← 欧几里得

几何原本

§3.prop.20-3.prop.22

圆周角定理与圆内接四边形对角之和

命题20证明了同弧所对的圆心角是圆周角的两倍,命题21表明同弓形内的圆周角彼此相等。命题22证明了圆内接四边形的对角之和等于两直角。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.prop.20

ἐν κύκλῳ ἡ πρὸς τῷ κέντρῳ γωνία διπλασίων ἐστὶ τῆς πρὸς τῇ περιφερείᾳ, ὅταν τὴν αὐτὴν περιφέρειαν βάσιν ἔχωσιν αἱ γωνίαι. ἔστω κύκλος ὁ ΑΒΓ, καὶ πρὸς μὲν τῷ κέντρῳ αὐτοῦ γωνία ἔστω ἡ ὑπὸ ΒΕΓ, πρὸς δὲ τῇ περιφερείᾳ ἡ ὑπὸ ΒΑΓ, ἐχέτωσαν δὲ τὴν αὐτὴν περιφέρειαν βάσιν τὴν ΒΓ· λέγω, ὅτι διπλασίων ἐστὶν ἡ ὑπὸ ΒΕΓ γωνία τῆς ὑπὸ ΒΑΓ. ἐπιζευχθεῖσα γὰρ ἡ ΑΕ διήχθω ἐπὶ τὸ Ζ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΕΑ τῇ ΕΒ, ἴση καὶ γωνία ἡ ὑπὸ ΕΑΒ τῇ ὑπὸ ΕΒΑ· αἱ ἄρα ὑπὸ ΕΑΒ, ΕΒΑ γωνίαι τῆς ὑπὸ ΕΑΒ διπλασίους εἰσίν. ἴση δὲ ἡ ὑπὸ ΒΕΖ ταῖς ὑπὸ ΕΑΒ, ΕΒΑ· καὶ ἡ ὑπὸ ΒΕΖ ἄρα τῆς ὑπὸ ΕΑΒ ἐστι διπλῆ. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ ΖΕΓ τῆς ὑπὸ ΕΑΓ ἐστι διπλῆ. ὅλη ἄρα ἡ ὑπὸ ΒΕΓ ὅλης τῆς ὑπὸ ΒΑΓ ἐστι διπλῆ. Κεκλάσθω1 δὴ πάλιν, καὶ ἔστω ἑτέρα γωνία ἡ ὑπὸ ΒΔΓ, καὶ ἐπιζευχθεῖσα ἡ ΔΕ ἐκβεβλήσθω ἐπὶ τὸ Η. ὁμοίως δὴ δείξομεν, ὅτι διπλῆ ἐστιν ἡ ὑπὸ ΗΕΓ γωνία τῆς ὑπὸ ΕΔΓ, ὧν2 ἡ ὑπὸ ΗΕΒ διπλῆ ἐστι τῆς ὑπὸ ΕΔΒ· λοιπὴ ἄρα ἡ ὑπὸ ΒΕΓ διπλῆ ἐστι τῆς ὑπὸ ΒΔΓ. ἐν κύκλῳ ἄρα ἡ πρὸς τῷ κέντρῳ γωνία διπλασίων ἐστὶ τῆς πρὸς τῇ περιφερείᾳ, ὅταν τὴν αὐτὴν περιφέρειαν βάσιν ἔχωσιν· ὅπερ ἔδει δεῖξαι.

在圆中,当角拥有相同的弧作为底边时,圆心处的角是圆周处的角两倍。 设圆为 ΑΒΓ,且在其圆心处的角为 ΒΕΓ,在其圆周处的角为 ΒΑΓ,并设它们拥有相同的弧 ΒΓ 作为底边;我说,角 ΒΕΓ 是角 ΒΑΓ 的两倍。 因为,设 ΑΕ 连结并延长至 Ζ。 既然 ΕΑ 等于 ΕΒ,所以角 ΕΑΒ 也等于角 ΕΒΑ;于是,角 ΕΑΒ、ΕΒΑ 是角 ΕΑΒ 的两倍。而角 ΒΕΖ 等于角 ΕΑΒ、ΕΒΑ;所以角 ΒΕΖ 也是角 ΕΑΒ 的两倍。同理,角 ΖΕΓ 也是角 ΕΑΓ的两倍。因此,整体的角 ΒΕΓ 是整体的角 ΒΑΓ 的两倍。 设再次折返,且设另一个角为 ΒΔΓ,并设 ΔΕ 连结且延长至 Η。同样,我们将证明,角 ΗΕΓ 是角 ΕΔΓ 的两倍,其中,角 ΗΕΒ 是角 ΕΔΒ 的两倍;因此,余下的角 ΒΕΓ 是角 ΒΔΓ 的两倍。 因此,在圆中,圆心处的角是圆周处的角两倍,当它们拥有相同的弧作为底边时;这就是所要证明的。

§3.prop.21

ἐν κύκλῳ αἱ ἐν τῷ αὐτῷ τμήματι3 γωνίαι ἴσαι ἀλλήλαις εἰσίν. ἔστω κύκλος ὁ ΑΒΓΔ, καὶ ἐν τῷ αὐτῷ τμήματι τῷ ΒΑΕΔ γωνίαι ἔστωσαν αἱ ὑπὸ ΒΑΔ, ΒΕΔ· λέγω, ὅτι αἱ ὑπὸ ΒΑΔ, ΒΕΔ γωνίαι ἴσαι ἀλλήλαις εἰσίν. εἰλήφθω γὰρ τοῦ ΑΒΓΔ κύκλου τὸ κέντρον, καὶ ἔστω τὸ Ζ, καὶ ἐπεζεύχθωσαν αἱ ΒΖ, ΖΔ. καὶ ἐπεὶ ἡ μὲν ὑπὸ ΒΖΔ γωνία πρὸς τῷ κέντρῳ ἐστίν, ἡ δὲ ὑπὸ ΒΑΔ πρὸς τῇ περιφερείᾳ, καὶ ἔχουσι τὴν αὐτὴν περιφέρειαν βάσιν τὴν ΒΓΔ, ἡ ἄρα ὑπὸ ΒΖΔ γωνία διπλασίων ἐστὶ τῆς ὑπὸ ΒΑΔ. διὰ τὰ αὐτὰ δὴ ἡ ὑπὸ ΒΖΔ καὶ τῆς ὑπὸ ΒΕΔ ἐστι διπλασίων· ἴση ἄρα ἡ ὑπὸ ΒΑΔ τῇ ὑπὸ ΒΕΔ. ἐν κύκλῳ ἄρα αἱ ἐν τῷ αὐτῷ τμήματι γωνίαι ἴσαι ἀλλήλαις εἰσίν· ὅπερ ἔδει δεῖξαι.

在圆中,同一弓形内的角彼此相等。 设圆为 ΑΒΓΔ,并在同一弓形 ΒΑΕΔ 内的角为 ΒΑΔ、ΒΕΔ;我说,角 ΒΑΔ、ΒΕΔ 彼此相等。 因为,设已取圆 ΑΒΓΔ 的圆心为 Ζ,并连结 ΒΖ、ΖΔ。 又既然角 ΒΖΔ是圆心角,而角 ΒΑΔ 是圆周角,且它们拥有相同的弧 ΒΓΔ 作为底边,因此角 ΒΖΔ 是角 ΒΑΔ 的两倍。同理,角 ΒΖΔ 也是角ΒΕΔ 的两倍;因此角 ΒΑΔ 等于角 ΒΕΔ。 因此在圆中,同一弓形内的角彼此相等;这就是所要证明的。

§3.prop.22

τῶν ἐν τοῖς κύκλοις τετραπλεύρων αἱ ἀπεναντίον γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἔστω κύκλος ὁ ΑΒΓΔ, καὶ ἐν αὐτῷ τετράπλευρον ἔστω τὸ ΑΒΓΔ· λέγω, ὅτι αἱ ἀπεναντίον γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἐπεζεύχθωσαν αἱ ΑΓ, ΒΔ. ἐπεὶ οὖν παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, τοῦ ΑΒΓ ἄρα τριγώνου αἱ τρεῖς γωνίαι αἱ ὑπὸ ΓΑΒ, ΑΒΓ, ΒΓΑ δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἴση δὲ ἡ μὲν ὑπὸ ΓΑΒ τῇ ὑπὸ ΒΔΓ· ἐν γὰρ τῷ αὐτῷ τμήματί εἰσι τῷ ΒΑΔΓ· ἡ δὲ ὑπὸ ΑΓΒ τῇ ὑπὸ ΑΔΒ· ἐν γὰρ τῷ αὐτῷ τμήματί εἰσι τῷ ΑΔΓΒ· ὅλη ἄρα ἡ ὑπὸ ΑΔΓ ταῖς ὑπὸ ΒΑΓ, ΑΓΒ ἴση ἐστίν. κοινὴ προσκείσθω4 ἡ ὑπὸ ΑΒΓ· αἱ ἄρα ὑπὸ ΑΒΓ, ΒΑΓ, ΑΓΒ ταῖς ὑπὸ ΑΒΓ, ΑΔΓ ἴσαι εἰσίν. ἀλλʼ αἱ ὑπὸ ΑΒΓ, ΒΑΓ, ΑΓΒ δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. καὶ αἱ ὑπὸ ΑΒΓ, ΑΔΓ ἄρα δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ αἱ ὑπὸ ΒΑΔ, ΔΓΒ γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. τῶν ἄρα ἐν τοῖς κύκλοις τετραπλεύρων αἱ ἀπεναντίον γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· ὅπερ ἔδει δεῖξαι.

在圆内接四边形中,其对角之和等于两直角。 设圆为 ΑΒΓΔ,并在其内有一四边形 ΑΒΓΔ;我说,其对角等于两直角。 设连结 ΑΓ、ΒΔ。 既然任意三角形的三个内角之和等于两直角,所以三角形 ΑΒΓ 的三个角,即角 ΓΑΒ、ΑΒΓ、ΒΓΑ,等于两直角。而角ΓΑΒ 等于角 ΒΔΓ,因为它们在同一弓形 ΒΑΔΓ 内;且角 ΑΓΒ 等于角 ΑΔΒ,因为它们在同一弓形 ΑΔΓΒ 内;因此整体的角 ΑΔΓ 等于角 ΒΑΓ、ΑΓΒ。设公共的角ΑΒΓ 被加上;于是角 ΑΒΓ、ΒΑΓ、ΑΓΒ 等于角 ΑΒΓ、ΑΔΓ。但角 ΑΒΓ、ΒΑΓ、ΑΓΒ 等于两直角;因此角 ΑΒΓ、ΑΔΓ 也等于两直角。同样,我们将证明,角 ΒΑΔ、ΔΓΒ 也等于两直角。 因此,圆内接四边形的对角之和等于两直角;这就是所要证明的。

语法注4 条
  1. 3.prop.20Κεκλάσθω

    动词 κλάω(折弯、屈折)的被动完成时单数第三人称命令式。在此作为几何学术语,表示进入直线折弯形成另一种配置的情况(具体而言,是圆心位于圆周角外部的情形)。

  2. 3.prop.20ὧν

    关系代词 ὅς 的属格复数形式,起部分属格的作用。用于指出从前面提到的整体关系(角 ΗΕΓ 是角 ΕΔΓ 的两倍)中,扣除作为部分的另一组关系(角 ΗΕΒ 是角 ΕΔΒ 的两倍),从而求得余角的关系。

  3. 3.prop.21ἐν τῷ αὐτῷ τμήματι

    由介词 ἐν 与与格 τμήματι(源自 τμῆμα,“弓形”)组成。在希腊几何术语中,当多个圆周角的顶点位于同一弓形的弧上,且两边都通过该弓形弦的两端时,称这些角“在同一弓形中”。

  4. 3.prop.22κοινὴ προσκείσθω

    形容词 κοινός(公共的、共同的)阴性单数主格与动词 πρόσκειμαι(被加上、附加)的现在时单数第三人称命令式的组合。表示在等式两边加上相同项的几何学程式化表达方式。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:3.prop.20-3.prop.22