← 欧几里得

几何原本

§10.prop2.53#1

第六二项线的作图与条件

本段描述了求第六二项线所需设定的一系列数与有理直线,并利用等比性质推导比例关系,以论证其两项在长度上的不共测性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.prop2.53#1

εὑρεῖν τὴν ἐκ δύο ὀνομάτων ἕκτην. Ἐκκείσθωσαν δύο ἀριθμοὶ οἱ ΑΓ, ΓΒ, ὥστε τὸν ΑΒ πρὸς ἑκάτερον αὐτῶν λόγον μὴ ἔχειν, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἔστω δὲ καὶ ἕτερος ἀριθμὸς ὁ Δ μὴ τετράγωνος ὢν μηδὲ πρὸς ἑκάτερον τῶν ΒΑ, ΑΓ λόγον ἔχων,1 ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· καὶ ἐκκείσθω τις ῥητὴ εὐθεῖα ἡ Ε, καὶ γεγονέτω ὡς ὁ Δ πρὸς τὸν ΑΒ, οὕτως τὸ ἀπὸ τῆς Ε πρὸς τὸ ἀπὸ τῆς ΖΗ· σύμμετρον ἄρα τὸ ἀπὸ τῆς Ε τῷ ἀπὸ τῆς ΖΗ. καί ἐστι ῥητὴ ἡ Ε· ῥητὴ ἄρα καὶ ἡ ΖΗ. καὶ ἐπεὶ οὐκ ἔχει ὁ Δ πρὸς τὸν ΑΒ λόγον, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, οὐδὲ τὸ ἀπὸ τῆς Ε ἄρα πρὸς τὸ ἀπὸ τῆς ΖΗ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἡ Ε τῇ ΖΗ μήκει. γεγονέτω δὴ πάλιν ὡς ὁ ΒΑ πρὸς τὸν ΑΓ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ. σύμμετρον ἄρα τὸ ἀπὸ τῆς ΖΗ τῷ ἀπὸ τῆς ΘΗ. ῥητὸν ἄρα τὸ ἀπὸ τῆς ΘΗ· ῥητὴ ἄρα ἡ ΘΗ. καὶ ἐπεὶ ὁ ΒΑ πρὸς τὸν ΑΓ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, οὐδὲ τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΖΗ τῇ ΗΘ μήκει. αἱ ΖΗ, ΗΘ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἐκ δύο ἄρα ὀνομάτων ἐστὶν ἡ ΖΘ. δεικτέον δή, ὅτι καὶ ἕκτη. ἐπεὶ γάρ ἐστιν ὡς ὁ Δ πρὸς τὸν ΑΒ, οὕτως τὸ ἀπὸ τῆς Ε πρὸς τὸ ἀπὸ τῆς ΖΗ, ἔστι δὲ καὶ ὡς ὁ ΒΑ πρὸς τὸν ΑΓ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ, διʼ ἴσου2 ἄρα ἐστὶν ὡς ὁ Δ πρὸς τὸν ΑΓ, οὕτως τὸ ἀπὸ τῆς Ε πρὸς τὸ ἀπὸ τῆς ΗΘ. ὁ δὲ Δ πρὸς τὸν ΑΓ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· οὐδὲ τὸ ἀπὸ τῆς Ε ἄρα πρὸς τὸ ἀπὸ τῆς ΗΘ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ Ε τῇ ΗΘ μήκει. ἐδείχθη δὲ καὶ τῇ ΖΗ ἀσύμμετρος· ἑκατέρα ἄρα τῶν ΖΗ, ΗΘ ἀσύμμετρός ἐστι τῇ Ε μήκει. καὶ ἐπεί ἐστιν ὡς ὁ ΒΑ πρὸς τὸν ΑΓ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ, μεῖζον ἄρα τὸ ἀπὸ τῆς ΖΗ τοῦ ἀπὸ τῆς ΗΘ.

求第六二项线。 设有两个数AC、CB,使得AB对它们之每一个,都不具有平方数对平方数的比;且设另有一个数D,它既不是平方数,对BA、AC之每一个,也不具有平方数对平方数的比;且设给出某个有理直线E,并使正如D对AB,E之上的正方形对ZH之上的正方形。因此E之上的正方形与ZH之上的正方形共测。且E是有理线;因此ZH也是有理线。又因为D对AB不具有平方数对平方数的比,所以E之上的正方形对ZH之上的正方形也不具有平方数对平方数的比;因此E在长度上与ZH不共测。今设再作成:正如BA对AC,ZH之上的正方形对HT之上的正方形。因此ZH之上的正方形与TH之上的正方形共测。因此TH之上的正方形是有理的;因此TH是有理线。又因为BA对AC不具有平方数对平方数的比,所以ZH之上的正方形对HT之上的正方形也不具有平方数对平方数的比;因此ZH在长度上与HT不共测。因此ZH、HT是仅在平方上共测的有理线;所以ZT是二项线。 今要证明,它也是第六二项线。 因为正如D对AB,E之上的正方形对ZH之上的正方形,且正如BA对AC,ZH之上的正方形对HT之上的正方形,因此,由等比,正如D对AC,E之上的正方形对HT之上的正方形。而D对AC不具有平方数对平方数的比;因此E之上的正方形对HT之上的正方形也不具有平方数对平方数的比。所以E在长度上与HT不共测。且已证明它与ZH不共测;因此ZH、HT之每一个在长度上都与E不共测。又因为正如BA对AC,ZH之上的正方形对HT之上的正方形,所以ZH之上的正方形大于HT之上的正方形。

语法注2 条
  1. 10.prop2.53μὴ τετράγωνος ὢν μηδὲ πρὸς ἑκάτερον τῶν ΒΑ, ΑΓ λόγον ἔχων

    修饰主语数 D (ὁ Δ) 的分词短语。这里使用否定词 μή 是因为该分词句在对即将引入的数的属性施加限制或设定条件(即“不满足……条件”)。

  2. 10.prop2.53διʼ ἴσου

    指“由等比”(ex aequali)。根据第5卷定义17中的等比性质,从 $D : AB = E^2 : ZH^2$ 与 $BA : AC = ZH^2 : HT^2$ 这两组比例关系中消去中间项,直接推导出 $D : AC = E^2 : HT^2$。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.53#1