- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.79-10.prop2.80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过反证法,利用正方形之和与矩形差的关系,证明了对剪线(命题79)和第一中面剪线(命题80)而言,各自仅能附合唯一一条符合特定条件的直线。
τῇ ἀποτομῇ μία προσαρμόζει εὐθεῖα ῥητὴ δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ. ἔστω ἀποτομὴ ἡ ΑΒ, προσαρμόζουσα δὲ αὐτῇ ἡ ΒΓ· αἱ ΑΓ, ΓΒ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· λέγω, ὅτι τῇ ΑΒ ἑτέρα οὐ προσαρμόζει ῥητὴ δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ. εἰ γὰρ δυνατόν, προσαρμοζέτω ἡ ΒΔ· καὶ αἱ ΑΔ, ΔΒ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι. καὶ ἐπεί, ᾧ ὑπερέχει1 τὰ ἀπὸ τῶν ΑΔ, ΔΒ τοῦ δὶς ὑπὸ τῶν ΑΔ, ΔΒ, τούτῳ ὑπερέχει καὶ τὰ ἀπὸ τῶν ΑΓ, ΓΒ τοῦ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ· τῷ γὰρ αὐτῷ τῷ ἀπὸ τῆς ΑΒ ἀμφότερα ὑπερέχει· ἐναλλὰξ2 ἄρα, ᾧ ὑπερέχει τὰ ἀπὸ τῶν ΑΔ, ΔΒ τῶν ἀπὸ τῶν ΑΓ, ΓΒ, τούτῳ ὑπερέχει τὸ δὶς ὑπὸ τῶν ΑΔ, ΔΒ τοῦ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ. τὰ δὲ ἀπὸ τῶν ΑΔ, ΔΒ τῶν ἀπὸ τῶν ΑΓ, ΓΒ ὑπερέχει ῥητῷ· ῥητὰ γὰρ ἀμφότερα. καὶ τὸ δὶς ἄρα ὑπὸ τῶν ΑΔ, ΔΒ τοῦ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ ὑπερέχει ῥητῷ· ὅπερ ἐστὶν ἀδύνατον· μέσα γὰρ ἀμφότερα, μέσον δὲ μέσου οὐχ ὑπερέχει ῥητῷ.3 τῇ ἄρα ΑΒ ἑτέρα οὐ προσαρμόζει ῥητὴ δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ. μία ἄρα μόνη τῇ ἀποτομῇ προσαρμόζει ῥητὴ δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ· ὅπερ ἔδει δεῖξαι.
对剪线而言,只有一条与其整体在平方上仅共测的有理线可以附合。 设剪线为AB,且BC附合于它;因此AC、CB是有理线且仅在平方上共测。我说,对AB而言,不能附合另一条与其整体在平方上仅共测的有理线。 因为,若可能,设BD附合于它;因此AD、DB也是有理线且仅在平方上共测。又因为,AD、DB上的正方形之和超过由AD、DB围成的矩形的两倍的那个差,也等于AC、CB上的正方形之和超过由AC、CB围成的矩形的两倍的那个差;因为两者超过了相同的量,即AB上的正方形。因此,交互地,AD、DB上的正方形之和超过AC、CB上的正方形之和的那个差,也等于由AD、DB围成的矩形的两倍超过由AC、CB围成的矩形的两倍的那个差。而AD、DB上的正方形之和超过AC、CB上的正方形之和的差是一个有理面积;因为两者都是有理的。因此由AD、DB围成的矩形的两倍也超过由AC、CB围成的矩形的两倍一个有理面积;这是不可能的;因为两者都是中面的,而中面面积并不超过中面面积一个有理面积。因此,对AB而言,不能附合另一条与其整体在平方上仅共测的有理线。 因此对剪线而言,只有一条与其整体在平方上仅共测的有理线可以附合;这就是所要证明的。
τῇ μέσης ἀποτομῇ πρώτῃ μία μόνον προσαρμόζει εὐθεῖα μέση δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ, μετὰ δὲ τῆς ὅλης ῥητὸν περιέχουσα. ἔστω γὰρ μέσης ἀποτομὴ πρώτη ἡ ΑΒ, καὶ τῇ ΑΒ προσαρμοζέτω ἡ ΒΓ· αἱ ΑΓ, ΓΒ4 ἄρα μέσαι εἰσὶ δυνάμει μόνον σύμμετροι ῥητὸν περιέχουσαι τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ· λέγω, ὅτι τῇ ΑΒ ἑτέρα οὐ προσαρμόζει μέση δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ, μετὰ δὲ τῆς ὅλης ῥητὸν περιέχουσα. εἰ γὰρ δυνατόν, προσαρμοζέτω καὶ ἡ ΔΒ. αἱ ἄρα ΑΔ, ΔΒ μέσαι εἰσὶ δυνάμει μόνον σύμμετροι ῥητὸν περιέχουσαι τὸ ὑπὸ τῶν ΑΔ, ΔΒ. καὶ ἐπεί, ᾧ ὑπερέχει τὰ ἀπὸ τῶν ΑΔ, ΔΒ τοῦ δὶς ὑπὸ τῶν ΑΔ, ΔΒ, τούτῳ ὑπερέχει καὶ τὰ ἀπὸ τῶν ΑΓ, ΓΒ τοῦ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ· τῷ γὰρ αὐτῷ ὑπερέχουσι τῷ ἀπὸ τῆς ΑΒ· ἐναλλὰξ ἄρα, ᾧ ὑπερέχει τὰ ἀπὸ τῶν ΑΔ, ΔΒ τῶν ἀπὸ τῶν ΑΓ, ΓΒ, τούτῳ ὑπερέχει καὶ τὸ δὶς ὑπὸ τῶν ΑΔ, ΔΒ τοῦ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ. τὸ δὲ δὶς ὑπὸ τῶν ΑΔ, ΔΒ τοῦ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ ὑπερέχει ῥητῷ· ῥητὰ γὰρ ἀμφότερα. καὶ τὰ ἀπὸ τῶν ΑΔ, ΔΒ ἄρα τῶν ἀπὸ τῶν ΑΓ, ΓΒ ὑπερέχει ῥητῷ· ὅπερ ἐστὶν ἀδύνατον· μέσα γάρ ἐστιν ἀμφότερα, μέσον δὲ μέσου οὐχ ὑπερέχει ῥητῷ. τῇ ἄρα μέσης ἀποτομῇ πρώτῃ μία μόνον προσαρμόζει εὐθεῖα μέση δυνάμει μόνον σύμμετρος οὖσα τῇ ὅλῃ, μετὰ δὲ τῆς ὅλης ῥητὸν περιέχουσα· ὅπερ ἔδει δεῖξαι.
对第一中面剪线而言,只有一条与其整体在平方上仅共测、且与整体一起围成有理面积的中面线可以附合。 因为,设第一中面剪线为AB,且BC附合于AB;因此AC、CB是中面线,仅在平方上共测,且围成由AC、CB围成并作为有理的矩形。我说,对AB而言,不能附合另一条与其整体在平方上仅共测、且与整体一起围成有理面积的中面线。 因为,若可能,设DB也附合于它;因此AD、DB是中面线,仅在平方上共测,且围成由AD、DB围成并作为有理的矩形。又因为,AD、DB上的正方形之和超过由AD、DB围成的矩形的两倍的那个差,也等于AC、CB上的正方形之和超过由AC、CB围成的矩形的两倍的那个差;因为它们超出了相同的量,即AB上的正方形。因此,交互地,AD、DB上的正方形之和超过AC、CB上的正方形之和的那个差,也等于由AD、DB围成的矩形的两倍超过由AC、CB围成的矩形的两倍的那个差。而由AD、DB围成的矩形的两倍超过由AC、CB围成的矩形的两倍一个有理面积;因为两者都是有理的。因此AD、DB上的正方形之和也超过AC、CB上的正方形之和一个有理面积;这是不可能的;因为两者都是中面的,而中面面积并不超过中面面积一个有理面积。 因此,对第一中面剪线而言,只有一条与其整体在平方上仅共测、且与整体一起围成有理面积的中面线可以附合;这就是所要证明的。
- 10.prop2.79ᾧ ὑπερέχει ... τούτῳ ὑπερέχει
关系代词 ᾧ 与指示代词 τούτῳ 做表示“差额”的与格,用以表达代数等式关系(A - B = C - D),即“A超过B的那个差额,也等于C超过D的那个差额”。
- 10.prop2.79ἐναλλάξ
虽然通常指比例式中的“更比(alternando)”,但在此处仅指代数等式中项的移项与位置互换(将 A - B = C - D 变形为 A - C = B - D)。
- 10.prop2.79μέσον δὲ μέσου οὐχ ὑπερέχει ῥητῷ
“中面面积并不超过中面面积一个有理面积”这一断言基于本卷命题26中已证的数学事实。此处的 ῥητῷ(以有理面积)是表示差额的与格。
- 10.prop2.80ῥητὸν περιέχουσαι τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ
中性形容词名词化的 ῥητόν(有理面积)作为现在分词 περιέχουσαι(围成)的宾语,而具体指代的“由AC、CB围成的矩形(τὸ ὑπὸ τῶν ΑΓ, ΓΒ)”与其形成同位语关系。
