← 欧几里得

几何原本

§10.prop3.101

第五种无理线上正方形的贴合

证明了将“与有理面积一起使整体为中项的线”之上的正方形贴合到有理线上,所产生的宽度是一条第五离线。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.prop3.101

τὸ ἀπὸ τῆς μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιούσης1 παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ ἀποτομὴν πέμπτην. ἔστω ἡ μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιοῦσα ἡ ΑΒ, ῥητὴ δὲ ἡ ΓΔ, καὶ τῷ ἀπὸ τῆς ΑΒ ἴσον παρὰ τὴν ΓΔ παραβεβλήσθω τὸ ΓΕ πλάτος ποιοῦν τὴν ΓΖ· λέγω, ὅτι ἡ ΓΖ ἀποτομή ἐστι πέμπτη. ἔστω γὰρ τῇ ΑΒ προσαρμόζουσα ἡ ΒΗ· αἱ ἄρα ΑΗ, ΗΒ εὐθεῖαι δυνάμει εἰσὶν ἀσύμμετροι ποιοῦσαι τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων μέσον, τὸ δὲ δὶς ὑπʼ αὐτῶν ῥητόν. καὶ τῷ μὲν ἀπὸ τῆς ΑΗ ἴσον παρὰ τὴν ΓΔ παραβεβλήσθω τὸ ΓΘ, τῷ δὲ ἀπὸ τῆς ΗΒ ἴσον τὸ ΚΛ· ὅλον ἄρα τὸ ΓΛ ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν ΑΗ, ΗΒ. τὸ δὲ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΗ, ΗΒ ἅμα μέσον ἐστίν· μέσον ἄρα ἐστὶ τὸ ΓΛ. καὶ παρὰ ῥητὴν τὴν ΓΔ παράκειται πλάτος ποιοῦν τὴν ΓΜ· ῥητὴ ἄρα ἐστὶν ἡ ΓΜ καὶ ἀσύμμετρος τῇ ΓΔ. καὶ ἐπεὶ ὅλον τὸ ΓΛ ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν ΑΗ, ΗΒ, ὧν τὸ ΓΕ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΒ, λοιπὸν ἄρα τὸ ΖΛ ἴσον ἐστὶ τῷ δὶς ὑπὸ τῶν ΑΗ, ΗΒ. τετμήσθω οὖν ἡ ΖΜ δίχα κατὰ τὸ Ν, καὶ ἤχθω διὰ τοῦ Ν ὁποτέρᾳ τῶν ΓΔ, ΜΛ παράλληλος ἡ ΝΞ· ἑκάτερον ἄρα τῶν ΖΞ, ΝΛ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΑΗ, ΗΒ. καὶ ἐπεὶ τὸ δὶς ὑπὸ τῶν ΑΗ, ΗΒ ῥητόν ἐστι καί ἴσον τῷ ΖΛ, ῥητὸν ἄρα ἐστὶ τὸ ΖΛ. καὶ παρὰ ῥητὴν τὴν ΕΖ παράκειται πλάτος ποιοῦν τὴν ΖΜ· ῥητὴ ἄρα ἐστὶν ἡ ΖΜ καὶ σύμμετρος τῇ ΓΔ μήκει. καὶ ἐπεὶ τὸ μὲν ΓΛ μέσον ἐστίν, τὸ δὲ ΖΛ ῥητόν, ἀσύμμετρον ἄρα ἐστὶ τὸ ΓΛ τῷ ΖΛ. ὡς δὲ τὸ ΓΛ πρὸς τὸ ΖΛ, οὕτως ἡ ΓΜ πρὸς τὴν ΜΖ· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΓΜ τῇ ΜΖ μήκει. καί εἰσιν ἀμφότεραι ῥηταί· αἱ ἄρα ΓΜ, ΜΖ ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἀποτομὴ ἄρα ἐστὶν ἡ ΓΖ. λέγω δή, ὅτι καὶ πέμπτη. ὁμοίως γὰρ δείξομεν, ὅτι τὸ ὑπὸ τῶν ΓΚΜ2 ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΝΜ, τουτέστι τῷ τετάρτῳ μέρει τοῦ ἀπὸ τῆς ΖΜ. καὶ ἐπεὶ ἀσύμμετρόν ἐστι τὸ ἀπὸ τῆς ΑΗ τῷ ἀπὸ τῆς ΗΒ, ἴσον δὲ τὸ μὲν ἀπὸ τῆς ΑΗ τῷ ΓΘ, τὸ δὲ ἀπὸ τῆς ΗΒ τῷ ΚΛ, ἀσύμμετρον ἄρα τὸ ΓΘ τῷ ΚΛ. ὡς δὲ τὸ ΓΘ πρὸς τὸ ΚΛ, οὕτως ἡ ΓΚ πρὸς τὴν ΚΜ· ἀσύμμετρος ἄρα ἡ ΓΚ τῇ ΚΜ μήκει. ἐπεὶ οὖν δύο εὐθεῖαι ἄνισοί εἰσιν αἱ ΓΜ, ΜΖ, καὶ τῷ τετάρτῳ μέρει τοῦ ἀπὸ τῆς ΖΜ ἴσον παρὰ τὴν ΓΜ παραβέβληται ἐλλεῖπον εἴδει τετραγώνῳ καὶ εἰς ἀσύμμετρα αὐτὴν διαιρεῖ, ἡ ἄρα ΓΜ τῆς ΜΖ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ.3 καί ἐστιν ἡ προσαρμόζουσα ἡ ΖΜ σύμμετρος τῇ ἐκκειμένῃ ῥητῇ τῇ ΓΔ· ἡ ἄρα ΓΖ ἀποτομή ἐστι πέμπτη· ὅπερ ἔδει δεῖξαι.

将一个在“与有理面积一起使整体为中项的线”之上的正方形贴合到有理线上,所产生的宽度是一条第五离线。 设AB为与有理面积一起使整体为中项的线,GD为有理线,并将一个等于AB上正方形的矩形GE贴合到GD上,产生宽度GZ;我说,GZ是第五离线。 因为,设BH为AB的伴线;因此直线AH、HB在平方上不可共测,使在它们之上的正方形之和为中项的,而两倍由它们所包围的矩形为有理的。并将一个等于AH上正方形的矩形GT贴合到GD上,且将一个等于BH上正方形的矩形KL贴合上;因此整体GL等于AH、HB之上的正方形之和。而AH、HB之上正方形之和是中项的;因此GL也是中项的。且它贴合到有理线GD上,产生宽度GM;因此GM是有理的,且与GD不可共测。且由于整体GL等于AH、HB之上的正方形之和,其中GE等于AB上的正方形,因此余下的ZL等于两倍AH、HB所包围的矩形。设ZM在点N被二等分,且作通过N并平行于GD、ML中任何一者的直线NX;因此ZX、NL中的每一个都等于AH、HB所包围的矩形。且由于两倍AH、HB所包围的矩形是有理的,且等于ZL,因此ZL是有理的。且它贴合到有理线EZ上,产生宽度ZM;因此ZM是有理的,且在长度上与GD可共测。且由于GL是中项的,而ZL是有理的,因此GL与ZL不可共测。而由于GL对于ZL,正如GM对于MZ;因此GM在长度上与MZ不可共测。且两者都是有理的;因此GM、MZ是仅在平方上可共测的有理线;因此GZ是离线。 现在我说,它也是第五离线。 因为,我们同样可以证明,由GK、KM所包围的矩形等于NM上的正方形,即等于ZM上正方形的四分之一。且由于AH上的正方形与HB上的正方形不可共测,且AH上的正方形等于GT,而在HB上的正方形等于KL,因此GT与KL不可共测。而由于GT对于KL,正如GK对于KM;因此GK在长度上与KM不可共测。因此,由于GM、MZ是两条不相等的直线,且等于ZM上正方形四分之一的矩形,已被贴合到GM上,并缺一个正方形且将它分割为不可共测的部分,因此GM比MZ在平方上大一个在长度上与自身不可共测的线上的正方形。且伴线ZM在长度上与设定的有理线GD可共测;因此GZ是第五离线;这就是所要证明的。

语法注3 条
  1. 101τὸ ἀπὸ τῆς μετὰ ῥητοῦ μέσον τὸ ὅλον ποιούσης

    阴性单数属格分词短语 τῆς ... ποιούσης 修饰上下文中省略的阴性名词 εὐθείας(线)。

  2. 101τὸ ὑπὸ τῶν ΓΚΜ

    原文中的 τὸ ὑπὸ τῶν ΓΚΜ 是 τὸ ὑπὸ τῶν ΓΚ、ΚΜ(由GK、KM所包围的矩形)的简写或抄写错误。根据命题100等平行表述,此处应理解为以GK和KM为边的矩形。

  3. 101ἡ ἄρα ΓΜ τῆς ΜΖ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ

    在数学习惯表达 μεῖζον δύναται(在平方上更大)中,与格短语 τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ(以一个与自身不可共测的线上的正方形)表示其平方之差。即,满足 $\text{GM}^2 - \text{MZ}^2 = X^2$ 的线 $X$ 在长度上与 GM 不可共测。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop3.101