← 欧几里得

几何原本

§12.prop.15

等体圆锥与圆柱底面和高的反比关系

利用截取高度的等效作图,证明了在相等的圆锥和圆柱中底面与高度成反比例,反之亦然。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.prop.15

τῶν ἴσων κώνων καὶ κυλίνδρων1 ἀντιπεπόνθασιν αἱ βάσεις τοῖς ὕψεσιν· καὶ ὧν κώνων καὶ κυλίνδρων2 ἀντιπεπόνθασιν αἱ βάσεις τοῖς ὕψεσιν, ἴσοι εἰσὶν ἐκεῖνοι. ἔστωσαν ἴσοι κῶνοι καὶ κύλινδροι, ὧν βάσεις μὲν οἱ ΑΒΓΔ, ΕΖΗΘ κύκλοι, διάμετροι δὲ αὐτῶν αἱ ΑΓ, ΕΗ, ἄξονες δὲ οἱ ΚΛ, ΜΝ, οἵτινες καὶ ὕψη εἰσὶ τῶν κώνων ἢ κυλίνδρων, καὶ συμπεπληρώσθωσαν οἱ ΑΞ, ΕΟ κύλινδροι. λέγω, ὅτι τῶν ΑΞ, ΕΟ κυλίνδρων ἀντιπεπόνθασιν αἱ βάσεις τοῖς ὕψεσιν, καί ἐστιν ὡς ἡ ΑΒΓΔ βάσις πρὸς τὴν ΕΖΗΘ βάσιν, οὕτως τὸ ΜΝ ὕψος πρὸς τὸ ΚΛ ὕψος. τὸ γὰρ ΛΚ ὕψος τῷ ΜΝ ὕψει ἤτοι ἴσον ἐστὶν ἢ οὔ. ἔστω πρότερον ἴσον. ἔστι δὲ καὶ ὁ ΑΞ κύλινδρος τῷ ΕΟ κυλίνδρῳ ἴσος. οἱ δὲ ὑπὸ τὸ αὐτὸ ὕψος ὄντες κῶνοι καὶ κύλινδροι πρὸς ἀλλήλους εἰσὶν ὡς αἱ βάσεις· ἴση ἄρα καὶ ἡ ΑΒΓΔ βάσις τῇ ΕΖΗΘ βάσει. ὥστε καὶ ἀντιπέπονθεν, ὡς ἡ ΑΒΓΔ βάσις πρὸς τὴν ΕΖΗΘ βάσιν, οὕτως τὸ ΜΝ ὕψος πρὸς τὸ ΚΛ ὕψος. ἀλλὰ δὴ μὴ ἔστω τὸ ΛΚ ὕψος τῷ ΜΝ ἴσον, ἀλλʼ ἔστω μεῖζον τὸ ΜΝ, καὶ ἀφῃρήσθω ἀπὸ τοῦ ΜΝ ὕψους τῷ ΚΛ ἴσον τὸ ΠΝ, καὶ διὰ τοῦ Π σημείου τετμήσθω ὁ ΕΟ κύλινδρος ἐπιπέδῳ τῷ ΤΥΣ παραλλήλῳ τοῖς τῶν ΕΖΗΘ, ΡΟ κύκλων ἐπιπέδοις, καὶ ἀπὸ βάσεως μὲν τοῦ ΕΖΗΘ κύκλου, ὕψους δὲ τοῦ ΝΠ κύλινδρος νενοήσθω ὁ ΕΣ. καὶ ἐπεὶ ἴσος ἐστὶν ὁ ΑΞ κύλινδρος τῷ ΕΟ κυλίνδρῳ, ἔστιν ἄρα ὡς ὁ ΑΞ κύλινδρος πρὸς τὸν ΕΣ κύλινδρον, οὕτως ὁ ΕΟ κύλινδρος πρὸς τὸν ΕΣ κύλινδρον. ἀλλʼ ὡς μὲν ὁ ΑΞ κύλινδρος πρὸς τὸν ΕΣ κύλινδρον, οὕτως ἡ ΑΒΓΔ βάσις πρὸς τὴν ΕΖΗΘ· ὑπὸ γὰρ τὸ αὐτὸ ὕψος εἰσὶν οἱ ΑΞ, ΕΣ κύλινδροι· ὡς δὲ ὁ ΕΟ κύλινδρος πρὸς τὸν ΕΣ, οὕτως τὸ ΜΝ ὕψος πρὸς τὸ ΠΝ ὕψος· ὁ γὰρ ΕΟ κύλινδρος ἐπιπέδῳ τέτμηται παραλλήλῳ ὄντι τοῖς ἀπεναντίον ἐπιπέδοις. ἔστιν ἄρα καὶ ὡς ἡ ΑΒΓΔ βάσις πρὸς τὴν ΕΖΗΘ βάσιν, οὕτως τὸ ΜΝ ὕψος πρὸς τὸ ΠΝ ὕψος. ἴσον δὲ τὸ ΠΝ ὕψος τῷ ΚΛ ὕψει· ἔστιν ἄρα ὡς ἡ ΑΒΓΔ βάσις πρὸς τὴν ΕΖΗΘ βάσιν, οὕτως τὸ ΜΝ ὕψος πρὸς τὸ ΚΛ ὕψος. τῶν ἄρα ΑΞ, ΕΟ κυλίνδρων ἀντιπεπόνθασιν αἱ βάσεις τοῖς ὕψεσιν. ἀλλὰ δὴ τῶν ΑΞ, ΕΟ κυλίνδρων ἀντιπεπονθέτωσαν αἱ βάσεις τοῖς ὕψεσιν, καὶ ἔστω ὡς ἡ ΑΒΓΔ βάσις πρὸς τὴν ΕΖΗΘ βάσιν, οὕτως τὸ ΜΝ ὕψος πρὸς τὸ ΚΛ ὕψος· λέγω, ὅτι ἴσος ἐστὶν ὁ ΑΞ κύλινδρος τῷ ΕΟ κυλίνδρῳ. τῶν γὰρ αὐτῶν κατασκευασθέντων3 ἐπεί ἐστιν ὡς ἡ ΑΒΓΔ βάσις πρὸς τὴν ΕΖΗΘ βάσιν, οὕτως τὸ ΜΝ ὕψος πρὸς τὸ ΚΛ ὕψος, ἴσον δὲ τὸ ΚΛ ὕψος τῷ ΠΝ ὕψει, ἔστιν ἄρα ὡς ἡ ΑΒΓΔ βάσις πρὸς τὴν ΕΖΗΘ βάσιν, οὕτως τὸ ΜΝ ὕψος πρὸς τὸ ΠΝ ὕψος. ἀλλʼ ὡς μὲν ἡ ΑΒΓΔ βάσις πρὸς τὴν ΕΖΗΘ βάσιν, οὕτως ὁ ΑΞ κύλινδρος πρὸς τὸν ΕΣ κύλινδρον· ὑπὸ γὰρ τὸ αὐτὸ ὕψος εἰσίν· ὡς δὲ τὸ ΜΝ ὕψος πρὸς τὸ ΠΝ, οὕτως ὁ ΕΟ κύλινδρος πρὸς τὸν ΕΣ κύλινδρον· ἔστιν ἄρα ὡς ὁ ΑΞ κύλινδρος πρὸς τὸν ΕΣ κύλινδρον, οὕτως ὁ ΕΟ κύλινδρος πρὸς τὸν ΕΣ. ἴσος ἄρα ὁ ΑΞ κύλινδρος τῷ ΕΟ κυλίνδρῳ. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν κώνων· ὅπερ ἔδει δεῖξαι.

在相等的圆锥和圆柱中,底面与高度成反比例;而那些底面与高度成反比例的圆锥和圆柱是相等的。 设有一些相等的圆锥和圆柱,其底面为圆ABGD、EZHTh,直径为AG、EH,轴为KL、MN(它们也是圆锥或圆柱的高度),并设圆柱AX、EO被补足。我说,对于圆柱AX、EO,其底面与高度成反比例,且正如底面ABGD比于底面EZHTh,高度MN也比于高度KL。 因为,高度LK要么等于高度MN,要么不等于。首先设它相等。但圆柱AX也等于圆柱EO。而在相同高度下的圆锥和圆柱,其体积之比等于底面之比;因此底面ABGD也等于底面EZHTh。从而反比例关系也成立,正如底面ABGD比于底面EZHTh,高度MN也比于高度KL。但现在设高度LK不等于MN,而设MN较大,且从高度MN中截取等于KL的PN,并通过点P,设圆柱EO被平行于圆EZHTh、RO之平面的平面TYS所截,并设想在圆EZHTh之底面上且高度为NP的圆柱ES。又因为圆柱AX等于圆柱EO,所以,正如圆柱AX比于圆柱ES,圆柱EO也比于圆柱ES。但正如圆柱AX比于圆柱ES,底面ABGD也比于EZHTh;因为圆柱AX、ES在相同的高度下;而正如圆柱EO比于ES,高度MN也比于高度PN;因为圆柱EO被平行于相对面的平面所截。因此,正如底面ABGD比于底面EZHTh,高度MN也比于高度PN。但高度PN等于高度KL;因此,正如底面ABGD比于底面EZHTh,高度MN也比于高度KL。因此,对于圆柱AX、EO,其底面与高度成反比例。 但现在设圆柱AX、EO的底面与高度成反比例,且正如底面ABGD比于底面EZHTh,高度MN也比于高度KL;我说,圆柱AX等于圆柱EO。 因为在同样的作图下,既然正如底面ABGD比于底面EZHTh,高度MN也比于高度KL,且高度KL等于高度PN,所以,正如底面ABGD比于底面EZHTh,高度MN也比于高度PN。但正如底面ABGD比于底面EZHTh,圆柱AX也比于圆柱ES;因为它们在相同的高度下;而正如高度MN比于PN,圆柱EO也比于圆柱ES;因此,正如圆柱AX比于圆柱ES,圆柱EO也比于圆柱ES。因此,圆柱AX等于圆柱EO。对于圆锥也同样可以证明;这就是所要证明的。

语法注3 条
  1. 12.prop.15τῶν ἴσων κώνων καὶ κυλίνδρων

    关系或范围属格,用于确立后续“底面与高度成反比例”这一命题所适用的对象范围(即“在相等的圆锥和圆柱中”)。

  2. 12.prop.15ὧν κώνων καὶ κυλίνδρων

    逆同化(inverse attraction)的例子。关系代词 ὧν 将先行词(原本对应于主句 ἐκεῖνοι 的名词)吸引到关系子句中,并使其格(属格)与之保持一致。结构上等同于 ἐκεῖνοι οἱ κῶνοι καὶ κύλινδροι, ὧν...

  3. 12.prop.15τῶν αὐτῶν κατασκευασθέντων

    属格绝对(genitive absolute)结构,意为“在进行同样作图的情况下”,指直接复用前半部分证明中所确立的辅助线和立体(在点P处截开、构造圆柱ES等)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:12.prop.15