- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop1.35-10.prop1.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
展示了第五种在平方上不共测的直线对的作图方法(其正方形之和与包围的矩形皆为中项且互不共测),并证明了将两条仅在平方上共测的直线(有理线,或包围有理面积的中项线)相加所得到的整条线是无理线,分别定义为二名线与第一二中项线。
εὑρεῖν δύο εὐθείας δυνάμει ἀσυμμέτρους ποιούσας τό τε συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων μέσον καὶ τὸ ὑπʼ αὐτῶν μέσον καὶ ἔτι ἀσύμμετρον τῷ συγκειμένῳ ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνῳ. Ἐκκείσθωσαν δύο μέσαι δυνάμει μόνον σύμμετροι αἱ ΑΒ, ΒΓ μέσον περιέχουσαι, ὥστε τὴν ΑΒ τῆς ΒΓ μεῖζον δύνασθαι τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ, καὶ γεγράφθω ἐπὶ τῆς ΑΒ ἡμικύκλιον τὸ ΑΔΒ, καὶ τὰ λοιπὰ γεγονέτω τοῖς ἐπάνω ὁμοίως.1 καὶ ἐπεὶ ἀσύμμετρός ἐστιν ἡ ΑΖ τῇ ΖΒ μήκει, ἀσύμμετρός ἐστι καὶ ἡ ΑΔ τῇ ΔΒ δυνάμει. καὶ ἐπεὶ μέσον ἐστὶ τὸ ἀπὸ τῆς ΑΒ, μέσον ἄρα καὶ τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΔ, ΔΒ. καὶ ἐπεὶ τὸ ὑπὸ τῶν ΑΖ, ΖΒ ἴσον ἐστὶ τῷ ἀφʼ ἑκατέρας τῶν ΒΕ, ΔΖ, ἴση ἄρα ἐστὶν ἡ ΒΕ τῇ ΔΖ· διπλῆ ἄρα ἡ ΒΓ τῆς ΖΔ· ὥστε καὶ τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ διπλάσιόν ἐστι τοῦ ὑπὸ τῶν ΑΒ, ΖΔ. μέσον δὲ τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ· μέσον ἄρα καὶ τὸ ὑπὸ τῶν ΑΒ, ΖΔ. καί ἐστιν ἴσον τῷ ὑπὸ τῶν ΑΔ, ΔΒ· μέσον ἄρα καὶ τὸ ὑπὸ τῶν ΑΔ, ΔΒ. καὶ ἐπεὶ ἀσύμμετρός ἐστιν ἡ ΑΒ τῇ ΒΓ μήκει, σύμμετρος δὲ ἡ ΓΒ τῇ ΒΕ, ἀσύμμετρος ἄρα καὶ ἡ ΑΒ τῇ ΒΕ μήκει· ὥστε καὶ τὸ ἀπὸ τῆς ΑΒ τῷ ὑπὸ τῶν ΑΒ, ΒΕ ἀσύμμετρόν ἐστιν. ἀλλὰ τῷ μὲν ἀπὸ τῆς ΑΒ ἴσα ἐστὶ τὰ ἀπὸ τῶν ΑΔ, ΔΒ, τῷ δὲ ὑπὸ τῶν ΑΒ, ΒΕ ἴσον ἐστὶ τὸ ὑπὸ τῶν ΑΒ, ΖΔ, τουτέστι τὸ ὑπὸ τῶν ΑΔ, ΔΒ· ἀσύμμετρον ἄρα ἐστὶ τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΔ, ΔΒ τῷ ὑπὸ τῶν ΑΔ, ΔΒ. Εὕρηνται ἄρα δύο εὐθεῖαι αἱ ΑΔ, ΔΒ δυνάμει ἀσύμμετροι ποιοῦσαι τό τε συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν μέσον καὶ τὸ ὑπʼ αὐτῶν μέσον καὶ ἔτι ἀσύμμετρον τῷ συγκειμένῳ ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων· ὅπερ ἔδει δεῖξαι.
求两条在平方上不共测的线,使得它们上的正方形之和为中项的,而由它们包围的矩形也为中项的,并且还与它们上的正方形之和不共测。设已给两条仅在平方上共测且包围一个中项面积的中项线 AB、BC,使得 AB 上的正方形比 BC 上的正方形大,其差等于与 AB 不共测的线上的正方形。并在 AB 上描半圆 ADB,且其余的按与上述相同的方式作图。又由于 AZ 与 ZB 在长度上不共测,因此 AD 与 DB 在平方上也不共测。又由于在 AB 上的正方形是中项的,因此在 AD、DB 上的正方形之和也是中项的。又由于由 AZ、ZB 包围的矩形等于 BE、DZ 各自上的正方形,因此 BE 等于 DZ;所以 BC 是 ZD 的两倍;从而由 AB、BC 包围的矩形也是由 AB、ZD 包围的矩形的两倍。而由AB、BC 包围的矩形是中项的;因此由 AB、ZD 包围的矩形也是中项的。而它等于由 AD、DB 包围的矩形;因此由 AD、DB 包围的矩形也是中项的。又由于 AB 与 BC 在长度上不共测,而 CB 与 BE 共测,因此 AB 也与 BE 在长度上不共测;所以 AB 上的正方形也与由AB、BE 包围的矩形不共测。然而,AD、DB 上的正方形之和等于 AB 上的正方形,而由 AB、ZD 包围的矩形,即由 AD、DB 包围的矩形,等于由 AB、BE 包围的矩形;因此 AD、DB 上的正方形之和与由 AD、DB 包围的矩形不共测。因此,已求得两条在平方上不共测的线 AD、DB,使得它们上的正方形之和是中项的,而由它们包围的矩形也是中项的,并且还与它们上的正方形之和不共测;这正是所要证明的。
ἐὰν δύο ῥηταὶ δυνάμει μόνον σύμμετροι συντεθῶσιν, ἡ ὅλη ἄλογός ἐστιν, καλείσθω δὲ ἐκ δύο ὀνομάτων. Συγκείσθωσαν γὰρ δύο ῥηταὶ δυνάμει μόνον σύμμετροι αἱ ΑΒ, ΒΓ· λέγω, ὅτι ὅλη ἡ ΑΓ ἄλογός ἐστιν. ἐπεὶ γὰρ ἀσύμμετρός ἐστιν ἡ ΑΒ τῇ ΒΓ μήκει· δυνάμει γὰρ μόνον εἰσὶ σύμμετροι· ὡς δὲ ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὸ ὑπὸ τῶν ΑΒΓ2 πρὸς τὸ ἀπὸ τῆς ΒΓ, ἀσύμμετρον ἄρα ἐστὶ τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ τῷ ἀπὸ τῆς ΒΓ. ἀλλὰ τῷ μὲν ὑπὸ τῶν ΑΒ, ΒΓ σύμμετρόν ἐστι τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ, τῷ δὲ ἀπὸ τῆς ΒΓ σύμμετρά ἐστι τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ· αἱ γὰρ ΑΒ, ΒΓ ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἀσύμμετρον ἄρα ἐστὶ τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ τοῖς ἀπὸ τῶν ΑΒ, ΒΓ. καὶ συνθέντι3 τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ μετὰ τῶν ἀπὸ τῶν ΑΒ, ΒΓ, τουτέστι τὸ ἀπὸ τῆς ΑΓ, ἀσύμμετρόν ἐστι τῷ συγκειμένῳ ἐκ τῶν ἀπὸ τῶν ΑΒ, ΒΓ. ῥητὸν δὲ τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΒ, ΒΓ· ἄλογον ἄρα τὸ ἀπὸ τῆς ΑΓ· ὥστε καὶ ἡ ΑΓ ἄλογός ἐστιν, καλείσθω δὲ ἐκ δύο ὀνομάτων· ὅπερ ἔδει δεῖξαι.
如果将两条仅在平方上共测的有理线相加,则整条线是无理的,且设它被称为二名线。因为设已将两条仅在平方上共测的有理线 AB、BC 相加;我指,整条线 AC 是无理的。因为由于 AB 在长度上与 BC 不共测(因为它们仅在平方上共测),且由于 AB 与 BC 的比等于由 AB、BC 包围的矩形与 BC 上的正方形的比,因此由 AB、BC 包围的矩形与 BC 上的正方形不共测。然而,由 AB、BC 包围的矩形与两倍的由 AB、BC 包围的矩形共测,而 BC 上的正方形与 AB、BC 上的正方形之和共测(因为 AB、BC 是仅在平方上共测的有理线);因此两倍的由 AB、BC 包围的矩形与 AB、BC 上的正方形之和不共测。且将两倍的由 AB、BC 包围的矩形与 AB、BC 上的正方形之和相加,即在AC 上的正方形,与 AB、BC 上的正方形之和不共测。而 AB、BC 上的正方形之和是有理的;因此在 AC 上的正方形是无理的;所以 AC 也是无理的,且设它被称为二名线;这正是所要证明的。
ἐὰν δύο μέσαι δυνάμει μόνον σύμμετροι συντεθῶσι ῥητὸν περιέχουσαι, ἡ ὅλη ἄλογός ἐστιν, καλείσθω δὲ ἐκ δύο μέσων πρώτη. Συγκείσθωσαν γὰρ δύο μέσαι δυνάμει μόνον σύμμετροι αἱ ΑΒ, ΒΓ ῥητὸν περιέχουσαι· λέγω, ὅτι ὅλη ἡ ΑΓ ἄλογός ἐστιν. ἐπεὶ γὰρ ἀσύμμετρός ἐστιν ἡ ΑΒ τῇ ΒΓ μήκει, καὶ τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ ἄρα ἀσύμμετρά ἐστι τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ· καὶ συνθέντι τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ μετὰ τοῦ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ, ὅπερ ἐστὶ τὸ ἀπὸ τῆς ΑΓ, ἀσύμμετρόν ἐστι τῷ ὑπὸ τῶν ΑΒ, ΒΓ. ῥητὸν δὲ τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ· ὑπόκεινται γὰρ αἱ ΑΒ, ΒΓ ῥητὸν περιέχουσαι· ἄλογον ἄρα τὸ ἀπὸ τῆς ΑΓ· ἄλογος ἄρα ἡ ΑΓ, καλείσθω δὲ ἐκ δύο μέσων πρώτη· ὅπερ ἔδει δεῖξαι.
如果将两条仅在平方上共测且包围一个有理面积的中项线相加,则整条线是无理的,且设它被称为第一二中项线。因为设已将两条仅在平方上共测且包围一个有理面积的中项线 AB、BC 相加;我指,整条线 AC 是无理的。因为由于 AB 在长度上与 BC 不共测,因此 AB、BC 上的正方形之和也与两倍的由 AB、BC 包围的矩形不共测。而将 AB、BC 上的正方形之和与两倍的由 AB、BC 包围的矩形相加,即在 AC 上的正方形,与由 AB、BC 包围的矩形不共测。而由 AB、BC 包围的矩形是有理的;因为由设,已给的 AB、BC 包围了一个有理面积;因此在 AC 上的正方形是无理的;所以 AC 是无理的,且设它被称为第一二中项线;这正是所要证明的。
- 10.prop1.35τοῖς ἐπάνω ὁμοίως
意为“与上述相同”,指直接沿用前一命题(命题34)中的作图步骤(平分、应用带缺角的平行四边形、作半圆与垂线、连线等)。
- 10.prop1.36τὸ ὑπὸ τῶν ΑΒΓ
这是 τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ(由 AB、BC 包围的矩形)的缩写形式或抄本异读。从上下文来看,显然是指由 AB 和 BC 两条线包围的矩形。
- 10.prop1.36καὶ συνθέντι
这是一个使用与格分词的条件/操作性表达,意为“(将这些)相加(合成)之后,……”。在《几何原本》中,这种表达常用于描述比例的合成或面积的加法。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 2 处
