← 欧几里得

几何原本

§3.prop.11-3.prop.13

相切两圆的连心线与切点的唯一性

证明两个相切的圆(不论内切还是外切),连结其圆心的直线必通过切点,并证明两个圆相切的切点不能多于一个。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.prop.11

ἐὰν δύο κύκλοι ἐφάπτωνται ἀλλήλων ἐντός, καὶ ληφθῇ αὐτῶν τὰ κέντρα, ἡ ἐπὶ τὰ κέντρα αὐτῶν ἐπιζευγνυμένη εὐθεῖα καὶ ἐκβαλλομένη ἐπὶ τὴν συναφὴν πεσεῖται τῶν κύκλων. δύο γὰρ κύκλοι οἱ ΑΒΓ, ΑΔΕ ἐφαπτέσθωσαν ἀλλήλων ἐντὸς κατὰ τὸ Α σημεῖον, καὶ εἰλήφθω τοῦ μὲν ΑΒΓ κύκλου κέντρον τὸ Ζ, τοῦ δὲ ΑΔΕ τὸ Η· λέγω, ὅτι ἡ ἀπὸ τοῦ Η ἐπὶ τὸ Ζ ἐπιζευγνυμένη εὐθεῖα ἐκβαλλομένη ἐπὶ τὸ Α πεσεῖται. μὴ γάρ, ἀλλʼ εἰ δυνατόν,1 πιπτέτω ὡς ἡ ΖΗΘ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΖ, ΑΗ. ἐπεὶ οὖν αἱ ΑΗ, ΗΖ τῆς ΖΑ, τουτέστι τῆς ΖΘ, μείζονές εἰσιν, κοινὴ ἀφῃρήσθω ἡ ΖΗ· λοιπὴ ἄρα ἡ ΑΗ λοιπῆς τῆς ΗΘ μείζων ἐστίν. ἴση δὲ ἡ ΑΗ τῇ ΗΔ· καὶ ἡ ΗΔ ἄρα τῆς ΗΘ μείζων ἐστὶν ἡ ἐλάττων τῆς μείζονος·2 ὅπερ ἐστὶν ἀδύνατον· οὐκ ἄρα ἡ ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Η ἐπιζευγνυμένη εὐθεῖα ἐκτὸς πεσεῖται· κατὰ τὸ Α ἄρα ἐπὶ τῆς συναφῆς πεσεῖται. ἐὰν ἄρα δύο κύκλοι ἐφάπτωνται ἀλλήλων ἐντός, ἡ ἐπὶ τὰ κέντρα αὐτῶν ἐπιζευγνυμένη εὐθεῖα ἐπὶ τὴν συναφὴν πεσεῖται τῶν κύκλων· ὅπερ ἔδει δεῖξαι.

如果两圆内切,且取它们的圆心,则连结它们圆心的直线在延长后必落到两圆的切点上。 因为,设两圆 ΑΒΓ、ΑΔΕ 在点 Α 处内切,并取圆 ΑΒΓ 的圆心为 Ζ,圆 ΑΔΕ 的圆心为 Η;我说,自 Η 到 Ζ 连结的直线在延长后必落到点 Α 上。 因为,若不然,如果可能,设它落为 ΖΗΘ,并连结 ΑΖ、ΑΗ。 于是,因为 ΑΗ、ΗΖ 大于 ΖΑ(即 ΖΘ),设减去公共的 ΖΗ;所以余下的 ΑΗ 大于余下的 ΗΘ。但 ΑΗ 等于 ΗΔ;所以ΗΔ 也大于 ΗΘ,即较小的(量)大于较大的(量);这是不可能的。因此自 Ζ 到 Η 连结的直线不会落在外面;所以它必落在切点 Α 上。 因此,如果两圆内切,则连结它们圆心的直线必落在两圆的切点上;这就是所要证明的。

§3.prop.12

ἐὰν δύο κύκλοι ἐφάπτωνται ἀλλήλων ἐκτός, ἡ ἐπὶ τὰ κέντρα αὐτῶν ἐπιζευγνυμένη διὰ τῆς ἐπαφῆς ἐλεύσεται. δύο γὰρ κύκλοι οἱ ΑΒΓ, ΑΔΕ ἐφαπτέσθωσαν ἀλλήλων ἐκτὸς κατὰ τὸ Α σημεῖον, καὶ εἰλήφθω τοῦ μὲν ΑΒΓ κέντρον τὸ Ζ, τοῦ δὲ ΑΔΕ τὸ Η· λέγω, ὅτι ἡ ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Η ἐπιζευγνυμένη εὐθεῖα διὰ τῆς κατὰ τὸ Α ἐπαφῆς ἐλεύσεται. μὴ γάρ, ἀλλʼ εἰ δυνατόν, ἐρχέσθω ὡς ἡ ΖΓΔΗ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΖ, ΑΗ. ἐπεὶ οὖν τὸ Ζ σημεῖον κέντρον ἐστὶ τοῦ ΑΒΓ κύκλου, ἴση ἐστὶν ἡ ΖΑ τῇ ΖΓ. πάλιν, ἐπεὶ τὸ Η σημεῖον κέντρον ἐστὶ τοῦ ΑΔΕ κύκλου, ἴση ἐστὶν ἡ ΗΑ τῇ ΗΔ. ἐδείχθη δὲ καὶ ἡ ΖΑ τῇ ΖΓ ἴση· αἱ ἄρα ΖΑ, ΑΗ ταῖς ΖΓ, ΗΔ ἴσαι εἰσίν· ὥστε ὅλη ἡ ΖΗ τῶν ΖΑ, ΑΗ μείζων ἐστίν· ἀλλὰ καὶ ἐλάττων· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἡ ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Η ἐπιζευγνυμένη εὐθεῖα διὰ τῆς κατὰ τὸ Α ἐπαφῆς οὐκ ἐλεύσεται·3 διʼ αὐτῆς ἄρα. ἐὰν ἄρα δύο κύκλοι ἐφάπτωνται ἀλλήλων ἐκτός, ἡ ἐπὶ τὰ κέντρα αὐτῶν ἐπιζευγνυμένη διὰ τῆς ἐπαφῆς ἐλεύσεται· ὅπερ ἔδει δεῖξαι.

如果两圆外切,则连结它们圆心的直线必通过切点。 因为,设两圆 ΑΒΓ、ΑΔΕ 在点 Α 处外切,并取圆 ΑΒΓ 的圆心为 Ζ,圆 ΑΔΕ 的圆心为 Η;我说,自 Ζ 到 Η 连结的直线必通过在点 Α 处的切点。 因为,若不然,如果可能,设它通过如 ΖΓΔΗ,并连结 ΑΖ、ΑΗ。 于是,因为点 Ζ 是圆 ΑΒΓ 的圆心,所以 ΖΑ 等于 ΖΓ。再次,因为点 Η 是圆 ΑΔΕ 的圆心,所以 ΗΑ 等于 ΗΔ。但 ΖΑ 也被证明等于 ΖΓ;所以两直线 ΖΑ、ΑΗ 等于两直线 ΖΓ、ΗΔ;从而全体 ΖΗ 大于 ΖΑ、ΑΗ;但它也小于(它们);这是不可能的。因此自 Ζ 到 Η 连结的直线不会不通过在点 Α 处的切点;所以必通过它。 因此,如果两圆外切,则连结它们圆心的直线必通过切点;这就是所要证明的。

§3.prop.13

κύκλος κύκλου οὐκ ἐφάπτεται κατὰ πλείονα σημεῖα ἢ καθʼ ἕν, ἐάν τε ἐντὸς ἐάν τε ἐκτὸς ἐφάπτηται. εἰ γὰρ δυνατόν, κύκλος ὁ ΑΒΓΔ κύκλου τοῦ ΕΒΖΔ ἐφαπτέσθω πρότερον ἐντὸς κατὰ πλείονα σημεῖα ἢ ἓν τὰ Δ, Β. καὶ εἰλήφθω τοῦ μὲν ΑΒΓΔ κύκλου κέντρον τὸ Η, τοῦ δὲ ΕΒΖΔ τὸ Θ. ἡ ἄρα ἀπὸ τοῦ Η ἐπὶ τὸ Θ ἐπιζευγνυμένη ἐπὶ τὰ Β, Δ πεσεῖται. πιπτέτω ὡς ἡ ΒΗΘΔ. καὶ ἐπεὶ τὸ Η σημεῖον κέντρον ἐστὶ τοῦ ΑΒΓΔ κύκλου, ἴση ἐστὶν ἡ ΒΗ τῇ ΗΔ· μείζων ἄρα ἡ ΒΗ τῆς ΘΔ· πολλῷ ἄρα μείζων ἡ ΒΘ τῆς ΘΔ. πάλιν, ἐπεὶ τὸ Θ σημεῖον κέντρον ἐστὶ τοῦ ΕΒΖΔ κύκλου, ἴση ἐστὶν ἡ ΒΘ τῇ ΘΔ· ἐδείχθη δὲ αὐτῆς καὶ πολλῷ μείζων· ὅπερ ἀδύνατον· οὐκ ἄρα κύκλος κύκλου ἐφάπτεται ἐντὸς κατὰ πλείονα σημεῖα ἢ ἕν. λέγω δή, ὅτι οὐδὲ ἐκτός. εἰ γὰρ δυνατόν, κύκλος ὁ ΑΓΚ κύκλου τοῦ ΑΒΓΔ ἐφαπτέσθω ἐκτὸς κατὰ πλείονα σημεῖα ἢ ἓν τὰ Α, Γ, καὶ ἐπεζεύχθω ἡ ΑΓ. ἐπεὶ οὖν κύκλων τῶν ΑΒΓΔ, ΑΓΚ εἴληπται ἐπὶ τῆς περιφερείας ἑκατέρου δύο τυχόντα σημεῖα τὰ Α, Γ, ἡ ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐντὸς ἑκατέρου πεσεῖται·4 ἀλλὰ τοῦ μὲν ΑΒΓΔ ἐντὸς ἔπεσεν, τοῦ δὲ ΑΓΚ ἐκτός· ὅπερ ἄτοπον· οὐκ ἄρα κύκλος κύκλου ἐφάπτεται ἐκτὸς κατὰ πλείονα σημεῖα ἢ ἕν. ἐδείχθη δέ, ὅτι οὐδὲ ἐντός. κύκλος ἄρα κύκλου οὐκ ἐφάπτεται κατὰ πλείονα σημεῖα ἢ ἕν, ἐάν τε ἐντὸς ἐάν τε ἐκτὸς ἐφάπτηται· ὅπερ ἔδει δεῖξαι.

圆与圆相切,不论内切还是外切,切点都不能多于一个。 因为,如果可能,设圆 ΑΒΓΔ 首先在多于一个的点Δ、Β 处内切于圆 ΕΒΖΔ。 并取圆 ΑΒΓΔ 的圆心为 Η,圆 ΕΒΖΔ 的圆心为 Θ。 所以自 Η 到 Θ 连结的直线必落在 Β、Δ 上。设它落为 ΒΗΘΔ。又因为点 Η是圆 ΑΒΓΔ 的圆心,所以 ΒΗ 等于 ΗΔ;因此 ΒΗ 大于 ΘΔ;所以 ΒΘ 远大于 ΘΔ。再次,因为点 Θ 是圆 ΕΒΖΔ 的圆心,所以 ΒΘ 等于ΘΔ;但它也被证明远大于它;这是不可能的。因此,圆与圆内切,切点不能多于一个。 我说,外切时也同样如此。 因为,如果可能,设圆 ΑΓΚ 外切于圆 ΑΒΓΔ 于多于一个的点 Α、Γ 处,并连结 ΑΓ。 于是,因为在圆 ΑΒΓΔ、ΑΓΚ 各自的圆周上取了任意两点 Α、Γ,所以连结这两点的直线必落在它们各自的内部;但是它落在 ΑΒΓΔ 的内部,而落在 ΑΓΚ 的外部;这是荒谬的。因此,圆与圆外切,切点不能多于一个。而它已被证明内切时也不能多于一个。 因此,圆与圆相切,不论内切还是外切,切点都不能多于一个;这就是所要证明的。

语法注4 条
  1. 3.prop.11μὴ γάρ, ἀλλʼ εἰ δυνατόν

    引入反证法的几何学公式化表达,为省略句,意为“因为,设其不然。但是,如果可能的话,设其为……”。

  2. 3.prop.11ἡ ἐλάττων τῆς μείζονος

    表达矛盾的同位语或述语短语:“较小的(量)[大于]较大的(量)”。呼应前文,强调在反证法假定下,作为部分的半径 ΗΔ 竟然大于包含其部分的线段 ΗΘ 这一几何学上的荒谬性。

  3. 3.prop.12οὐκ ἄρα ἡ ἀπὸ τοῦ Ζ ἐπὶ τὸ Η ἐπιζευγνυμένη εὐθεῖα διὰ τῆς κατὰ τὸ Α ἐπαφῆς οὐκ ἐλεύσεται

    句首的否定词 οὐκ 与动词前的 οὐκ 构成双重否定,导出一个强烈的肯定结论:“……不会不通过”(即必通过)。用于反证法的结论,以否定“不通过切点”的错误假设。

  4. 3.prop.13ἡ ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐντὸς ἑκατέρου πεσεῖται

    基于已知定理(第3卷命题2),即连接圆周上任意两点的直线必落在圆的内部。在“两圆外切”的假设下,指出其连线必须同时落在两个圆各自内部这一荒谬的几何矛盾。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 2 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:3.prop.11-3.prop.13