- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:11.prop.9-11.prop.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在命题9中,证明了与第三条直线平行且不在同一平面内的两条直线彼此平行。在命题10中,证明了不在同一平面内的两个角,如果它们的边分别平行,则这两个角相等。
αἱ τῇ αὐτῇ εὐθείᾳ παράλληλοι καὶ μὴ οὖσαι αὐτῇ ἐν τῷ αὐτῷ ἐπιπέδῳ1 καὶ ἀλλήλαις εἰσὶ παράλληλοι. ἔστω γὰρ ἑκατέρα τῶν ΑΒ, ΓΔ τῇ ΕΖ παράλληλος μὴ οὖσαι αὐτῇ ἐν τῷ αὐτῷ ἐπιπέδῳ· λέγω, ὅτι παράλληλός ἐστιν ἡ ΑΒ τῇ ΓΔ. εἰλήφθω γὰρ ἐπὶ τῆς ΕΖ τυχὸν σημεῖον τὸ Η, καὶ ἀπʼ αὐτοῦ τῇ ΕΖ ἐν μὲν τῷ διὰ τῶν ΕΖ, ΑΒ ἐπιπέδῳ πρὸς ὀρθὰς ἤχθω ἡ ΗΘ,2 ἐν δὲ τῷ διὰ τῶν ΖΕ, ΓΔ τῇ ΕΖ πάλιν πρὸς ὀρθὰς ἤχθω ἡ ΗΚ. καὶ ἐπεὶ ἡ ΕΖ πρὸς ἑκατέραν τῶν ΗΘ, ΗΚ ὀρθή ἐστιν, ἡ ΕΖ ἄρα καὶ τῷ διὰ τῶν ΗΘ, ΗΚ ἐπιπέδῳ πρὸς ὀρθάς ἐστιν. καί ἐστιν ἡ ΕΖ τῇ ΑΒ παράλληλος· καὶ ἡ ΑΒ ἄρα τῷ διὰ τῶν ΘΗΚ ἐπιπέδῳ πρὸς ὀρθάς ἐστιν. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΓΔ τῷ διὰ τῶν ΘΗΚ ἐπιπέδῳ πρὸς ὀρθάς ἐστιν· ἑκατέρα ἄρα τῶν ΑΒ, ΓΔ τῷ διὰ τῶν ΘΗΚ ἐπιπέδῳ πρὸς ὀρθάς ἐστιν. ἐὰν δὲ δύο εὐθεῖαι τῷ αὐτῷ ἐπιπέδῳ πρὸς ὀρθὰς ὦσιν, παράλληλοί εἰσιν αἱ εὐθεῖαι· παράλληλος ἄρα ἐστὶν ἡ ΑΒ τῇ ΓΔ· ὅπερ ἔδει δεῖξαι.
与同一条直线平行、且不与它在同一个平面内的直线,它们彼此也平行。因为,设 ΑΒ、ΓΔ 中的每一条都平行于 ΕΖ,且不与它在同一个平面内;我说,ΑΒ 平行于 ΓΔ。因为,设在 ΕΖ 上任意取一个点 Η,且从它出发,在通过 ΕΖ、ΑΒ 的平面内引出垂直于 ΕΖ 的 ΗΘ,而在通过 ΖΕ、ΓΔ 的平面内,再次引出垂直于 ΕΖ 的 ΗΚ。又因为 ΕΖ 垂直于 ΗΘ、ΗΚ 中的每一条,所以 ΕΖ 也与通过 ΗΘ、ΗΚ 的平面垂直。而 ΕΖ平行于 ΑΒ;所以 ΑΒ 也与通过 ΘΗΚ 的平面垂直。由于同样的原因,ΓΔ 也与通过 ΘΗΚ 的平面垂直;所以 ΑΒ、ΓΔ 中的每一条都与通过 ΘΗΚ 的平面垂直。如果两条直线与同一个平面垂直,则这两条直线平行;所以 ΑΒ 平行于 ΓΔ;这就是所要证明的。
ἐὰν δύο εὐθεῖαι ἁπτόμεναι ἀλλήλων παρὰ δύο εὐθείας3 ἁπτομένας ἀλλήλων ὦσι μὴ ἐν τῷ αὐτῷ ἐπιπέδῳ, ἴσας γωνίας περιέξουσιν. δύο γὰρ εὐθεῖαι αἱ ΑΒ, ΒΓ ἁπτόμεναι ἀλλήλων παρὰ δύο εὐθείας τὰς ΔΕ, ΕΖ ἁπτομένας ἀλλήλων ἔστωσαν μὴ ἐν τῷ αὐτῷ ἐπιπέδῳ· λέγω, ὅτι ἴση ἐστὶν ἡ ὑπὸ ΑΒΓ γωνία τῇ ὑπὸ ΔΕΖ. Ἀπειλήφθωσαν γὰρ αἱ ΒΑ, ΒΓ, ΕΔ, ΕΖ ἴσαι ἀλλήλαις, καὶ ἐπεζεύχθωσαν αἱ ΑΔ, ΓΖ, ΒΕ, ΑΓ, ΔΖ. καὶ ἐπεὶ ἡ ΒΑ τῇ ΕΔ ἴση ἐστὶ καὶ παράλληλος, καὶ ἡ ΑΔ ἄρα τῇ ΒΕ ἴση ἐστὶ καὶ παράλληλος. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΓΖ τῇ ΒΕ ἴση ἐστὶ καὶ παράλληλος· ἑκατέρα ἄρα τῶν ΑΔ, ΓΖ τῇ ΒΕ ἴση ἐστὶ καὶ παράλληλος. αἱ δὲ τῇ αὐτῇ εὐθείᾳ παράλληλοι καὶ μὴ οὖσαι αὐτῇ ἐν τῷ αὐτῷ ἐπιπέδῳ καὶ ἀλλήλαις εἰσὶ παράλληλοι· παράλληλος ἄρα ἐστὶν ἡ ΑΔ τῇ ΓΖ καὶ ἴση. καὶ ἐπιζευγνύουσιν αὐτὰς αἱ ΑΓ, ΔΖ· καὶ ἡ ΑΓ ἄρα τῇ ΔΖ ἴση ἐστὶ καὶ παράλληλος. καὶ ἐπεὶ δύο αἱ ΑΒ, ΒΓ δυσὶ ταῖς ΔΕ, ΕΖ ἴσαι εἰσίν, καὶ βάσις ἡ ΑΓ βάσει τῇ ΔΖ ἴση, γωνία ἄρα ἡ ὑπὸ ΑΒΓ γωνίᾳ τῇ ὑπὸ ΔΕΖ ἐστιν ἴση. ἐὰν ἄρα δύο εὐθεῖαι ἁπτόμεναι ἀλλήλων παρὰ δύο εὐθείας ἁπτομένας ἀλλήλων ὦσι μὴ ἐν τῷ αὐτῷ ἐπιπέδῳ, ἴσας γωνίας περιέξουσιν· ὅπερ ἔδει δεῖξαι.
如果两条相交直线平行于另外两条相交直线,且不在同一个平面内,则它们将夹等角。因为,设两条相交直线 ΑΒ、ΒΓ平行于两条相交直线 ΔΕ、ΕΖ,且不在同一个平面内;我说,角 ΑΒΓ 等于角 ΔΕΖ。因为,设ΒΑ、ΒΓ、ΕΔ、ΕΖ 彼此截取相等,且连结 ΑΔ、ΓΖ、ΒΕ、ΑΓ、ΔΖ。又因为 ΒΑ 等于且平行于 ΕΔ,所以ΑΔ 也等于且平行于 ΒΕ。由于同样的原因,ΓΖ 也等于且平行于 ΒΕ;所以 ΑΔ、ΓΖ 中的每一条都等于且平行于 ΒΕ。而与同一条直线平行、且不与它在同一个平面内的直线,它们彼此也平行;所以ΑΔ 平行于 ΓΖ 且相等。而 ΑΓ、ΔΖ 连结它们;所以 ΑΓ 也等于且平行于 ΔΖ。又因为两条边 ΑΒ、ΒΓ 分别等于两条边 ΔΕ、ΕΖ,且底边 ΑΓ 等于底边 ΔΖ,所以角 ΑΒΓ 等于角 ΔΕΖ。因此,如果两条相交直线平行于另外两条相交直线,且不在同一个平面内,则它们将夹等角;这就是所要证明的。
- 11.prop.9μὴ οὖσαι αὐτῇ ἐν τῷ αὐτῷ ἐπιπέδῳ
分词 οὖσαι(εἰμί 的现在时阴性复数主格)与主语(从 ἑκατέρα τῶν ΑΒ, ΓΔ 意念上视为复数)一致,表示让步或条件。αὐτῇ 是指向 ΕΖ 的与格。
- 11.prop.9τῇ ΕΖ ἐν μὲν τῷ διὰ τῶν ΕΖ, ΑΒ ἐπιπέδῳ πρὸς ὀρθὰς ἤχθω ἡ ΗΘ
尽管存在语序倒装(hyperbaton),其语法结构仍以 ἤχθω 为主动词,ἡ ΗΘ 为主语,而状语短语 τῇ ΕΖ πρὸς ὀρθὰς(“与 ΕΖ 成直角”)被分离排列。
- 11.prop.10παρὰ δύο εὐθείας
介词 παρά 接宾格(δύο εὐθείας)在此处用于几何学意义,表示“平行于”。
