← 欧几里得

几何原本

§12.prop.2#2

关于圆面积之比的反证证明与引理

完成了圆的面积比等于直径上的正方形之比的反证法证明。同时也给出了证明中所使用的关于较大图形与圆之比的引理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.prop.2#2

ἀλλὰ καὶ ὡς τὸ ἀπὸ τῆς ΒΔ τετράγωνον πρὸς τὸ ἀπὸ τῆς ΖΘ, οὕτως ὁ ΑΒΓΔ κύκλος πρὸς τὸ Σ χωρίον· καὶ ὡς ἄρα ὁ ΑΒΓΔ κύκλος πρὸς τὸ Σ χωρίον, οὕτως τὸ ΑΞΒΟΓΠΔΡ πολύγωνον πρὸς τὸ ΕΚΖΛΗΜΘΝ πολύγωνον· ἐναλλὰξ ἄρα ὡς ὁ ΑΒΓΔ κύκλος πρὸς τὸ ἐν αὐτῷ πολύγωνον, οὕτως τὸ Σ χωρίον πρὸς τὸ ΕΚΖΛΗΜΘΝ πολύγωνον. μείζων δὲ ὁ ΑΒΓΔ κύκλος τοῦ ἐν αὐτῷ πολυγώνου· μεῖζον ἄρα καὶ τὸ Σ χωρίον τοῦ ΕΚΖΛΗΜΘΝ πολυγώνου. ἀλλὰ καὶ ἔλαττον·1 ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἐστὶν ὡς τὸ ἀπὸ τῆς ΒΔ τετράγωνον πρὸς τὸ ἀπὸ τῆς ΖΘ, οὕτως ὁ ΑΒΓΔ κύκλος πρὸς ἔλασσόν τι τοῦ ΕΖΗΘ κύκλου χωρίον. ὁμοίως δὴ δείξομεν, ὅτι οὐδὲ ὡς τὸ ἀπὸ ΖΘ πρὸς τὸ ἀπὸ ΒΔ, οὕτως ὁ ΕΖΗΘ κύκλος πρὸς ἔλασσόν τι τοῦ ΑΒΓΔ κύκλου χωρίον. λέγω δή, ὅτι οὐδὲ ὡς τὸ ἀπὸ τῆς ΒΔ πρὸς τὸ ἀπὸ τῆς ΖΘ, οὕτως ὁ ΑΒΓΔ κύκλος πρὸς μεῖζόν τι τοῦ ΕΖΗΘ κύκλου χωρίον. εἰ γὰρ δυνατόν, ἔστω πρὸς μεῖζον τὸ Σ. ἀνάπαλιν ἄρα ὡς τὸ ἀπὸ τῆς ΖΘ τετράγωνον πρὸς τὸ ἀπὸ τῆς ΔΒ, οὕτως τὸ Σ χωρίον πρὸς τὸν ΑΒΓΔ κύκλον. ἀλλʼ ὡς τὸ Σ χωρίον πρὸς τὸν ΑΒΓΔ κύκλον, οὕτως ὁ ΕΖΗΘ κύκλος πρὸς ἔλαττόν τι τοῦ ΑΒΓΔ κύκλου χωρίον· καὶ ὡς ἄρα τὸ ἀπὸ τῆς ΖΘ πρὸς τὸ ἀπὸ τῆς ΒΔ, οὕτως ὁ ΕΖΗΘ κύκλος πρὸς ἔλασσόν τι τοῦ ΑΒΓΔ κύκλου χωρίον· ὅπερ ἀδύνατον ἐδείχθη. οὐκ ἄρα ἐστὶν ὡς τὸ ἀπὸ τῆς ΒΔ τετράγωνον πρὸς τὸ ἀπὸ τῆς ΖΘ, οὕτως ὁ ΑΒΓΔ κύκλος πρὸς μεῖζόν τι τοῦ ΕΖΗΘ κύκλου χωρίον. ἐδείχθη δέ, ὅτι οὐδὲ πρὸς ἔλασσον· ἔστιν ἄρα ὡς τὸ ἀπὸ τῆς ΒΔ τετράγωνον πρὸς τὸ ἀπὸ τῆς ΖΘ, οὕτως ὁ ΑΒΓΔ κύκλος πρὸς τὸν ΕΖΗΘ κύκλον. οἱ ἄρα κύκλοι πρὸς ἀλλήλους εἰσὶν ὡς τὰ ἀπὸ τῶν διαμέτρων τετράγωνα· ὅπερ ἔδει δεῖξαι. λῆμμα λέγω δή, ὅτι τοῦ Σ χωρίου μείζονος ὄντος τοῦ ΕΖΗΘ κύκλου2 ἐστὶν ὡς τὸ Σ χωρίον πρὸς τὸν ΑΒΓΔ κύκλον, οὕτως ὁ ΕΖΗΘ κύκλος πρὸς ἔλαττόν τι τοῦ ΑΒΓΔ κύκλου χωρίον. γεγονέτω γὰρ ὡς τὸ Σ χωρίον πρὸς τὸν ΑΒΓΔ κύκλον, οὕτως ὁ ΕΖΗΘ κύκλος πρὸς τὸ Τ χωρίον. λέγω, ὅτι ἔλαττόν ἐστι τὸ Τ χωρίον τοῦ ΑΒΓΔ κύκλου. ἐπεὶ γάρ ἐστιν ὡς τὸ Σ χωρίον πρὸς τὸν ΑΒΓΔ κύκλον, οὕτως ὁ ΕΖΗΘ κύκλος πρὸς τὸ Τ χωρίον, ἐναλλάξ ἐστιν ὡς τὸ Σ χωρίον πρὸς τὸν ΕΖΗΘ κύκλον, οὕτως ὁ ΑΒΓΔ κύκλος πρὸς τὸ Τ χωρίον. μεῖζον δὲ τὸ Σ χωρίον τοῦ ΕΖΗΘ κύκλου· μείζων ἄρα καὶ ὁ ΑΒΓΔ κύκλος τοῦ Τ χωρίου. ὥστε ἐστὶν ὡς τὸ Σ χωρίον πρὸς τὸν ΑΒΓΔ κύκλον, οὕτως ὁ ΕΖΗΘ κύκλος πρὸς ἔλαττόν τι τοῦ ΑΒΓΔ κύκλου χωρίον· ὅπερ ἔδει δεῖξαι.

但是,BD上的正方形对ZQ上的正方形,等于圆ABGD对图形S;因此,圆ABGD对图形S,等于多边形AXBOGPDR对多边形EKZLHMQN;因此,交互比例,圆ABGD对内接多边形,等于图形S对多边形EKZLHMQN。而圆ABGD大于其内接多边形;因此,图形S也大于多边形EKZLHMQN。但是[图形S]也小于[多边形];这是不可能的。因此,BD上的正方形对ZQ上的正方形,不等于圆ABGD对某个小于圆EZHQ的图形。同样,我们也将证明,ZQ上的[正方形]对BD上的[正方形],也不等于圆EZHQ对某个小于圆ABGD的图形。 我说,BD上的[正方形]对ZQ上的[正方形],也不等于圆ABGD对某个大于圆EZHQ的图形。 因为,如果可能,设对较大的[图形]S。因此,反比例,ZQ上的正方形对DB上的正方形,等于图形S对圆ABGD。但是,图形S对圆ABGD,等于圆EZHQ对某个小于圆ABGD的图形;因此,ZQ上的[正方形]对BD上的[正方形],也等于圆EZHQ对某个小于圆ABGD的图形;这已被证明是不可能的。因此,BD上的正方形对ZQ上的正方形,不等于圆ABGD对某个大于圆EZHQ的图形。且已证明也不对较小者;因此,BD上的正方形对ZQ上的正方形,等于圆ABGD对圆 EZHQ。 因此,圆彼此之比,等于直径上的正方形之比;这就是所要证明的。 引理 我说,当图形S大于圆EZHQ时,图形S对圆ABGD,等于圆EZHQ对某个小于圆ABGD的图形。 因为,设图形S对圆ABGD,等于圆EZHQ对图形T。我说,图形T小于圆ABGD。因为,由于图形S对圆ABGD,等于圆EZHQ对图形T,交互比例,图形S对圆EZHQ,等于圆ABGD对图形T。而图形S大于圆EZHQ;因此圆ABGD也大于图形T。所以,图形S对圆ABGD,等于圆EZHQ对某个小于圆ABGD的图形;这就是所要证明的。

语法注2 条
  1. 12.prop.2ἀλλὰ καὶ ἔλαττον

    此处省略了主语“图形S”(τὸ Σ χωρίον)和比较对象“多边形EKZLHMQN”(τοῦ ΕΚΖΛΗΜΘΝ πολυγώνου)。在前一个分块中已确立多边形大于图形S(即图形S小于多边形),在此处形成矛盾。

  2. 12.prop.2τοῦ Σ χωρίου μείζονος ὄντος τοῦ ΕΖΗΘ κύκλου

    这是一个独立属格结构(名词 τοῦ Σ χωρίου + 分词 ὄντος + 补足语 μείζονος),其中 τοῦ ΕΖΗΘ κύκλου 是比较属格(“比圆EZHQ”)。它表示前提假设:“当图形S大于圆EZHQ时”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:12.prop.2#2