- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.13#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明所构造的棱锥可内接于给定的球,且该球直径的平方是棱锥棱长平方的一倍半。随后给出了关于主证明中所用几何比例关系的引理。
Ἐκβεβλήσθω γὰρ ἐπʼ εὐθείας τῇ ΚΘ εὐθεῖα ἡ ΘΛ, καὶ κείσθω τῇ ΓΒ ἴση ἡ ΘΛ. καὶ ἐπεί ἐστιν ὡς ἡ ΑΓ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΓΔ πρὸς τὴν ΓΒ, ἴση δὲ ἡ μὲν ΑΓ τῇ ΚΘ, ἡ δὲ ΓΔ τῇ ΘΕ, ἡ δὲ ΓΒ τῇ ΘΛ, ἔστιν ἄρα ὡς ἡ ΚΘ πρὸς τὴν ΘΕ, οὕτως ἡ ΕΘ πρὸς τὴν ΘΛ· τὸ ἄρα ὑπὸ τῶν ΚΘ, ΘΛ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΕΘ. καί ἐστιν ὀρθὴ ἑκατέρα τῶν ὑπὸ ΚΘΕ, ΕΘΛ γωνιῶν· τὸ ἄρα ἐπὶ τῆς ΚΛ γραφόμενον ἡμικύκλιον ἥξει καὶ διὰ τοῦ Ε. ἐὰν δὴ μενούσης τῆς ΚΛ περιενεχθὲν τὸ ἡμικύκλιον εἰς τὸ αὐτὸ πάλιν ἀποκατασταθῇ, ὅθεν ἤρξατο φέρεσθαι, ἥξει καὶ διὰ τῶν Ζ, Η σημείων ἐπιζευγνυμένων τῶν ΖΛ, ΛΗ καὶ ὀρθῶν ὁμοίως γινομένων τῶν πρὸς τοῖς Ζ, Η γωνιῶν· καὶ ἔσται ἡ πυραμὶς σφαίρᾳ περιειλημμένη τῇ δοθείσῃ. ἡ γὰρ ΚΛ τῆς σφαίρας διάμετρος ἴση ἐστὶ τῇ τῆς δοθείσης σφαίρας διαμέτρῳ τῇ ΑΒ, ἐπειδήπερ τῇ μὲν ΑΓ ἴση κεῖται ἡ ΚΘ, τῇ δὲ ΓΒ ἡ ΘΛ. λέγω δή, ὅτι ἡ τῆς σφαίρας διάμετρος ἡμιολία ἐστὶ δυνάμει τῆς πλευρᾶς τῆς πυραμίδος. ἐπεὶ γὰρ διπλῆ ἐστιν ἡ ΑΓ τῆς ΓΒ, τριπλῆ ἄρα ἐστὶν ἡ ΑΒ τῆς ΒΓ· ἀναστρέψαντι1 ἡμιολία ἄρα ἐστὶν ἡ ΒΑ τῆς ΑΓ. ὡς δὲ ἡ ΒΑ πρὸς τὴν ΑΓ, οὕτως τὸ ἀπὸ τῆς ΒΑ πρὸς τὸ ἀπὸ τῆς ΑΔ. ἡμιόλιον ἄρα καὶ τὸ ἀπὸ τῆς ΒΑ τοῦ ἀπὸ τῆς ΑΔ. καί ἐστιν ἡ μὲν ΒΑ ἡ τῆς δοθείσης σφαίρας διάμετρος, ἡ δὲ ΑΔ ἴση τῇ πλευρᾷ τῆς πυραμίδος. ἡ ἄρα τῆς σφαίρας διάμετρος ἡμιολία ἐστὶ τῆς πλευρᾶς τῆς πυραμίδος· ὅπερ ἔδει δεῖξαι. λῆμμα δεικτέον, ὅτι ἐστὶν ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς ΑΔ πρὸς τὸ ἀπὸ τῆς ΔΓ. Ἐκκείσθω γὰρ ἡ τοῦ ἡμικυκλίου καταγραφή, καὶ ἐπεζεύχθω ἡ ΔΒ, καὶ ἀναγεγράφθω ἀπὸ τῆς ΑΓ τετράγωνον τὸ ΕΓ, καὶ συμπεπληρώσθω τὸ ΖΒ παραλληλόγραμμον. ἐπεὶ οὖν διὰ τὸ ἰσογώνιον εἶναι τὸ ΔΑΒ τρίγωνον τῷ ΔΑΓ τριγώνῳ2 ἐστὶν ὡς ἡ ΒΑ πρὸς τὴν ΑΔ, οὕτως ἡ ΔΑ πρὸς τὴν ΑΓ, τὸ ἄρα ὑπὸ τῶν ΒΑ, ΑΓ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΔ. καὶ ἐπεί ἐστιν ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὸ ΕΒ πρὸς τὸ ΒΖ, καί ἐστι τὸ μὲν ΕΒ τὸ ὑπὸ τῶν ΒΑ, ΑΓ· ἴση γὰρ ἡ ΕΑ τῇ ΑΓ· τὸ δὲ ΒΖ τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ, ὡς ἄρα ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὸ ὑπὸ τῶν ΒΑ, ΑΓ πρὸς τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ. καί ἐστι τὸ μὲν ὑπὸ τῶν ΒΑ, ΑΓ ἴσον τῷ ἀπὸ τῆς ΑΔ, τὸ δὲ ὑπὸ τῶν ΑΓΒ ἴσον τῷ ἀπὸ τῆς ΔΓ· ἡ γὰρ ΔΓ κάθετος τῶν τῆς βάσεως τμημάτων τῶν ΑΓ, ΓΒ μέση ἀνάλογόν ἐστι διὰ τὸ ὀρθὴν εἶναι τὴν ὑπὸ ΑΔΒ. ὡς ἄρα ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς ΑΔ πρὸς τὸ ἀπὸ τῆς ΔΓ· ὅπερ ἔδει δεῖξαι.
因为,设直线ThL与直线KTh在一直线上延长,且设ThL等于GB。并且因为AC对GD之比等于GD对GB之比,而AC等于KTh,GD等于ThE,GB等于ThL,所以,KTh对ThE之比等于ETh对ThL之比。因此,由KTh、ThL所包围的矩形等于ETh上的正方形。且角KThE、EThL的每一个都是直角。因此,在KL上所画的半圆也将通过E。如果在KL固定不动的情况下,半圆旋转并重新回到它开始运动的同一位置,那么因为连接了ZL、LH,且在Z、H处的角同样变成直角,它也将通过点Z、H。且该棱锥将被包围在给定的球内。因为球的直径KL等于给定球的直径AB,因为事实上KTh被设为等于AG,而ThL等于GB。那么我说,球的直径在平方上是棱锥棱长的一倍半。因为既然AC是GB的两倍,所以AB是BC的三倍;因而,通过反比(换位),BA是AC的一倍半。而BA对AC之比,等于BA上的正方形对AD上的正方形之比。所以,BA上的正方形也是AD上的正方形的一倍半。而BA是给定的球的直径,AD等于棱锥的棱长。因此,球的直径〔在平方上〕是棱锥棱长的一倍半;这就是所要证明的。引理必须证明,AB对BC之比,等于AD上的正方形对DG上的正方形之比。因为,设半圆的图形已给出,连接DB,并在AC上描正方形EG,且补足平行四边形ZB。于是,因为三角形DAB与三角形DAG等角,所以BA对AD之比,等于DA对AC之比;因此由BA、AC所包围的矩形等于AD上的正方形。又因为,AB对BC之比等于EB对BZ之比,而EB是由BA、AC所包围的矩形(因为EA等于AC),而BZ是由AC、GB所包围的矩形,所以,AB对BC之比,等于BA、AC所包围的矩形对AC、GB所包围的矩形之比。而由BA、AC所包围的矩形等于AD上的正方形,由AC、GB所包围的矩形等于DG上的正方形(因为垂线DG是底边分段AC、GB的比例中项,由于角ADB为直角)。所以,AB对BC之比,等于AD上的正方形对DG上的正方形之比;这就是所要证明的。
- 13.prop.13ἀναστρέψαντι
阳性单数不定过去时主动分词与格,用作关系与格(“对进行反转操作的人而言”),在希腊数学文本中是一个标准句式,表示比例的“反转”(conversion)操作。
- 13.prop.13διὰ τὸ ἰσογώνιον εἶναι τὸ ΔΑΒ τρίγωνον τῷ ΔΑΓ τριγώνῳ
介词 διὰ 支配由冠词修饰的宾格不定式短语 τὸ εἶναι。不定式的逻辑主语是宾格的 τὸ ΔΑΒ τρίγωνον,而 ἰσογώνιον 是与其数格一致的宾格表语形容词。τῷ ΔΑΓ τριγώνῳ 是由形容词 ἰσογώνιον 支配的与格(“与……等角”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 2 处
