- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.58-10.prop2.59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
定理58和59证明了,由一条有理线与第五或第六二项线所围成的面积的方根,分别是被称为“能产生有理与中项面积的线”和“能产生两个中项面积的线”的无理线。
ἐὰν χωρίον περιέχηται ὑπὸ ῥητῆς καὶ τῆς ἐκ δύο ὀνομάτων πέμπτης, ἡ τὸ χωρίον δυναμένη1 ἄλογός ἐστιν ἡ καλουμένη ῥητὸν καὶ μέσον δυναμένη. χωρίον γὰρ τὸ ΑΓ περιεχέσθω ὑπὸ ῥητῆς τῆς ΑΒ καὶ τῆς ἐκ δύο ὀνομάτων πέμπτης τῆς ΑΔ διῃρημένης εἰς τὰ ὀνόματα κατὰ τὸ Ε, ὥστε τὸ μεῖζον ὄνομα εἶναι τὸ ΑΕ·2 λέγω, ὅτι ἡ τὸ ΑΓ χωρίον δυναμένη ἄλογός ἐστιν ἡ καλουμένη ῥητὸν καὶ μέσον δυναμένη. Κατεσκευάσθω γὰρ τὰ αὐτὰ τοῖς πρότερον δεδειγμένοις· φανερὸν δή, ὅτι ἡ τὸ ΑΓ χωρίον δυναμένη ἐστὶν ἡ ΜΞ. δεικτέον δή, ὅτι ἡ ΜΞ ἐστιν ἡ ῥητὸν καὶ μέσον δυναμένη. ἐπεὶ γὰρ ἀσύμμετρός ἐστιν ἡ ΑΗ τῇ ΗΕ, ἀσύμμετρον ἄρα ἐστὶ καὶ τὸ ΑΘ τῷ ΘΕ, τουτέστι τὸ ἀπὸ τῆς ΜΝ τῷ ἀπὸ τῆς ΝΞ· αἱ ΜΝ, ΝΞ ἄρα δυνάμει εἰσὶν ἀσύμμετροι. καὶ ἐπεὶ ἡ ΑΔ ἐκ δύο ὀνομάτων ἐστὶ πέμπτη, καί ἔλασσον αὐτῆς τμῆμα τὸ ΕΔ, σύμμετρος ἄρα ἡ ΕΔ τῇ ΑΒ μήκει. ἀλλὰ ἡ ΑΕ τῇ ΕΔ ἐστιν ἀσύμμετρος· καὶ ἡ ΑΒ ἄρα τῇ ΑΕ ἐστιν ἀσύμμετρος μήκει. μέσον ἄρα ἐστὶ τὸ ΑΚ, τουτέστι τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΜΝ, ΝΞ. καὶ ἐπεὶ σύμμετρός ἐστιν ἡ ΔΕ τῇ ΑΒ μήκει, τουτέστι τῇ ΕΚ, ἀλλὰ ἡ ΔΕ τῇ ΕΖ σύμμετρός ἐστιν, καὶ ἡ ΕΖ ἄρα τῇ ΕΚ σύμμετρός ἐστιν. καὶ ῥητὴ ἡ ΕΚ· ῥητὸν ἄρα καὶ τὸ ΕΛ, τουτέστι τὸ ΜΡ, τουτέστι τὸ ὑπὸ ΜΝΞ· αἱ ΜΝ, ΝΞ ἄρα δυνάμει ἀσύμμετροί εἰσι ποιοῦσαι τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων μέσον, τὸ δʼ ὑπʼ αὐτῶν ῥητόν. ἡ ΜΞ ἄρα ῥητὸν καὶ μέσον δυναμένη ἐστὶ καὶ δύναται τὸ ΑΓ χωρίον· ὅπερ ἔδει δεῖξαι.
若一面积由一有理线与第五二项线所围成,则该面积的方根是一条无理线,即能产生有理与中项面积的线。 因为面积AC由有理线AB及第五二项线AD所围成,设AD在E处被分成两个项,其中较长的一项为AE;我说,面积AC的方根是一条无理线,即能产生有理与中项面积的线。 因为设作与前面相同的图形。于是显然,面积AC的方根是MX。现在必须证明,MX是能产生有理与中项面积的线。因为AH与HE不共测,所以AT也与TE不共测,即MN之上的正方形与NX之上的正方形不共测;因此,MN、NX在平方上不共测。又因为AD是第五二项线,且其较短的线段是ED,所以ED在长度上与AB共测。但是AE与ED不共测;所以AB在长度上与AE也不共测。因此AK是中面积,即MN、NX之上的正方形之和是中面积。又因为DE在长度上与AB共测,即与EK共测,而DE与EZ共测,所以EZ在长度上与EK也共测。且EK是有理的;因此EL也是有理的,即MP是有理的,即由MN、NX所围成的矩形是有理的。因此,MN、NX在平方上不共测,使得它们之上的正方形之和为中面积,而由它们所围成的矩形为有理的。 因此,MX是能产生有理与中项面积的线,且它是面积AC的方根;即所要求证的。
ἐὰν χωρίον περιέχηται ὑπὸ ῥητῆς καὶ τῆς ἐκ δύο ὀνομάτων ἕκτης, ἡ τὸ χωρίον δυναμένη ἄλογός ἐστιν ἡ καλουμένη δύο μέσα δυναμένη. χωρίον γὰρ τὸ ΑΒΓΔ περιεχέσθω ὑπὸ ῥητῆς τῆς ΑΒ καὶ τῆς ἐκ δύο ὀνομάτων ἕκτης τῆς ΑΔ διῃρημένης εἰς τὰ ὀνόματα κατὰ τὸ Ε, ὥστε τὸ μεῖζον ὄνομα εἶναι τὸ ΑΕ· λέγω, ὅτι ἡ τὸ ΑΓ δυναμένη ἡ δύο μέσα δυναμένη ἐστίν. Κατεσκευάσθω τὰ αὐτὰ τοῖς προδεδειγμένοις. φανερὸν δή, ὅτι τὸ ΑΓ δυναμένη ἐστὶν ἡ ΜΞ, καὶ ὅτι ἀσύμμετρός ἐστι ἡ ΜΝ τῇ ΝΞ δυνάμει. καὶ ἐπεὶ ἀσύμμετρός ἐστιν ἡ ΕΑ τῇ ΑΒ μήκει, αἱ ΕΑ, ΑΒ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· μέσον ἄρα ἐστὶ τὸ ΑΚ, τουτέστι τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΜΝ, ΝΞ. πάλιν, ἐπεὶ ἀσύμμετρός ἐστιν ἡ ΕΔ τῇ ΑΒ μήκει, ἀσύμμετρος ἄρα ἐστὶ καὶ ἡ ΖΕ τῇ ΕΚ· αἱ ΖΕ, ΕΚ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· μέσον ἄρα ἐστὶ τὸ ΕΛ, τουτέστι τὸ ΜΡ, τουτέστι τὸ ὑπὸ τῶν ΜΝΞ.3 καὶ ἐπεὶ ἀσύμμετρος ἡ ΑΕ τῇ ΕΖ, καὶ τὸ ΑΚ τῷ ΕΛ ἀσύμμετρόν ἐστιν. ἀλλὰ τὸ μὲν ΑΚ ἐστι τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΜΝ, ΝΞ, τὸ δὲ ΕΛ ἐστι τὸ ὑπὸ τῶν ΜΝΞ· ἀσύμμετρον ἄρα ἐστὶ τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΜΝΞ τῷ ὑπὸ τῶν ΜΝΞ. καί ἐστι μέσον ἑκάτερον αὐτῶν, καὶ αἱ ΜΝ, ΝΞ δυνάμει εἰσὶν ἀσύμμετροι. ἡ ΜΞ ἄρα δύο μέσα δυναμένη ἐστὶ καὶ δύναται τὸ ΑΓ· ὅπερ ἔδει δεῖξαι.
若一面积由一有理线与第六二项线所围成,则该面积的方根是一条无理线,即能产生两个中项面积的线。 因为面积ABCD由有理线AB及第六二项线AD所围成,设AD在E处被分成两个项,其中较长的一项为AE;我说,面积AC的方根是能产生两个中项面积的线。 设作与前面相同的图形。于是显然,面积AC的方根是MX,且MN与NX在平方上不共测。又因为EA在长度上与AB不共测,所以EA、AB是仅在平方上共测的有理线。因此AK是中面积,即MN、NX之上的正方形之和是中面积。再次,因为ED在长度上与AB不共测,所以ZE在长度上与EK也不共测。因此ZE、EK是仅在平方上共测的有理线。因此EL,即MP,是中面积,即由MN、NX所围成的矩形是中面积。又因为AE与EZ不共测,所以AK与EL也不共测。但是AK是MN、NX之上的正方形之和,而EL是由MN、NX所围成的矩形;因此,MN、NX之上的正方形之和与由MN、NX所围成的矩形不共测。且它们中的每一个都是中面积,且MN、NX在平方上不共测。 因此,MX是能产生两个中项面积的线,且它是面积AC的方根;即所要求证的。
- 10.prop2.58ἡ τὸ χωρίον δυναμένη
希腊几何学中的定型现在分词表达,意为“与该面积等值的正方形的边”(即平方根线)。女性单数定冠词 ἡ 隐示地修饰 εὐθεῖα(直线)。
- 10.prop2.58ὥστε τὸ μεῖζον ὄνομα εἶναι τὸ ΑΕ
连接词 ὥστε 后面接不定式 εἶναι。此处与其说是叙述结果,不如说是规定或设定作图的条件,意为“使得AE为较长的一项”。
- 10.prop2.59τῶν ΜΝΞ
将两条线段 MN 和 NX 合并在一个定冠词下表示的简略写法。复数属格冠词 τῶν 后面紧跟组合字母 ΜΝΞ,实际上代表 τῶν ΜΝ, ΝΞ。这是为了使几何论证的表述更加简洁而采用的缩写技巧。
