← 欧几里得

几何原本

§1.prop.5-1.prop.6

等腰三角形底角相等及其逆命题证明

命题5证明了等腰三角形的底角以及底边之下延长线上的角相等;命题6则证明其逆命题,即利用反证法证明两角相等的三角形其所对的两边也相等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.prop.5

τῶν ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, καὶ προσεκβληθεισῶν τῶν ἴσων εὐθειῶν1 αἱ ὑπὸ τὴν βάσιν γωνίαι ἴσαι ἀλλήλαις ἔσονται. ἔστω τρίγωνον ἰσοσκελὲς τὸ ΑΒΓ ἴσην ἔχον τὴν ΑΒ πλευρὰν τῇ ΑΓ πλευρᾷ, καὶ προσεκβεβλήσθωσαν ἐπʼ εὐθείας ταῖς ΑΒ, ΑΓ εὐθεῖαι αἱ ΒΔ, ΓΕ· λέγω, ὅτι ἡ μὲν ὑπὸ ΑΒΓ γωνία τῇ ὑπὸ ΑΓΒ ἴση ἐστίν, ἡ δὲ ὑπὸ ΓΒΔ τῇ ὑπὸ ΒΓΕ. εἰλήφθω γὰρ ἐπὶ τῆς ΒΔ τυχὸν σημεῖον τὸ Ζ, καὶ ἀφῃρήσθω ἀπὸ τῆς μείζονος τῆς ΑΕ τῇ ἐλάσσονι τῇ ΑΖ ἴση ἡ ΑΗ, καὶ ἐπεζεύχθωσαν αἱ ΖΓ, ΗΒ εὐθεῖαι. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ μὲν ΑΖ τῇ ΑΗ ἡ δὲ ΑΒ τῇ ΑΓ, δύο δὴ αἱ ΖΑ, ΑΓ δυσὶ ταῖς ΗΑ, ΑΒ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ· καὶ γωνίαν κοινὴν περιέχουσι τὴν ὑπὸ ΖΑΗ· βάσις ἄρα ἡ ΖΓ βάσει τῇ ΗΒ ἴση ἐστίν, καὶ τὸ ΑΖΓ τρίγωνον τῷ ΑΗΒ τριγώνῳ ἴσον ἔσται, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται ἑκατέρα ἑκατέρᾳ, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν, ἡ μὲν ὑπὸ ΑΓΖ τῇ ὑπὸ ΑΒΗ, ἡ δὲ ὑπὸ ΑΖΓ τῇ ὑπὸ ΑΗΒ. καὶ ἐπεὶ ὅλη ἡ ΑΖ ὅλῃ τῇ ΑΗ ἐστιν ἴση, ὧν2 ἡ ΑΒ τῇ ΑΓ ἐστιν ἴση, λοιπὴ ἄρα ἡ ΒΖ λοιπῇ τῇ ΓΗ ἐστιν ἴση. ἐδείχθη δὲ καὶ ἡ ΖΓ τῇ ΗΒ ἴση· δύο δὴ αἱ ΒΖ, ΖΓ δυσὶ ταῖς ΓΗ, ΗΒ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ· καὶ γωνία ἡ ὑπὸ ΒΖΓ γωνίᾳ τῇ ὑπὸ ΓΗΒ ἴση, καὶ βάσις αὐτῶν κοινὴ ἡ ΒΓ· καὶ τὸ ΒΖΓ ἄρα τρίγωνον τῷ ΓΗΒ τριγώνῳ ἴσον ἔσται, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται ἑκατέρα ἑκατέρᾳ, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν· ἴση ἄρα ἐστὶν ἡ μὲν ὑπὸ ΖΒΓ τῇ ὑπὸ ΗΓΒ ἡ δὲ ὑπὸ ΒΓΖ τῇ ὑπὸ ΓΒΗ. ἐπεὶ οὖν ὅλη ἡ ὑπὸ ΑΒΗ γωνία ὅλῃ τῇ ὑπὸ ΑΓΖ γωνίᾳ ἐδείχθη ἴση, ὧν ἡ ὑπὸ ΓΒΗ τῇ ὑπὸ ΒΓΖ ἴση, λοιπὴ ἄρα ἡ ὑπὸ ΑΒΓ λοιπῇ τῇ ὑπὸ ΑΓΒ ἐστιν ἴση· καί εἰσι πρὸς τῇ βάσει τοῦ ΑΒΓ τριγώνου. ἐδείχθη δὲ καὶ ἡ ὑπὸ ΖΒΓ τῇ ὑπὸ ΗΓΒ ἴση· καί εἰσιν ὑπὸ τὴν βάσιν. τῶν ἄρα ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, καὶ προσεκβληθεισῶν τῶν ἴσων εὐθειῶν αἱ ὑπὸ τὴν βάσιν γωνίαι ἴσαι ἀλλήλαις ἔσονται· ὅπερ ἔδει δεῖξαι.

在等腰三角形中,底边上的角彼此相等;并且若将相等的直线延长,则底边之下的角也将彼此相等。 设ABC为等腰三角形,其边AB等于边AC,并设在直线AB、AC的延长线上,分别延长出直线BD、CE。我说,角ABC等于角ACB,且角CBD等于角BCE。 因为,设在BD上任意取一点F,并从较长的AE上截取等于较短的AF的AG,并连结直线FC、GB。 因为,由于AF等于AG,且AB等于AC,所以两直线FA、AC分别等于两直线GA、AB;并且它们夹一个公共角FAG。因此,底边FC等于底边GB,且三角形AFC等于三角形AGB,并且余下的角也分别等于余下的角,即相等的边所对的角,角ACF等于角ABG,角AFC等于角AGB。 并且,因为整体AF等于整体AG,其中AB等于AC,所以余下的BF等于余下的CG。而FC也已被证明等于GB;因此,两边BF、FC分别等于两边CG、GB;且角BFC等于角CGB,并且它们的底边BC是公共的。因此,三角形BFC也将等于三角形CGB,并且余下的角也分别等于余下的角,即相等的边所对的角。因此,角FBC等于角GCB,且角BCF等于角CBG。 因为,由于整体角ABG已被证明等于整体角ACF,其中角CBG等于角BCF,所以余下的角ABC等于余下的角ACB;并且它们在三角形ABC的底边上。而角FBC也已被证明等于角GCB;并且它们在底边之下。 因此,在等腰三角形中,底边上的角彼此相等;并且若将相等的直线延长,则底边之下的角也将彼此相等。——这就是所要证明的。

§1.prop.6

ἐὰν τριγώνου αἱ δύο γωνίαι ἴσαι ἀλλήλαις ὦσιν, καὶ αἱ ὑπὸ τὰς ἴσας γωνίαις ὑποτείνουσαι πλευραὶ ἴσαι ἀλλήλαις ἔσονται. ἔστω τρίγωνον τὸ ΑΒΓ ἴσην ἔχον τὴν ὑπὸ ΑΒΓ γωνίαν τῇ ὑπὸ ΑΓΒ γωνίᾳ· λέγω, ὅτι καὶ πλευρὰ ἡ ΑΒ πλευρᾷ τῇ ΑΓ ἐστιν ἴση. εἰ γὰρ ἄνισός ἐστιν ἡ ΑΒ τῇ ΑΓ, ἡ ἑτέρα αὐτῶν μείζων ἐστίν. ἔστω μείζων ἡ ΑΒ, καὶ ἀφῃρήσθω ἀπὸ τῆς μείζονος τῆς ΑΒ τῇ ἐλάττονι τῇ ΑΓ ἴση ἡ ΔΒ, καὶ ἐπεζεύχθω ἡ ΔΓ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΔΒ τῇ ΑΓ κοινὴ δὲ ἡ ΒΓ, δύο δὴ αἱ ΔΒ, ΒΓ δύο ταῖς ΑΓ, ΓΒ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ, καὶ γωνία ἡ ὑπὸ ΔΒΓ γωνίᾳ τῇ ὑπὸ ΑΓΒ ἐστιν ἴση· βάσις ἄρα ἡ ΔΓ βάσει τῇ ΑΒ3 ἴση ἐστίν, καὶ τὸ ΔΒΓ τρίγωνον τῷ ΑΓΒ τριγώνῳ ἴσον ἔσται, τὸ ἔλασσον τῷ μείζονι·4 ὅπερ ἄτοπον· οὐκ ἄρα ἄνισός ἐστιν ἡ ΑΒ τῇ ΑΓ· ἴση ἄρα. ἐὰν ἄρα τριγώνου αἱ δύο γωνίαι ἴσαι ἀλλήλαις ὦσιν, καὶ αἱ ὑπὸ τὰς ἴσας γωνίας ὑποτείνουσαι πλευραὶ ἴσαι ἀλλήλαις ἔσονται· ὅπερ ἔδει δεῖξαι.

如果一个三角形的两角彼此相等,那么等角所对的边也将彼此相等。 设ABC为三角形,其角ABC等于角ACB。我说,边AB也等于边AC。 因为,如果AB不等于AC,那么其中之一较大。设AB较大,并从较长的AB上截取等于较短的AC的DB,并连结DC。 因为,由于DB等于AC,且BC是公共的,所以两边DB、BC分别等于两边AC、CB;且角DBC等于角ACB。因此,底边DC等于底边AB,且三角形DBC也将等于三角形ACB,较小的等于较大的;而这是荒谬的。因此,AB不与AC不等;所以它们相等。 因此,如果一个三角形的两角彼此相等,那么等角所对的边也将彼此相等。——这就是所要证明的。

语法注4 条
  1. 1.prop.5προσεκβληθεισῶν τῶν ἴσων εὐθειῶν

    属格绝对结构。意为“等长直线被延长时”。

  2. 1.prop.5ὧν

    关系代词的复数属格。先行词为整体的AF和AG,起部分属格(或减法属格)的作用,意为“在它们之中”。

  3. 1.prop.6βάσει τῇ ΑΒ

    将前一命题4应用于三角形DBC与ACB时,夹在等边(DB = AC, BC = CB)之间的等角(∠DBC = ∠ACB)所对的第三边分别被称为“底边”(βάσις),因此DC与AB相等。

  4. 1.prop.6τὸ ἔλασσον τῷ μείζονι

    接在动词 ἴσον ἔσται(将相等)之后的同位语或说明性补充。语境中表示“较小的等于较大的”,这构成了随后的荒谬(ἄτοπον)的原因。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:1.prop.5-1.prop.6