- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop3.95
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明由一条有理线与第五离线所包围的区域,其方根(产生该区域的线)是“和有理面积一起使整体为中项的线”。
ἐὰν χωρίον περιέχηται ὑπὸ ῥητῆς καὶ ἀποτομῆς πέμπτης, ἡ τὸ χωρίον δυναμένη μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιοῦσά ἐστιν. χωρίον γὰρ τὸ ΑΒ περιεχέσθω ὑπὸ ῥητῆς τῆς ΑΓ καὶ ἀποτομῆς πέμπτης τῆς ΑΔ· λέγω, ὅτι ἡ τὸ ΑΒ χωρίον δυναμένη μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιοῦσά ἐστιν. ἔστω γὰρ τῇ ΑΔ προσαρμόζουσα ἡ ΔΗ· αἱ ἄρα ΑΗ, ΗΔ ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι, καὶ ἡ προςαρμόζουσα ἡ ΗΔ1 σύμμετρός ἐστι μήκει τῇ ἐκκειμένῃ ῥητῇ τῇ ΑΓ, ἡ δὲ ὅλη ἡ ΑΗ τῆς προσαρμοζούσης τῆς ΔΗ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ.2 ἐὰν ἄρα τῷ τετάρτῳ μέρει τοῦ ἀπὸ τῆς ΔΗ ἴσον παρὰ τὴν ΑΗ παραβληθῇ ἐλλεῖπον εἴδει τετραγώνῳ, εἰς ἀσύμμετρα αὐτὴν διελεῖ. τετμήσθω οὖν ἡ ΔΗ δίχα κατὰ τὸ Ε σημεῖον, καὶ τῷ ἀπὸ τῆς ΕΗ ἴσον παρὰ τὴν ΑΗ παραβεβλήσθω ἐλλεῖπον εἴδει τετραγώνῳ καὶ ἔστω τὸ ὑπὸ τῶν ΑΖ, ΖΗ· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΑΖ τῇ ΖΗ μήκει. καὶ ἐπεὶ ἀσύμμετρός ἐστιν ἡ ΑΗ τῇ ΓΑ μήκει,3 καί εἰσιν ἀμφότεραι ῥηταί, μέσον ἄρα ἐστὶ τὸ ΑΚ. πάλιν, ἐπεὶ ῥητή ἐστιν ἡ ΔΗ καὶ σύμμετρος τῇ ΑΓ μήκει, ῥητόν ἐστι τὸ ΔΚ. συνεστάτω οὖν τῷ μὲν ΑΙ ἴσον τετράγωνον τὸ ΛΜ, τῷ δὲ ΖΚ ἴσον τετράγωνον ἀφῃρήσθω τὸ ΝΞ περὶ τὴν αὐτὴν γωνίαν τὴν ὑπὸ ΛΟΜ· περὶ τὴν αὐτὴν ἄρα διάμετρόν ἐστι τὰ ΛΜ, ΝΞ τετράγωνα. ἔστω αὐτῶν διάμετρος ἡ ΟΡ, καὶ καταγεγράφθω τὸ σχῆμα. ὁμοίως δὴ δείξομεν, ὅτι ἡ ΛΝ δύναται τὸ ΑΒ χωρίον. λέγω, ὅτι ἡ ΛΝ ἡ μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιοῦσά ἐστιν. ἐπεὶ γὰρ μέσον ἐδείχθη τὸ ΑΚ καί ἐστιν ἴσον τοῖς ἀπὸ τῶν ΛΟ, ΟΝ, τὸ ἄρα συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΛΟ, ΟΝ μέσον ἐστίν. πάλιν, ἐπεὶ ῥητόν ἐστι τὸ ΔΚ καί ἐστιν ἴσον τῷ δὶς ὑπὸ τῶν ΛΟ, ΟΝ, καὶ αὐτὸ ῥητόν ἐστιν. καὶ ἐπεὶ ἀσύμμετρόν ἐστι τὸ ΑΙ τῷ ΖΚ, ἀσύμμετρον ἄρα ἐστὶ καὶ τὸ ἀπὸ τῆς ΛΟ τῷ ἀπὸ τῆς ΟΝ· αἱ ΛΟ, ΟΝ ἄρα δυνάμει εἰσὶν ἀσύμμετροι ποιοῦσαι τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων μέσον, τὸ δὲ δὶς ὑπʼ αὐτῶν ῥητόν. ἡ λοιπὴ ἄρα ἡ ΛΝ ἄλογός ἐστιν ἡ καλουμένη μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιοῦσα·4 καὶ δύναται τὸ ΑΒ χωρίον. ἡ τὸ ΑΒ ἄρα χωρίον δυναμένη μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιοῦσά ἐστιν· ὅπερ ἔδει δεῖξαι.
如果一个区域由一条有理线和第五离线所包围,那么产生该区域的线是和有理面积一起使整体为中项的线。因为,设区域AB由有理线AC与第五离线AD包围;我说,产生区域AB的线是和有理面积一起使整体为中项的线。因为,设DH为AD的伴线;因此AH、HD是仅在平方上可共测的有理线,且伴线DH在长度上与设定的有理线AC可共测,而整体AH比伴线DH在平方上大一个在长度上与自身不可共测的线上的正方形。因此,如果将一个等于DH上正方形四分之一的矩形贴合到AH上,并缺一个正方形,它就将它(AH)分成在长度上不可共测的部分。因此,设DH在点E被二等分;且将一个等于EH上正方形的矩形贴合到AH上,且缺一个正方形,并设它是由AZ、ZH所包围的矩形;因此AZ在长度上与ZH不可共测。且,由于AH在长度上与GA不可共测,且两者都是有理的,因此AK是中项。再次,由于DH是有理的,且在长度上与AC可共测,因此DK是有理的。因此,设作一个等于AI的正方形LM,且减去等于ZK的正方形NX,使其与正方形LM具有公共角,即由LOM所包围的角;因此正方形LM、NX在同一对角线上。设它们共同的对角线为OP,并画出整个图形。同理我们可以证明,LN产生区域AB。我说,LN是和有理面积一起使整体为中项的线。因为,由于AK被证明是中项,且等于LO、ON上的正方形之和,因此LO、ON上的正方形之和是中项。再次,由于DK是有理的,且等于LO、ON所包围的矩形的两倍,因此LO、ON所包围的矩形的两倍也是有理的。且由于AI与ZK不可共测,因此LO上的正方形也与ON上的正方形不可共测;因此LO、ON在平方上不可共测,使它们之上的正方形之和是中项,而它们所包围的矩形的两倍是有理的。因此,余下的LN是无理线,被称为和有理面积一起使整体为中项的线;且它产生区域AB。因此,产生区域AB的线是和有理面积一起使整体为中项的线;这就是所要证明的。
- 10.prop3.95ἡ προςαρμόζουσα ἡ ΗΔ
阴性单数主格分词 προςαρμόζουσα 省略了“线”(γραμμή)作为名词使用,意为“伴线”。此处它与表示具体线段的名词 ἡ ΗΔ 构成同位语。
- 10.prop3.95τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ
与类似的表达(τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ μήκει)相比,此处省略了 μήκει(在长度上),但其含义相同,即整体AH在平方上比伴线DH大一个在长度上与自身不可共测的线上的正方形。
- 10.prop3.95καὶ ἐπεὶ ἀσύμμετρός ἐστιν ἡ ΑΗ τῇ ΓΑ μήκει
连词 καὶ(并且)将前一句(关于AZ和ZH在长度上不可共测)与这一新句子(根据AH和GA在长度上不可共测来证明AK的性质)连接起来。接下来的 ἐπεὶ 从句表示原因。
- 10.prop3.95ἡ μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιοῦσα
该无理线的名称字面意思是“与有理[面积]一起使整体为中项[面积]的线”。这是因为LO、ON的正方形之和(整体)是一个中项面积,而减去它们所包围矩形的两倍(有理面积)后,产生剩余的面积AB。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
