς τῷ Δ. ἐν ἄρα τοῖς ἴσοις κύκλοις αἱ ἐπὶ ἴσων περιφερειῶν βεβηκυῖαι γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, ἐάν τε πρὸς τοῖς κέντροις ἐάν τε πρὸς ταῖς περιφερείαις ὦσι βεβηκυῖαι· ὅπερ ἔδει δεῖξαι.

在等圆中,在相等弧上所立的角彼此相等,无论这些角是在圆心处还是在圆周处。 因为,在等圆 ΑΒΓ、ΔΕΖ 中,在相等弧 ΒΓ、ΕΖ 上,设在圆心 Η、Θ 处立角 ΒΗΓ、ΕΘΖ,在圆周处立角 ΒΑΓ、ΕΔΖ;我说,角 ΒΗΓ 等于角 ΕΘΖ,且角 ΒΑΓ 等于角 ΕΔΖ。 因为若角 ΒΗΓ 不等于角 ΕΘΖ,则其中一者较大。设角 ΒΗΓ 较大,并在直线 ΒΗ 上以及在其上的点 Η 处,构造等于角 ΕΘΖ 的角 ΒΗΚ;而在圆心处相等的角所对的弧相等;因此弧 ΒΚ 等于弧 ΕΖ。但 ΕΖ 等于 ΒΓ;因此 ΒΚ 也等于 ΒΓ,即较小者等于较大者;这是不可能的。因此角 ΒΗΓ 并非不等于角 ΕΘΖ;因此它相等。且在 Α 处的角是角 ΒΗΓ 的一半,而在 Δ 处的角是角 ΕΘΖ 的一半;因此在 Α 处的角也等于在 Δ 处的角。 因此在等圆中,在相等弧上所立的角彼此相等,无论这些角是在圆心处还是在圆周处;这就是所要证明的。

语法注4 条
  1. 3.prop.26ὦσι βεβηκυῖαι

    由系动词的虚拟式现在时 ὦσι 与动词 βαίνω(立、站)的完成时主动分词 βεβηκυῖαι 构成的迂回完成时虚拟式(periphrastic perfect subjunctive)。在条件从句中表示已经处于并持续“立于”的状态。

  2. 3.prop.26αἱ ἐκ τῶν κέντρων

    几何学中的惯用省略表达,省略了阴性名词 εὐθεῖαι(直线)。字面意思是“从圆心引出的[直线]”,即指圆的“半径”。

  3. 3.prop.26γωνίᾳ τῇ πρὸς τῷ Θ

    由形容词 ἴση(等于)支配的与格短语。前文的主格 γωνία ἡ πρὸς τῷ Η(在 Η 处的角)是主语,而与格 γωνίᾳ τῇ πρὸς τῷ Θ(与在 Θ 处的角)作为 ἴση 的补语,构成“在 Η 处的角等于在 Θ 处的角”(与下一句 βάσις ἄρα ἡ ΒΓ βάσει τῇ ΕΖ ἐστιν ἴση 的语序和结构相同)。

  4. 3.prop.27ἡ ἐλάττων τῇ μείζονι

    一种省略结构,省略了谓语 ἴση ἐστίν(等于)。意为“较小者[等于]较大者”,这直截了当地表达了归谬法中的核心矛盾。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:3.prop.26-3.prop.27