← 欧几里得

几何原本

§12.prop.6#2

三棱柱的三等分分割与棱锥体积的系理

基于棱柱侧面平行四边形的对角线分割以及共有相同平面的立体的同一性,证明了三棱柱可被分割为三个相等的三棱锥。由此导出一个系理,即任何棱锥的体积都是与它等底等高的棱柱的三分之一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.prop.6#2

ἐπεζεύχθωσαν γὰρ αἱ ΒΔ, ΕΓ, ΓΔ. ἐπεὶ παραλληλόγραμμόν ἐστι τὸ ΑΒΕΔ, διάμετρος δὲ αὐτοῦ ἐστιν ἡ ΒΔ, ἴσον ἄρα ἐστὶ τὸ ΑΒΔ τρίγωνον τῷ ΕΒΔ τριγώνῳ· καὶ ἡ πυραμὶς ἄρα, ἧς βάσις μὲν τὸ ΑΒΔ τρίγωνον, κορυφὴ δὲ τὸ Γ σημεῖον, ἴση ἐστὶ πυραμίδι, ἧς βάσις μέν ἐστι τὸ ΔΕΒ τρίγωνον, κορυφὴ δὲ τὸ Γ σημεῖον. ἀλλὰ ἡ πυραμίς, ἧς βάσις μέν ἐστι τὸ ΔΕΒ τρίγωνον, κορυφὴ δὲ τὸ Γ σημεῖον, ἡ αὐτή ἐστι πυραμίδι, ἧς βάσις μέν ἐστι τὸ ΕΒΓ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον· ὑπὸ γὰρ τῶν αὐτῶν ἐπιπέδων περιέχεται.1 καὶ πυραμὶς ἄρα, ἧς βάσις μέν ἐστι τὸ ΑΒΔ τρίγωνον, κορυφὴ δὲ τὸ Γ σημεῖον, ἴση ἐστὶ πυραμίδι, ἧς βάσις μέν ἐστι τὸ ΕΒΓ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον. πάλιν, ἐπεὶ παραλληλόγραμμόν ἐστι τὸ ΖΓΒΕ, διάμετρος δέ ἐστιν αὐτοῦ ἡ ΓΕ, ἴσον ἐστὶ τὸ ΓΕΖ τρίγωνον τῷ ΓΒΕ τριγώνῳ. καὶ πυραμὶς ἄρα, ἧς βάσις μέν ἐστι τὸ ΒΓΕ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον, ἴση ἐστὶ πυραμίδι, ἧς βάσις μέν ἐστι τὸ ΕΓΖ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον. ἡ δὲ πυραμίς, ἧς βάσις μέν ἐστι τὸ ΒΓΕ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον, ἴση ἐδείχθη πυραμίδι, ἧς βάσις μέν ἐστι τὸ ΑΒΔ τρίγωνον, κορυφὴ δὲ τὸ Γ σημεῖον· καὶ πυραμὶς ἄρα, ἧς βάσις μέν ἐστι τὸ ΓΕΖ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον, ἴση ἐστὶ πυραμίδι, ἧς βάσις μὲν τὸ ΑΒΔ τρίγωνον, κορυφὴ δὲ τὸ Γ σημεῖον· διῄρηται ἄρα τὸ ΑΒΓΔΕΖ πρίσμα εἰς τρεῖς πυραμίδας ἴσας ἀλλήλαις τριγώνους ἐχούσας βάσεις. καὶ ἐπεὶ πυραμίς, ἧς βάσις μέν ἐστι τὸ ΑΒΔ τρίγωνον, κορυφὴ δὲ τὸ Γ σημεῖον, ἡ αὐτή ἐστι πυραμίδι, ἧς βάσις τὸ ΓΑΒ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον· ὑπὸ γὰρ τῶν αὐτῶν ἐπιπέδων περιέχονται· ἡ δὲ πυραμίς, ἧς βάσις τὸ ΑΒΔ τρίγωνον, κορυφὴ δὲ τὸ Γ σημεῖον, τρίτον ἐδείχθη τοῦ πρίσματος,2 οὗ βάσις τὸ ΑΒΓ τρίγωνον, ἀπεναντίον δὲ τὸ ΔΕΖ, καὶ ἡ πυραμὶς ἄρα, ἧς βάσις τὸ ΑΒΓ τρίγωνον, κορυφὴ δὲ τὸ Δ σημεῖον, τρίτον ἐστὶ τοῦ πρίσματος τοῦ ἔχοντος βάσιν τὴν αὐτὴν τὸ ΑΒΓ τρίγωνον, ἀπεναντίον δὲ τὸ ΔΕΖ. Πόρισμα ἐκ δὴ τούτου φανερόν, ὅτι πᾶσα πυραμὶς τρίτον μέρος ἐστὶ τοῦ πρίσματος τοῦ τὴν αὐτὴν βάσιν ἔχοντος αὐτῇ καὶ ὕψος ἴσον· ὅπερ ἔδει δεῖξαι.

因为,设BD、EG、GD已被连接。因为ABED是平行四边形,而BD是它的对角线,所以三角形ABD等于三角形EBD。因此,底面为三角形ABD且顶点为点G的棱锥,也等于底面为三角形DEB且顶点为点G的棱锥。但是,底面为三角形DEB且顶点为点G的棱锥,与底面为三角形EBG且顶点为点D的棱锥是同一的;因为它由相同的平面包围。因此,底面为三角形ABD且顶点为点G的棱锥,也等于底面为三角形EBG且顶点为点D的棱锥。再次,因为ZGBE是平行四边形,而GE是它的对角线,所以三角形GEZ等于三角形GBE。因此,底面为三角形BGE且顶点为点D的棱锥,也等于底面为三角形EGZ且顶点为点D的棱锥。而底面为三角形BGE且顶点为点D的棱锥,已被证明等于底面为三角形ABD且顶点为点G的棱锥;因此,底面为三角形GEZ且顶点为点D的棱锥,也等于底面为三角形ABD且顶点为点G的棱锥。因此,棱柱ABGDEZ被分割成三个彼此相等且具有三角形底面的棱锥。 又因为,底面为三角形ABD且顶点为点G的棱锥,与底面为三角形GAB且顶点为点D的棱锥是同一的;因为它们由相同的平面包围;而底面为三角形ABD且顶点为点G的棱锥,已被证明是底面为三角形ABG且对面为DEZ的棱柱的三分之一,因此,底面为三角形ABG且顶点为点D的棱锥,也是具有相同底面(即三角形ABG)且对面为DEZ的棱柱的三分之一。 系理 由此显然可知,每一个棱锥都是与它具有相同底面且等高的棱柱的三分之一;这就是所要证明的。

语法注2 条
  1. 12.prop.6ἡ αὐτή ἐστι πυραμίδι ... ὑπὸ γὰρ τῶν αὐτῶν ἐπιπέδων περιέχεται

    与格 πυραμίδι 依附于表示同一性的形容词 ἡ αὐτή(与……相同)。动词 περιέχεται 采用单数形式,强调这两种不同的描述(底面为DEB且顶点为G的棱锥,与底面为EBG且顶点为D的棱锥)实质上指的是同一个单一体(对比 ¦40¦ 处使用的复数形式 περιέχονται)。

  2. 12.prop.6τρίτον ἐδείχθη τοῦ πρίσματος

    τρίτον 是中性形容词作名词使用,表示“三分之一”。属格 τοῦ πρίσματος 是表示整体的部分属格(“棱柱的三分之一”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:12.prop.6#2