- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop3.90
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过设定的有理线和具有特定比的数,应用平方上的可共测性及反转比的性质,构建并证明了第六离线。
εὑρεῖν τὴν ἕκτην ἀποτομήν. Ἐκκείσθω ῥητὴ ἡ Α καὶ τρεῖς ἀριθμοὶ οἱ Ε, ΒΓ, ΓΔ λόγον μὴ ἔχοντες πρὸς ἀλλήλους, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν·1 ἔτι δὲ καὶ ὁ ΓΒ πρὸς τὸν ΒΔ λόγον μὴ ἐχέτω, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· καὶ πεποιήσθω ὡς μὲν ὁ Ε πρὸς τὸν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς ΖΗ, ὡς δὲ ὁ ΒΓ πρὸς τὸν ΓΔ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ. ἐπεὶ οὖν ἐστιν ὡς ὁ Ε πρὸς τὸν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς ΖΗ, σύμμετρον ἄρα τὸ ἀπὸ τῆς Α τῷ ἀπὸ τῆς ΖΗ. ῥητὸν δὲ τὸ ἀπὸ τῆς Α· ῥητὸν ἄρα καὶ τὸ ἀπὸ τῆς ΖΗ· ῥητὴ ἄρα ἐστὶ καὶ ἡ ΖΗ. καὶ ἐπεὶ ὁ Ε πρὸς τὸν ΒΓ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, οὐδʼ ἄρα τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς ΖΗ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ Α τῇ ΖΗ μήκει. πάλιν, ἐπεί ἐστιν ὡς ὁ ΒΓ πρὸς τὸν ΓΔ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ, σύμμετρον ἄρα τὸ ἀπὸ τῆς ΖΗ τῷ ἀπὸ τῆς ΗΘ. ῥητὸν δὲ τὸ ἀπὸ τῆς ΖΗ· ῥητὸν ἄρα καὶ τὸ ἀπὸ τῆς ΗΘ· ῥητὴ ἄρα καὶ ἡ ΗΘ. καὶ ἐπεὶ ὁ ΒΓ πρὸς τὸν ΓΔ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, οὐδʼ ἄρα τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΖΗ τῇ ΗΘ μήκει. καί εἰσιν ἀμφότεραι ῥηταί· αἱ ΖΗ, ΗΘ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἡ ἄρα ΖΘ ἀποτομή ἐστιν. λέγω δή, ὅτι καὶ ἕκτη. ἐπεὶ γάρ ἐστιν ὡς μὲν ὁ Ε πρὸς τὸν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς ΖΗ, ὡς δὲ ὁ ΒΓ πρὸς τὸν ΓΔ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ, διʼ ἴσου2 ἄρα ἐστὶν ὡς ὁ Ε πρὸς τὸν ΓΔ, οὕτως τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς ΗΘ. ὁ δὲ Ε πρὸς τὸν ΓΔ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· οὐδʼ ἄρα τὸ ἀπὸ τῆς Α πρὸς τὸ ἀπὸ τῆς ΗΘ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ Α τῇ ΗΘ μήκει· οὐδετέρα ἄρα τῶν ΖΗ, ΗΘ σύμμετρός ἐστι τῇ Α ῥητῇ μήκει. ᾧ οὖν μεῖζόν ἐστι τὸ ἀπὸ τῆς ΖΗ τοῦ ἀπὸ τῆς ΗΘ, ἔστω τὸ ἀπὸ τῆς Κ. ἐπεὶ οὖν ἐστιν ὡς ὁ ΒΓ πρὸς τὸν ΓΔ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ, ἀναστρέψαντι3 ἄρα ἐστὶν ὡς ὁ ΓΒ πρὸς τὸν ΒΔ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς Κ. ὁ δὲ ΓΒ πρὸς τὸν ΒΔ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· οὐδʼ ἄρα τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς Κ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΖΗ τῇ Κ μήκει. καὶ δύναται ἡ ΖΗ τῆς ΗΘ μεῖζον τῷ ἀπὸ τῆς Κ· ἡ ΖΗ ἄρα τῆς ΗΘ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ μήκει. καὶ οὐδετέρα τῶν ΖΗ, ΗΘ σύμμετρός ἐστι τῇ ἐκκειμένῃ ῥητῇ μήκει τῇ Α. ἡ ἄρα ΖΘ ἀποτομή ἐστιν ἕκτη. εὕρηται ἄρα ἡ ἕκτη ἀποτομὴ ἡ ΖΘ· ὅπερ ἔδει δεῖξαι.
求第六离线。 设有一条有理线A,及三个数E、BΓ、ΓΔ,它们彼此不具有平方数与平方数之比;且进一步,让ΓΒ也对ΒΔ不具有平方数与平方数之比;且使E与BΓ之比,等于A上的正方形与ZΗ上的正方形之比,而BΓ与ΓΔ之比,等于ZΗ上的正方形与HΘ上的正方形之比。 由于E与BΓ之比,等于A上的正方形与ZΗ上的正方形之比,因此A上的正方形与ZΗ上的正方形可共测。而A上的正方形是有理的;因此ZΗ上的正方形也是有理的;因此ZΗ也是有理线。且由于E与BΓ之比,不等于平方数与平方数之比,因此A上的正方形与ZΗ上的正方形之比,也不等于平方数与平方数之比;因此A在长度上与ZΗ不可共测。再次,由于BΓ与ΓΔ之比,等于ZΗ上的正方形与HΘ上的正方形之比,因此ZΗ上的正方形与HΘ上的正方形可共测。而ZΗ上的正方形是有理的;因此HΘ上的正方形也是有理的;因此HΘ也是有理线。且由于BΓ与ΓΔ之比,不等于平方数与平方数之比,因此ZΗ上的正方形与HΘ上的正方形之比,也不等于平方数与平方数之比;因此ZΗ在长度上与HΘ不可共测。且二者皆为有理线;因此ZΗ、HΘ是仅在平方上可共测的有理线;因此ZΘ是离线。 我且说,它也是第六离线。 因为,由于E与BΓ之比,等于A上的正方形与ZΗ上的正方形之比,而BΓ与ΓΔ之比,等于ZΗ上的正方形与HΘ上的正方形之比,因此由等比定理,E与ΓΔ之比,等于A上的正方形与HΘ上的正方形之比。而E与ΓΔ之比,不等于平方数与平方数之比;因此A上的正方形与HΘ上的正方形之比,也不等于平方数与平方数之比;因此A在长度上与HΘ不可共测;因此,ZΗ、HΘ中没有一条在长度上与有理线A可共测。设ZΗ上的正方形比HΘ上的正方形大一个在K上的正方形。由于BΓ与ΓΔ之比,等于ZΗ上的正方形与HΘ上的正方形之比,因此反转比,ΓΒ与ΒΔ之比,等于ZΗ上的正方形与K上的正方形之比。而ΓΒ与ΒΔ之比,不等于平方数与平方数之比;因此ZΗ上的正方形与K上的正方形之比,也不等于平方数与平方数之比;因此ZΗ在长度上与K不可共测。且ZΗ比HΘ在平方上大一个在K上的正方形;因此ZΗ比HΘ在平方上大一个在长度上与自身不可共测的线上的正方形。且ZΗ、HΘ中没有一条在长度上与设定的有理线A可共测;因此ZΘ是第六离线。 因此,求得了第六离线ZΘ;此即所证。
- 10.prop3.90λόγον μὴ ἔχοντες πρὸς ἀλλήλους, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν
关系代词 ὅν 的先行词为 λόγον,构成了数论及几何学中的标准定式表达,意为“彼此不具有平方数与平方数之比(即相同的比例)”。
- 10.prop3.90διʼ ἴσου
意为“由等比定理”或“由等比关系”。这是《几何原本》第五卷定义17中规定的、用于跨中间比例传递比例关系的几何学专业学术术语(ex aequali)。
- 10.prop3.90ἀναστρέψαντι
分词与格的习惯用法,表示“在反转比的时候”(即“反转比例”这一数学操作,即 convertendo)。
