- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:1.prop.9-1.prop.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在命题9至11中,展示并证明了三个几何作图问题:二等分一个已知角、二等分一条已知有限直线,以及从已知直线上的已知点作一条垂直于该直线的线。
τὴν δοθεῖσαν γωνίαν εὐθύγραμμον δίχα τεμεῖν. ἔστω ἡ δοθεῖσα γωνία εὐθύγραμμος ἡ ὑπὸ ΒΑΓ. δεῖ δὴ αὐτὴν δίχα τεμεῖν.1 εἰλήφθω2 ἐπὶ τῆς ΑΒ τυχὸν σημεῖον τὸ Δ, καὶ ἀφῃρήσθω ἀπὸ τῆς ΑΓ τῇ ΑΔ ἴση ἡ ΑΕ, καὶ ἐπεζεύχθω ἡ ΔΕ, καὶ συνεστάτω ἐπὶ τῆς ΔΕ τρίγωνον ἰσόπλευρον τὸ ΔΕΖ, καὶ ἐπεζεύχθω ἡ ΑΖ· λέγω, ὅτι ἡ ὑπὸ ΒΑΓ γωνία δίχα τέτμηται ὑπὸ τῆς ΑΖ εὐθείας. ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΑΔ τῇ ΑΕ, κοινὴ δὲ ἡ ΑΖ, δύο δὴ αἱ ΔΑ, ΑΖ δυσὶ ταῖς ΕΑ, ΑΖ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ. καὶ βάσις ἡ ΔΖ βάσει τῇ ΕΖ ἴση ἐστίν· γωνία ἄρα ἡ ὑπὸ ΔΑΖ γωνίᾳ τῇ ὑπὸ ΕΑΖ ἴση ἐστίν. ἡ ἄρα δοθεῖσα γωνία εὐθύγραμμος ἡ ὑπὸ ΒΑΓ δίχα τέτμηται ὑπὸ τῆς ΑΖ εὐθείας· ὅπερ ἔδει ποιῆσαι.
二等分一个已知直线角。 设已知直线角为角BAC。要求二等分之。 在AB上任取一点D,并从AC上截取等于AD的AE,连结DE,且在DE上作正三角形DEF,并连结AF。我说,角BAC已被直线AF二等分。 因为,由于AD等于AE,且AF是公共的,所以两边DA、AF分别等于两边EA、AF;且底边DF等于底边EF;因此角DAF等于角EAF。 因此,已知直线角BAC已被直线AF二等分。——这就是所要作的。
τὴν δοθεῖσαν εὐθεῖαν πεπερασμένην δίχα τεμεῖν. ἔστω ἡ δοθεῖσα εὐθεῖα πεπερασμένη ἡ ΑΒ· δεῖ δὴ τὴν ΑΒ εὐθεῖαν πεπερασμένην δίχα τεμεῖν. συνεστάτω ἐπʼ αὐτῆς τρίγωνον ἰσόπλευρον τὸ ΑΒΓ, καὶ τετμήσθω ἡ ὑπὸ ΑΓΒ γωνία δίχα τῇ ΓΔ εὐθείᾳ· λέγω, ὅτι ἡ ΑΒ εὐθεῖα δίχα τέτμηται κατὰ τὸ Δ σημεῖον. ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΑΓ τῇ ΓΒ, κοινὴ δὲ ἡ ΓΔ, δύο δὴ αἱ ΑΓ, ΓΔ δύο ταῖς ΒΓ, ΓΔ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ· καὶ γωνία ἡ ὑπὸ ΑΓΔ γωνίᾳ τῇ ὑπὸ ΒΓΔ ἴση ἐστίν· βάσις ἄρα ἡ ΑΔ βάσει τῇ ΒΔ ἴση ἐστίν. ἡ ἄρα δοθεῖσα εὐθεῖα πεπερασμένη ἡ ΑΒ δίχα τέτμηται κατὰ τὸ Δ· ὅπερ ἔδει ποιῆσαι.
二等分一个已知有限直线。 设已知有限直线为AB。要求二等分此有限直线AB。 在其上作正三角形ABC,并以直线CD二等分角ACB。我说,直线AB已被在点D处二等分。 因为,由于AC等于CB,且CD是公共的,所以两边AC、CD分别等于两边BC、CD;并且角ACD等于角BCD;因此底边AD等于底边BD。 因此,已知有限直线AB已被在点D处二等分。——这就是所要作的。
τῇ δοθείσῃ εὐθείᾳ ἀπὸ τοῦ πρὸς αὐτῇ δοθέντος σημείου πρὸς ὀρθὰς γωνίας εὐθεῖαν γραμμὴν ἀγαγεῖν. ἔστω ἡ μὲν δοθεῖσα εὐθεῖα ἡ ΑΒ τὸ δὲ δοθὲν σημεῖον ἐπʼ αὐτῆς τὸ Γ· δεῖ δὴ ἀπὸ τοῦ Γ σημείου τῇ ΑΒ εὐθείᾳ πρὸς ὀρθὰς γωνίας εὐθεῖαν γραμμὴν ἀγαγεῖν. εἰλήφθω ἐπὶ τῆς ΑΓ τυχὸν σημεῖον τὸ Δ, καὶ κείσθω τῇ ΓΔ ἴση ἡ ΓΕ, καὶ συνεστάτω ἐπὶ τῆς ΔΕ τρίγωνον ἰσόπλευρον τὸ ΖΔΕ, καὶ ἐπεζεύχθω ἡ ΖΓ· λέγω, ὅτι τῇ δοθείσῃ εὐθείᾳ τῇ ΑΒ ἀπὸ τοῦ πρὸς αὐτῇ δοθέντος σημείου τοῦ Γ πρὸς ὀρθὰς γωνίας εὐθεῖα γραμμὴ ἦκται ἡ ΖΓ. ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΔΓ τῇ ΓΕ, κοινὴ δὲ ἡ ΓΖ, δύο δὴ αἱ ΔΓ, ΓΖ δυσὶ ταῖς ΕΓ, ΓΖ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ· καὶ βάσις ἡ ΔΖ βάσει τῇ ΖΕ ἴση ἐστίν· γωνία ἄρα ἡ ὑπὸ ΔΓΖ γωνίᾳ τῇ ὑπὸ ΕΓΖ ἴση ἐστίν· καί εἰσιν ἐφεξῆς.3 ὅταν δὲ εὐθεῖα ἐπʼ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν· ὀρθὴ ἄρα ἐστὶν ἑκατέρα τῶν ὑπὸ ΔΓΖ, ΖΓΕ. τῇ ἄρα δοθείσῃ εὐθείᾳ τῇ ΑΒ ἀπὸ τοῦ πρὸς αὐτῇ δοθέντος σημείου τοῦ Γ πρὸς ὀρθὰς γωνίας εὐθεῖα γραμμὴ ἦκται ἡ ΓΖ· ὅπερ ἔδει ποιῆσαι.
从已知直线上的已知点起,作一直线与已知直线成直角。 设已知直线为AB,其上已知点为C。要求从点C起,作一直线与直线AB成直角。 在AC上任取一点D,并使CE等于CD,在DE上作正三角形FDE,并连结FC。我说,对于已知直线AB,从其上已知点C起,已作出了与之成直角的直线FC。 因为,由于DC等于CE,且CF是公共的,所以两边DC、CF分别等于两边EC、CF;且底边DF等于底边FE;因此角DCF等于角ECF;并且它们是邻角。而当一条直线立在另一条直线上时,如果它使相邻的角彼此相等,那么这些相等角中的每一个都是直角;因此角DCF、FCE中的每一个都是直角。 因此,对于已知直线AB,从其上已知点C起,已作出了与之成直角的直线FC。——这就是所要作的。
- 1.prop.9δεῖ δὴ αὐτὴν δίχα τεμεῖν
使用无人称动词 δεῖ 的句子,是表明作图目标的“确定”(diorismos)的标准表达,采用了不定式结构(以 αὐτήν 为宾语,τεμεῖν 为不定式)。
- 1.prop.9εἰλήφθω
第三人称单数完成命令式被动态。这是希腊数学中用于命令设定假设几何对象(“设取……”)的典型数学命令式用法。
- 1.prop.11καί εἰσιν ἐφεξῆς
主语是前述的两个角。指出它们是“相邻”(ἐφεξῆς)的,从而为应用随后的直角定义(定义10)提供了前提条件。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
