← 欧几里得

几何原本

§11.prop.35#2

倾斜直线所夹角相等之证明与垂线相等推论

完成了关于从两平面角立起的浮空直线其垂足到顶点的连线与该浮空直线所夹角相等的证明,并导出一条推论:若浮空直线等长,则其引至平面的垂线也相等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.prop.35#2

​. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ μὲν ΑΓ τῇ ΔΖ, ἡ δὲ ΑΒ τῇ ΔΕ, δύο δὴ αἱ ΓΑ, ΑΒ δυσὶ ταῖς ΖΔ, ΔΕ ἴσαι εἰσίν.1 ἀλλὰ καὶ γωνία ἡ ὑπὸ ΓΑΒ γωνίᾳ τῇ ὑπὸ ΖΔΕ ἐστιν ἴση· βάσις ἄρα ἡ ΒΓ βάσει τῇ ΕΖ ἴση ἐστὶ καὶ τὸ τρίγωνον τῷ τριγώνῳ καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις· ἴση ἄρα ἡ ὑπὸ ΑΓΒ γωνία τῇ ὑπὸ ΔΖΕ. ἔστι δὲ καὶ ὀρθὴ ἡ ὑπὸ ΑΓΚ ὀρθῇ τῇ ὑπὸ ΔΖΝ ἴση· καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΒΓΚ λοιπῇ τῇ ὑπὸ ΕΖΝ ἐστιν ἴση. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ ΓΒΚ τῇ ὑπὸ ΖΕΝ ἐστιν ἴση. δύο δὴ τρίγωνά ἐστι τὰ ΒΓΚ, ΕΖΝ δύο γωνίας δυσὶ γωνίαις ἴσας ἔχοντα ἑκατέραν ἑκατέρᾳ καὶ μίαν πλευρὰν μιᾷ πλευρᾷ ἴσην τὴν πρὸς ταῖς ἴσαις γωνίαις τὴν ΒΓ τῇ ΕΖ·2 καὶ τὰς λοιπὰς ἄρα πλευρὰς ταῖς λοιπαῖς πλευραῖς ἴσας ἕξουσιν. ἴση ἄρα ἐστὶν ἡ ΓΚ τῇ ΖΝ. ἔστι δὲ καὶ ἡ ΑΓ τῇ ΔΖ ἴση· δύο δὴ αἱ ΑΓ, ΓΚ δυσὶ ταῖς ΔΖ, ΖΝ ἴσαι εἰσίν· καὶ ὀρθὰς γωνίας περιέχουσιν. βάσις ἄρα ἡ ΑΚ βάσει τῇ ΔΝ ἴση ἐστίν. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΘ τῇ ΔΜ, ἴσον ἐστὶ καὶ τὸ ἀπὸ τῆς ΑΘ τῷ ἀπὸ τῆς ΔΜ. ἀλλὰ τῷ μὲν ἀπὸ τῆς ΑΘ ἴσα ἐστὶ τὰ ἀπὸ τῶν ΑΚ, ΚΘ· ὀρθὴ γὰρ ἡ ὑπὸ ΑΚΘ· τῷ δὲ ἀπὸ τῆς ΔΜ ἴσα τὰ ἀπὸ τῶν ΔΝ, ΝΜ· ὀρθὴ γὰρ ἡ ὑπὸ ΔΝΜ· τὰ ἄρα ἀπὸ τῶν ΑΚ, ΚΘ ἴσα ἐστὶ τοῖς ἀπὸ τῶν ΔΝ, ΝΜ, ὧν τὸ ἀπὸ τῆς ΑΚ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΔΝ·3 λοιπὸν ἄρα τὸ ἀπὸ τῆς ΚΘ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΝΜ· ἴση ἄρα ἡ ΘΚ τῇ ΜΝ. καὶ ἐπεὶ δύο αἱ ΘΑ, ΑΚ δυσὶ ταῖς ΜΔ, ΔΝ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ, καὶ βάσις ἡ ΘΚ βάσει τῇ ΜΝ ἐδείχθη ἴση, γωνία ἄρα ἡ ὑπὸ ΘΑΚ γωνίᾳ τῇ ὑπὸ ΜΔΝ ἐστιν ἴση. ἐὰν ἄρα ὦσι δύο γωνίαι ἐπίπεδοι ἴσαι καὶ τὰ ἑξῆς τῆς προτάσεως. Πόρισμα ἐκ δὴ τούτου φανερόν, ὅτι, ἐὰν ὦσι δύο γωνίαι ἐπίπεδοι ἴσαι, ἐπισταθῶσι δὲ ἐπʼ αὐτῶν μετέωροι εὐθεῖαι ἴσαι ἴσας γωνίας περιέχουσαι μετὰ τῶν ἐξ ἀρχῆς εὐθειῶν ἑκατέραν ἑκατέρᾳ, αἱ ἀπʼ αὐτῶν κάθετοι ἀγόμεναι ἐπὶ τὰ ἐπίπεδα, ἐν οἷς εἰσιν αἱ ἐξ ἀρχῆς γωνίαι, ἴσαι ἀλλήλαις εἰσίν. ὅπερ ἔδει δεῖξαι.

​. 因此,因为AG 等于 DZ,且 AB 等于 DE,两条直线 GA, AB 等于两条直线 ZD, DE。但是角 GAB 也等于角 ZDE;因此底边 BG 等于底边 EZ,且三角形等于三角形,其余的角等于其余的角;因此,角AGB 等于角 DZE。而且直角 AGK 也等于直角 DZN;因此其余的角 BGK 也等于其余的角 EZN。由于同样的原因,角 GBK 也等于角 ZEN。现在有两个三角形 BGK, EZN,具有两角分别等于两角,且一边等于一边,即邻接于等角的边 BG 等于 EZ;因此它们也将有其余各边分别等于其余各边。因此 GK 等于 ZN。而且 AG 也等于 DZ;因此两条直线 AG, GK 等于两条直线 DZ, ZN;并且它们夹直角。因此底边 AK 等于底边 DN。并且因为 AQ 等于 DM,所以 AQ 上的正方形也等于 DM 上的正方形。但是 AK, KQ 上的正方形之和等于 AQ 上的正方形;因为角 AKQ 是直角;而 DN, NM 上的正方形之和等于 DM 上的正方形;因为角 DNM 是直角;因此,AK, KQ 上的正方形之和等于 DN, NM 上的正方形之和,其中 AK 上的正方形等于 DN 上的正方形;因此其余 KQ 上的正方形等于 NM 上的正方形;因此 QK 等于 MN。并且因为两条 QA, AK 分别等于两条 MD, DN,且底边 QK 已被证明等于底边 MN,因此角 QAK 等于角 MDN。 因此,如果两个平面角相等,以及本命题接下来的部分。 推论 由此确实明显的是,如果两个平面角相等,且在它们上面立起相等的浮空直线,与原直线各夹等角,则从它们向原角所在的平面引的垂线彼此相等。这就是所要证明的。

语法注3 条
  1. 11.prop.35δύο δὴ αἱ ΓΑ, ΑΒ δυσὶ ταῖς ΖΔ, ΔΕ ἴσαι εἰσίν

    此处使用与格 δυσί 配合复数主语,表示两组对应边(ΓΑ 与 ΖΔ、ΑΒ 与 ΔΕ)分别相等。这是为了应用命题 I.4(两边及其夹角对应相等)而作的前提陈述。

  2. 11.prop.35τὴν πρὸς ταῖς ἴσαις γωνίαις τὴν ΒΓ τῇ ΕΖ

    介词短语“πρός + 与格”表示“邻接于……”。此处用以指明邻接于两个等角的边,对应三角形全等判定定理(命题 I.26,角边角或角角边)。

  3. 11.prop.35ὧν τὸ ἀπὸ τῆς ΑΚ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΔΝ

    关系代名词属格 ὧν(“其中”)是部分属格,指代前述等式两端的项。此处通过在等式两边减去相等的正方形(AK 上的正方形等于 DN 上的正方形),利用等量减等量差相等的公理来推导余项相等。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:11.prop.35#2