- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop3.97
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明了当一个等于离线上正方形的矩形贴合到一条有理线上时,作为其宽度的边是一条第一离线。
τὸ ἀπὸ ἀποτομῆς1 παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ ἀποτομὴν πρώτην. ἔστω ἀποτομὴ ἡ ΑΒ, ῥητὴ δὲ ἡ ΓΔ, καὶ τῷ ἀπὸ τῆς ΑΒ ἴσον παρὰ τὴν ΓΔ παραβεβλήσθω τὸ ΓΕ πλάτος ποιοῦν τὴν ΓΖ· λέγω, ὅτι ἡ ΓΖ ἀποτομή ἐστι πρώτη. ἔστω γὰρ τῇ ΑΒ προσαρμόζουσα ἡ ΒΗ· αἱ ἄρα ΑΗ, ΗΒ ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι. καὶ τῷ μὲν ἀπὸ τῆς ΑΗ ἴσον παρὰ τὴν ΓΔ παραβεβλήσθω τὸ ΓΘ, τῷ δὲ ἀπὸ τῆς ΒΗ τὸ ΚΛ. ὅλον ἄρα τὸ ΓΛ ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν ΑΗ, ΗΒ· ὧν τὸ ΓΕ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΒ· λοιπὸν ἄρα τὸ ΖΛ ἴσον ἐστὶ τῷ δὶς ὑπὸ τῶν ΑΗ, ΗΒ. τετμήσθω ἡ ΖΜ δίχα κατὰ τὸ Ν σημεῖον, καὶ ἤχθω διὰ τοῦ Ν τῇ ΓΔ παράλληλος ἡ ΝΞ· ἑκάτερον ἄρα τῶν ΖΞ, ΛΝ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΑΗ, ΗΒ. καὶ ἐπεὶ τὰ ἀπὸ τῶν ΑΗ, ΗΒ ῥητά ἐστιν, καί ἐστι τοῖς ἀπὸ τῶν ΑΗ, ΗΒ ἴσον τὸ ΔΜ,2 ῥητὸν ἄρα ἐστὶ τὸ ΔΜ. καὶ παρὰ ῥητὴν τὴν ΓΔ παραβέβληται πλάτος ποιοῦν τὴν ΓΜ· ῥητὴ ἄρα ἐστὶν ἡ ΓΜ καὶ σύμμετρος τῇ ΓΔ μήκει. πάλιν, ἐπεὶ μέσον ἐστὶ τὸ δὶς ὑπὸ τῶν ΑΗ, ΗΒ, καὶ τῷ δὶς ὑπὸ τῶν ΑΗ, ΗΒ ἴσον τὸ ΖΛ, μέσον ἄρα τὸ ΖΛ. καὶ παρὰ ῥητὴν τὴν ΓΔ παράκειται πλάτος ποιοῦν τὴν ΖΜ· ῥητὴ ἄρα ἐστὶν ἡ ΖΜ καὶ ἀσύμμετρος τῇ ΓΔ μήκει. καὶ ἐπεὶ τὰ μὲν ἀπὸ τῶν ΑΗ, ΗΒ ῥητά ἐστιν, τὸ δὲ δὶς ὑπὸ τῶν ΑΗ, ΗΒ μέσον, ἀσύμμετρα ἄρα ἐστὶ τὰ ἀπὸ τῶν ΑΗ, ΗΒ τῷ δὶς ὑπὸ τῶν ΑΗ, ΗΒ. καὶ τοῖς μὲν ἀπὸ τῶν ΑΗ, ΗΒ ἴσον ἐστὶ τὸ ΓΛ, τῷ δὲ δὶς ὑπὸ τῶν ΑΗ, ΗΒ τὸ ΖΛ· ἀσύμμετρον ἄρα ἐστὶ τὸ ΔΜ τῷ ΖΛ. ὡς δὲ τὸ ΔΜ πρὸς τὸ ΖΛ, οὕτως ἐστὶν ἡ ΓΜ πρὸς τὴν ΖΜ. ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΓΜ τῇ ΖΜ μήκει. καί εἰσιν ἀμφότεραι ῥηταί· αἱ ἄρα ΓΜ, ΜΖ ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἡ ΓΖ ἄρα ἀποτομή ἐστιν. λέγω δή, ὅτι καὶ πρώτη. ἐπεὶ γὰρ τῶν ἀπὸ τῶν ΑΗ, ΗΒ μέσον ἀνάλογόν ἐστι τὸ ὑπὸ τῶν ΑΗ, ΗΒ, καί ἐστι τῷ μὲν ἀπὸ τῆς ΑΗ ἴσον τὸ ΓΘ, τῷ δὲ ἀπὸ τῆς ΒΗ ἴσον τὸ ΚΛ, τῷ δὲ ὑπὸ τῶν ΑΗ, ΗΒ τὸ ΝΛ, καὶ τῶν ΓΘ, ΚΛ ἄρα μέσον ἀνάλογόν ἐστι τὸ ΝΛ· ἔστιν ἄρα ὡς τὸ ΓΘ πρὸς τὸ ΝΛ, οὕτως τὸ ΝΛ πρὸς τὸ ΚΛ. ἀλλʼ ὡς μὲν τὸ ΓΘ πρὸς τὸ ΝΛ, οὕτως ἐστὶν ἡ ΓΚ πρὸς τὴν ΝΜ· ὡς δὲ τὸ ΝΛ πρὸς τὸ ΚΛ, οὕτως ἐστὶν ἡ ΝΜ πρὸς τὴν ΚΜ· τὸ ἄρα ὑπὸ τῶν ΓΚ, ΚΜ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΝΜ, τουτέστι τῷ τετάρτῳ μέρει τοῦ ἀπὸ τῆς ΖΜ. καὶ ἐπεὶ σύμμετρόν ἐστι τὸ ἀπὸ τῆς ΑΗ τῷ ἀπὸ τῆς ΗΒ, σύμμετρόν καὶ τὸ ΓΘ τῷ ΚΛ. ὡς δὲ τὸ ΓΘ πρὸς τὸ ΚΛ, οὕτως ἡ ΓΚ πρὸς τὴν ΚΜ· σύμμετρος ἄρα ἐστὶν ἡ ΓΚ τῇ ΚΜ. ἐπεὶ οὖν δύο εὐθεῖαι ἄνισοί εἰσιν αἱ ΓΜ, ΜΖ, καὶ τῷ τετάρτῳ μέρει τοῦ ἀπὸ τῆς ΖΜ ἴσον παρὰ τὴν ΓΜ παραβέβληται ἐλλεῖπον εἴδει τετραγώνῳ τὸ ὑπὸ τῶν ΓΚ, ΚΜ, καί ἐστι σύμμετρος ἡ ΓΚ τῇ ΚΜ, ἡ ἄρα ΓΜ τῆς ΜΖ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ μήκει.3 καί ἐστιν ἡ ΓΜ σύμμετρος τῇ ἐκκειμένῃ ῥητῇ τῇ ΓΔ μήκει· ἡ ἄρα ΓΖ ἀποτομή ἐστι πρώτη. τὸ ἄρα ἀπὸ ἀποτομῆς παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ ἀποτομὴν πρώτην· ὅπερ ἔδει δεῖξαι.
将一个在离线上的正方形贴合到一条有理线上,所产生的宽度是一条第一离线。 设AB为离线,GD为有理线,并将一个等于AB上正方形的矩形GE贴合到GD上,产生宽度GZ;我说,GZ是第一离线。 因为,设BH为AB的伴线;因此AH、HB是仅在平方上可共测的有理线。并且,将一个等于AH上正方形的矩形GT贴合到GD上,且将一个等于HB上正方形的矩形KL贴合到同一条线上。因此整体GL等于AH、HB之上的正方形之和;其中GE等于AB上的正方形;因此余下的ZL等于AH、HB所包围的矩形的两倍。设ZM在点N被二等分,且穿过N作一条平行于GD的直线NX;因此ZX、LN中的每一个都等于AH、HB所包围的矩形。由于AH、HB上的正方形是有理的,且DM等于AH、HB上的正方形之和,因此DM是有理的。且贴合到有理线GD上,产生宽度GM;因此GM是有理的,且在长度上与GD可共测。再次,由于AH、HB所包围矩形的两倍是中项,且ZL等于AH、HB所包围矩形的两倍,因此ZL是中项。且它贴合到有理线GD上,产生宽度ZM;因此ZM是有理的,且在长度上与GD不可共测。且由于AH、HB之上的正方形是有理的,而AH、HB所包围矩形的两倍是中项,因此AH、HB之上的正方形与AH、HB所包围矩形的两倍不可共测。且GL等于AH、HB之上的正方形之和,ZL等于AH、HB所包围矩形的两倍;因此DM与ZL不可共测。且由于DM对于ZL,正如GM对于ZM;因此GM在长度上与ZM不可共测。且两者都是有理的;因此GM、MZ是仅在平方上可共测的有理线;因此GZ是离线。 现在我说,它也是第一离线。 因为,由于AH、HB所包围的矩形是AH、HB之上正方形之间的比例中项,且GT等于AH上的正方形,KL等于HB上的正方形,且NL等于AH、HB所包围的矩形,因此NL也是GT、KL之间的比例中项;因此,正如GT对于NL,NL对于KL。但正如GT对于NL,GK对于NM;正如NL对于KL,NM对于KM;因此由GK、KM所包围的矩形等于NM上的正方形,也就是等于ZM上正方形的四分之一。且由于AH上的正方形与HB上的正方形可共测,GT也与KL可共测。而正如GT对于KL,GK对于KM;因此GK与KM可共测。因此,由于GM、MZ是两条不相等的直线,且由GK、KM所包围的等于ZM上正方形四分之一的矩形,已被贴合到GM上,并缺一个正方形,且GK与KM可共测,因此GM比MZ在平方上大一个在长度上与自身可共测的线上的正方形。且GM在长度上与设定的有理线GD可共测;因此GZ是第一离线。 因此,将一个在离线上的正方形贴合到一条有理线上,所产生的宽度是一条第一离线;这就是所要证明的。
- 10.prop3.97τὸ ἀπὸ ἀποτομῆς
意为“在离线上的[正方形]”。在希腊数学文本中,τὸ ἀπό 后接属格时,通常省略了 τετράγωνον(正方形),意为“……之上的正方形”。
- 10.prop3.97τὸ ΔΜ
指先前被称为 ΓΛ(GL)的矩形区域(底边为 ΓΔ,宽度为 ΓΜ)。由于使用了对角线上的顶点,同一个区域既被称为 ΓΛ,也被称为 ΔΜ。
- 10.prop3.97τῷ ἀπὸ συμμέτρου ἑαυτῇ μήκει
意为“比一个在长度上与自身(GM)可共测的线上的正方形”。这是与 δύναται(在平方上大)连用的与格短语,表示平方之差是可共测线段的正方形。
