← 欧几里得

几何原本

§10.prop1.7-10.prop1.8

不可通约量与数之比的不存在性

本段通过反证法(利用前两个命题的逆否命题)证明:不可通约的量不具有数对数的比(命题7),以及不具有数对数的比的两个量是不可通约的(命题8)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.prop1.7

τὰ ἀσύμμετρα μεγέθη πρὸς ἄλληλα λόγον οὐκ ἔχει, ὃν ἀριθμὸς πρὸς ἀριθμόν. ἔστω ἀσύμμετρα μεγέθη τὰ Α, Β· λέγω, ὅτι τὸ Α πρὸς τὸ Β λόγον οὐκ ἔχει, ὃν ἀριθμὸς πρὸς ἀριθμόν. εἰ γὰρ ἔχει τὸ Α πρὸς τὸ Β λόγον, ὃν ἀριθμὸς πρὸς ἀριθμόν, σύμμετρον ἔσται τὸ Α τῷ Β. οὐκ ἔστι δέ·1 οὐκ ἄρα τὸ Α πρὸς τὸ Β λόγον ἔχει, ὃν ἀριθμὸς πρὸς ἀριθμόν. τὰ ἄρα ἀσύμμετρα μεγέθη πρὸς ἄλληλα λόγον οὐκ ἔχει, καὶ τὰ ἑξῆς.

不可通约的量彼此之间没有数与数那样的比。 设 Α、Β 为不可通约的量。我说,Α 对 Β 没有数与数那样的比。 因为,如果 Α 对 Β 有数与数那样的比,则 Α 与 Β 将是可通约的。但事实并非如此。因此,Α 对 Β 没有数与数那样的比。 因此,不可通约的量彼此之间没有比,以下同。

§10.prop1.8

ἐὰν δύο μεγέθη πρὸς ἄλληλα λόγον μὴ ἔχῃ, ὃν ἀριθμὸς πρὸς ἀριθμόν, ἀσύμμετρα ἔσται τὰ μεγέθη. δύο γὰρ μεγέθη τὰ Α, Β πρὸς ἄλληλα λόγον μὴ ἐχέτω, ὃν ἀριθμὸς πρὸς ἀριθμόν· λέγω, ὅτι ἀσύμμετρά ἐστι τὰ Α, Β μεγέθη. εἰ γὰρ ἔσται σύμμετρα,2 τὸ Α πρὸς τὸ Β λόγον ἕξει, ὃν ἀριθμὸς πρὸς ἀριθμόν. οὐκ ἔχει δέ. ἀσύμμετρα ἄρα ἐστὶ τὰ Α, Β μεγέθη. ἐὰν ἄρα δύο μεγέθη πρὸς ἄλληλα, καὶ τὰ ἑξῆς.

如果两个量彼此之间没有数与数那样的比,则这两个量将是不可通约的。 因为,设两个量 Α、Β 彼此之间没有数与数那样的比。我说,量 Α、Β 是不可通约的。 因为,如果它们是可通约的,则 Α 对 Β 将有数与数那样的比。但它没有。因此,量 Α、Β 是不可通约的。 因此,如果两个量彼此,以下同。

语法注2 条
  1. 10.prop1.7οὐκ ἔστι δέ

    意为“但事实并非如此”。这是对前句条件句后件“Α将与Β可通约(σύμμετρον ἔσται)”的否定。第三人称单数现在时动词 ἔστι 在这里不带具体主语,用作一种不变化的形式来否定假设的状况。

  2. 10.prop1.8εἰ γὰρ ἔσται σύμμετρα

    条件小词 εἰ 后接将来直说语气 ἔσται(第三人称单数,与中性复数主语 τὰ Α, Β μεγέθη 一致)。在希腊数学文本中,这种将来时直说语气的条件句常用在反证法的假设中,表示“如果假设……成立”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)
  • 中于 2026-06-01 由 Gemini 3.5 Flash 重新翻译
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop1.7-10.prop1.8