← 欧几里得

几何原本

§10.prop3.85-10.prop3.86

第一与第二离线的作图

展示了利用给定的有理线求第一和第二离线的作图方法。在第一种情况下,整体(BH)与基准有理线(A)在长度上可共测;而在第二种情况下,附合线(HΓ)与基准有理线可共测。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.prop3.85

εὑρεῖν τὴν πρώτην ἀποτομήν. Ἐκκείσθω ῥητὴ ἡ Α, καὶ τῇ Α μήκει σύμμετρος ἔστω ἡ ΒΗ· ῥητὴ ἄρα ἐστὶ καὶ ἡ ΒΗ. καὶ ἐκκείσθωσαν δύο τετράγωνοι ἀριθμοὶ οἱ ΔΕ, ΕΖ, ὧν ἡ ὑπεροχὴ ὁ ΖΔ μὴ ἔστω τετράγωνος· οὐδʼ ἄρα ὁ ΕΔ πρὸς τὸν ΔΖ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν. καὶ πεποιήσθω ὡς ὁ ΕΔ πρὸς τὸν ΔΖ, οὕτως τὸ ἀπὸ τῆς ΒΗ τετράγωνον πρὸς τὸ ἀπὸ τῆς ΗΓ τετράγωνον· σύμμετρον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΒΗ τῷ ἀπὸ τῆς ΗΓ. ῥητὸν δὲ τὸ ἀπὸ τῆς ΒΗ· ῥητὸν ἄρα καὶ τὸ ἀπὸ τῆς ΗΓ· ῥητὴ ἄρα ἐστὶ καὶ ἡ ΗΓ. καὶ ἐπεὶ ὁ ΕΔ πρὸς τὸν ΔΖ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, οὐδʼ ἄρα τὸ ἀπὸ τῆς ΒΗ πρὸς τὸ ἀπὸ τῆς ΗΓ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΒΗ τῇ ΗΓ μήκει. καί εἰσιν ἀμφότεραι ῥηταί· αἱ ΒΗ, ΗΓ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἡ ἄρα ΒΓ ἀποτομή ἐστιν. λέγω δή, ὅτι καὶ πρώτη. ὧι γὰρ μεῖζόν ἐστι1 τὸ ἀπὸ τῆς ΒΗ τοῦ ἀπὸ τῆς ΗΓ, ἔστω τὸ ἀπὸ τῆς Θ. καὶ ἐπεί ἐστιν ὡς ὁ ΕΔ πρὸς τὸν ΖΔ, οὕτως τὸ ἀπὸ τῆς ΒΗ πρὸς τὸ ἀπὸ τῆς ΗΓ, καὶ ἀναστρέψαντι2 ἄρα ἐστὶν ὡς ὁ ΔΕ πρὸς τὸν ΕΖ, οὕτως τὸ ἀπὸ τῆς ΗΒ πρὸς τὸ ἀπὸ τῆς Θ. ὁ δὲ ΔΕ πρὸς τὸν ΕΖ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἑκάτερος γὰρ τετράγωνός ἐστιν· καὶ τὸ ἀπὸ τῆς ΗΒ ἄρα πρὸς τὸ ἀπὸ τῆς Θ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· σύμμετρος ἄρα ἐστὶν ἡ ΒΗ τῇ Θ μήκει. καὶ δύναται ἡ ΒΗ τῆς ΗΓ μεῖζον τῷ ἀπὸ τῆς Θ· ἡ ΒΗ ἄρα τῆς ΗΓ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ μήκει. καί ἐστιν ἡ ὅλη ἡ ΒΗ σύμμετρος τῇ ἐκκειμένῃ ῥητῇ μήκει τῇ Α. ἡ ΒΓ ἄρα ἀποτομή ἐστι πρώτη. εὕρηται ἄρα ἡ πρώτη ἀποτομὴ ἡ ΒΓ· ὅπερ ἔδει εὑρεῖν.

求第一离线。 设有一条有理线A,且设BH在长度上与A可共测;因此BH也是有理线。并设有二平方数DE、EZ,设其差ZD不是平方数;因此ED与DZ之比,不等于平方数与平方数之比。设使ED与DZ之比,等于BH上的正方形与HΓ上的正方形之比;因此BH上的正方形与HΓ上的正方形可共测。而BH上的正方形是有理的;因此HΓ上的正方形也是有理的;因此HΓ也是有理线。且由于ED与DZ之比,不等于平方数与平方数之比,因此BH上的正方形与HΓ上的正方形之比,也不等于平方数与平方数之比;因此BH在长度上与HΓ不可共测。且二者皆为有理线;因此BH、HΓ是仅在平方上可共测的有理线;因此BΓ是离线。 我且说,它也是第一离线。 因为,设BH上的正方形比HΓ上的正方形大一个在Θ上的正方形。且由于ED与ZΔ之比,等于BH上的正方形与HΓ上的正方形之比,因此反转比,DE与EZ之比,等于HB上的正方形与Θ上的正方形之比。而DE与EZ之比,等于平方数与平方数之比;因为二者皆为平方数;因此HB上的正方形与Θ上的正方形之比,也等于平方数与平方数之比;因此BH在长度上与Θ可共测。且BH比HΓ在平方上大一个在Θ上的正方形;因此BH比HΓ在平方上大一个在长度上与自身可共测的线上的正方形。而整体BH在长度上与设定的有理线A可共测。因此BΓ是第一离线。 因此,求得了第一离线BΓ;此即所求。

§10.prop3.86

εὑρεῖν τὴν δευτέραν ἀποτομήν. Ἐκκείσθω ῥητὴ ἡ Α καὶ τῇ Α σύμμετρος μήκει ἡ ΗΓ. ῥητὴ ἄρα ἐστὶν ἡ ΗΓ. καὶ ἐκκείσθωσαν δύο τετράγωνοι ἀριθμοὶ οἱ ΔΕ, ΕΖ, ὧν ἡ ὑπεροχὴ ὁ ΔΖ μὴ ἔστω τετράγωνος. καὶ πεποιήσθω ὡς ὁ ΖΔ πρὸς τὸν ΔΕ, οὕτως τὸ ἀπὸ τῆς ΓΗ τετράγωνον πρὸς τὸ ἀπὸ τῆς ΗΒ τετράγωνον. σύμμετρον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΓΗ τετράγωνον τῷ ἀπὸ τῆς ΗΒ τετραγώνῳ. ῥητὸν δὲ τὸ ἀπὸ τῆς ΗΓ. ῥητὸν ἄρα καὶ τὸ ἀπὸ τῆς ΗΒ· ῥητὴ ἄρα ἐστὶν ἡ ΒΗ. καὶ ἐπεὶ τὸ ἀπὸ τῆς ΗΓ τετράγωνον πρὸς τὸ ἀπὸ τῆς ΗΒ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν,3 ἀσύμμετρός ἐστιν ἡ ΓΗ τῇ ΗΒ μήκει. καί εἰσιν ἀμφότεραι ῥηταί· αἱ ΓΗ, ΗΒ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἡ ΒΓ ἄρα ἀποτομή ἐστιν. λέγω δή, ὅτι καὶ δευτέρα. ὧι γὰρ μεῖζόν ἐστι τὸ ἀπὸ τῆς ΒΗ τοῦ ἀπὸ τῆς ΗΓ, ἔστω τὸ ἀπὸ τῆς Θ. ἐπεὶ οὖν ἐστιν ὡς τὸ ἀπὸ τῆς ΒΗ πρὸς τὸ ἀπὸ τῆς ΗΓ, οὕτως ὁ ΕΔ ἀριθμὸς πρὸς τὸν ΔΖ ἀριθμόν, ἀναστρέψαντι ἄρα ἐστὶν ὡς τὸ ἀπὸ τῆς ΒΗ πρὸς τὸ ἀπὸ τῆς Θ, οὕτως ὁ ΔΕ πρὸς τὸν ΕΖ. καί ἐστιν ἑκάτερος τῶν ΔΕ, ΕΖ τετράγωνος· τὸ ἄρα ἀπὸ τῆς ΒΗ πρὸς τὸ ἀπὸ τῆς Θ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· σύμμετρος ἄρα ἐστὶν ἡ ΒΗ τῇ Θ μήκει. καὶ δύναται ἡ ΒΗ τῆς ΗΓ μεῖζον τῷ ἀπὸ τῆς Θ· ἡ ΒΗ ἄρα τῆς ΗΓ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ μήκει. καί ἐστιν ἡ προσαρμόζουσα ἡ ΓΗ τῇ ἐκκειμένῃ ῥητῇ σύμμετρος τῇ Α. ἡ ΒΓ ἄρα ἀποτομή ἐστι δευτέρα. εὕρηται ἄρα δευτέρα ἀποτομὴ ἡ ΒΓ· ὅπερ ἔδει δεῖξαι.

求第二离线。 设有一条有理线A,且设HΓ在长度上与A可共测;因此HΓ也是有理线。并设有二平方数DE、EZ,设其差ΔZ不是平方数。且设使ZΔ与ΔE之比,等于ΓH上的正方形与HB上的正方形之比。因此,ΓH上的正方形与HB上的正方形可共测。而HΓ上的正方形是有理的;因此HB上的正方形也是有理的;因此BH是有理线。且由于HΓ上的正方形与HB上的正方形之比,不等于平方数与平方数之比,ΓH在长度上与HB不可共测。且二者皆为有理线;因此ΓH、HB是仅在平方上可共测的有理线;因此BΓ是离线。 我且说,它也是第二离线。 因为,设BH上的正方形比HΓ上的正方形大一个在Θ上的正方形。因此,由于BH上的正方形与HΓ上的正方形之比,等于数EΔ与数ΔZ之比,因此反转比,BH上的正方形与Θ上的正方形之比,等于ΔE与EZ之比。且DE、EZ的每一个都是平方数;因此BH上的正方形与Θ上的正方形之比,等于平方数与平方数之比;因此BH在长度上与Θ可共测。且BH比HΓ在平方上大一个在Θ上的正方形;因此BH比HΓ在平方上大一个在长度上与自身可共测的线上的正方形。而附合线ΓH与设定的有理线A可共测。因此BΓ是第二离线。 因此,求得了第二离线BΓ;此即所证。

语法注3 条
  1. 10.prop3.85ὧι γὰρ μεῖζόν ἐστι

    关系代名词 ὧι 为表示相差程度的与格(“比……大多少”),其隐含的先行词对应于表语“在 $\Theta$ 上的正方形”,清晰地表达了 $\text{BH}^2 - \text{H}\Gamma^2 = \Theta^2$ 这一数学关系。

  2. 10.prop3.85ἀναστρέψαντι

    “反转比”(ἀναστρέψαντι)是指比例理论(第五卷定义16)中,由 $a : b = c : d$ 导出 $a : (a - b) = c : (c - d)$ 的操作。在本处中,由 $\text{ED} : \text{DZ} = \text{BH}^2 : \text{H}\Gamma^2$ 导出 $\text{ED} : (\text{ED} - \text{DZ}) = \text{BH}^2 : (\text{BH}^2 - \text{H}\Gamma^2)$,即 $\text{DE} : \text{EZ} = \text{HB}^2 : \Theta^2$。

  3. 10.prop3.86ὡς τὸ ἀπὸ τῆς ΒΗ πρὸς τὸ ἀπὸ τῆς ΗΓ, οὕτως ὁ ΕΔ ἀριθμὸς πρὸς τὸν ΔΖ ἀριθμόν

    先前设定的作图比例为 $\text{Z}\Delta : \Delta\text{E} = \Gamma\text{H}^2 : \text{HB}^2$。通过取其反比,得到 $\text{BH}^2 : \text{H}\Gamma^2 = \text{E}\Delta : \Delta\text{Z}$,以此衔接后续的反转比操作。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop3.85-10.prop3.86