- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:2.prop.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明了如果一条直线被分成相等和不相等的部分,则不相等部分所包围的矩形与两个分点之间线段上的正方形之和,等于那一半线段上的正方形。
ἐὰν εὐθεῖα γραμμὴ τμηθῇ εἰς ἴσα καὶ ἄνισα, τὸ ὑπὸ τῶν ἀνίσων τῆς ὅλης τμημάτων περιεχόμενον ὀρθογώνιον1 μετὰ τοῦ ἀπὸ τῆς μεταξὺ τῶν τομῶν τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ἡμισείας τετραγώνῳ. εὐθεῖα γάρ τις ἡ ΑΒ τετμήσθω2 εἰς μὲν ἴσα κατὰ τὸ Γ, εἰς δὲ ἄνισα κατὰ τὸ Δ· λέγω, ὅτι τὸ ὑπὸ τῶν ΑΔ, ΔΒ περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ΓΔ τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΓΒ τετραγώνῳ. Ἀναγεγράφθω γὰρ ἀπὸ τῆς ΓΒ τετράγωνον τὸ ΓΕΖΒ, καὶ ἐπεζεύχθω ἡ ΒΕ, καὶ διὰ μὲν τοῦ Δ ὁποτέρᾳ τῶν ΓΕ, ΒΖ παράλληλος3 ἤχθω ἡ ΔΗ, διὰ δὲ τοῦ Θ ὁποτέρᾳ τῶν ΑΒ, ΕΖ παράλληλος πάλιν ἤχθω ἡ ΚΜ, καὶ πάλιν διὰ τοῦ Α ὁποτέρᾳ τῶν ΓΛ, ΒΜ παράλληλος ἤχθω ἡ ΑΚ. καὶ ἐπεὶ ἴσον ἐστὶ τὸ ΓΘ παραπλήρωμα τῷ ΘΖ παραπληρώματι, κοινὸν προσκείσθω τὸ ΔΜ· ὅλον ἄρα τὸ ΓΜ ὅλῳ τῷ ΔΖ ἴσον ἐστίν. ἀλλὰ τὸ ΓΜ τῷ ΑΛ ἴσον ἐστίν, ἐπεὶ καὶ ἡ ΑΓ τῇ ΓΒ ἐστιν ἴση· καὶ τὸ ΑΛ ἄρα τῷ ΔΖ ἴσον ἐστίν. κοινὸν προσκείσθω τὸ ΓΘ· ὅλον ἄρα τὸ ΑΘ τῷ ΜΝΞ γνώμονι4 ἴσον ἐστίν. ἀλλὰ τὸ ΑΘ τὸ ὑπὸ τῶν ΑΔ, ΔΒ ἐστιν· ἴση γὰρ ἡ ΔΘ τῇ ΔΒ· καὶ ὁ ΜΝΞ ἄρα γνώμων ἴσος ἐστὶ τῷ ὑπὸ ΑΔ, ΔΒ. κοινὸν προσκείσθω τὸ ΛΗ, ὅ ἐστιν ἴσον τῷ ἀπὸ τῆς ΓΔ· ὁ ἄρα ΜΝΞ γνώμων καὶ τὸ ΛΗ ἴσα ἐστὶ τῷ ὑπὸ τῶν ΑΔ, ΔΒ περιεχομένῳ ὀρθογωνίῳ καὶ τῷ ἀπὸ τῆς ΓΔ τετραγώνῳ. ἀλλὰ ὁ ΜΝΞ γνώμων καὶ τὸ ΛΗ ὅλον ἐστὶ τὸ ΓΕΖΒ τετράγωνον, ὅ ἐστιν ἀπὸ τῆς ΓΒ· τὸ ἄρα ὑπὸ τῶν ΑΔ, ΔΒ περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ΓΔ τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΓΒ τετραγώνῳ. ἐὰν ἄρα εὐθεῖα γραμμὴ τμηθῇ εἰς ἴσα καὶ ἄνισα, τὸ ὑπὸ τῶν ἀνίσων τῆς ὅλης τμημάτων περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς μεταξὺ τῶν τομῶν τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ἡμισείας τετραγώνῳ· ὅπερ ἔδει δεῖξαι.
如果一条直线被分成相等和不相等的部分,则由整条线的两个不相等部分所包围的矩形,连同在两个分点之间的线段上所作的正方形之和,等于在半条线上所作的正方形。 因为,设某条直线 AB 在 C 点被分成相等的部分,在 D 点被分成不相等的部分;我说,由 AD、DB 所包围的矩形连同在 CD 上所作的正方形之和,等于在 CB 上所作的正方形。 因为,设在 CB 上作正方形 CEZB,且连接 BE,通过 D 引 DH 平行于 CE、BZ 之一,通过 Q 引 KM 再平行于 AB、EZ 之一,再通过 A 引 AK 平行于 CL、BM 之一。并且因为余形 CQ 等于余形 QZ,设共有的 DM 被加上;因此整体 CM 等于整体 DZ。但是CM 等于 AL,因为 AC 也等于 CB;因此 AL 也等于 DZ。设共有的 CQ 被加上;因此整体 AQ 等于磬折形 MNX。但是 AQ 是由 AD、DB 所包围的矩形;因为 DQ 等于 DB;因此磬折形 MNX 也等于由 AD、DB 所包围的矩形。设共有的 LH 被加上,它是等于在 CD 上所作的正方形;因此磬折形 MNX 与 LH 之和,等于由 AD、DB 所包围的矩形与在 CD 上所作的正方形之和。但是磬折形 MNX 与 LH 是整体正方形 CEZB,也就是在 CB 上所作的正方形;因此,由 AD、DB 所包围的矩形连同在 CD 上所作的正方形之和,等于在 CB 上所作的正方形。 因此,如果一条直线被分成相等和不相等的部分,则由整条线的两个不相等部分所包围的矩形连同在两个分点之间的线段上所作的正方形之和,等于在半条线上所作的正方形;这就是所要证明的。
- 2.prop.5τὸ ὑπὸ τῶν ἀνίσων τῆς ὅλης τμημάτων περιεχόμενον ὀρθογώνιον
意为“由整条线的两个不相等部分所包围的矩形”。“τὸ ὑπό...”是古希腊几何学中表示由指定线段包围的矩形的标准公式,在此处属格短语“τῶν ἀνίσων... τμημάτων”受介词“ὑπό”支配。
- 2.prop.5τετμήσθω
动词 τέμνω(分割)的第三人称单数完成被动命令形。意为“设……已被分割”,是古希腊数学文本中引入几何作图条件的特征性表达。
- 2.prop.5ὁποτέρᾳ τῶν ΓΕ, ΒΖ παράλληλος
形容词“παράλληλος”(平行的)支配代词与格“ὁποτέρᾳ”(二者之一),而该与格又带有一个属格“τῶν ΓΕ, ΒΖ”(CE、BZ的)以指明选择的对象。
- 2.prop.5γνώμονι
名词“γνώμων”(磬折形,即L形)的与格。在欧几里得几何中,它指从一个平行四边形的一角减去一个相似的较小平行四边形后剩下的L形区域。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
