- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:1.prop.16-1.prop.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明三角形的任一外角大于其任何一个内对角(命题16)、三角形任意两角之和小于两个直角(命题17),以及三角形中较长边所对的角也较大(命题18)。
παντὸς τριγώνου μιᾶς τῶν πλευρῶν προσεκβληθείσης1 ἡ ἐκτὸς γωνία ἑκατέρας τῶν ἐντὸς καὶ ἀπεναντίον γωνιῶν μείζων ἐστίν. ἔστω τρίγωνον τὸ ΑΒΓ, καὶ προσεκβεβλήσθω αὐτοῦ μία πλευρὰ ἡ ΒΓ ἐπὶ τὸ Δ· λέγω, ὅτι ἡ ἐκτὸς γωνία ἡ ὑπὸ ΑΓΔ μείζων ἐστὶν ἑκατέρας τῶν ἐντὸς καὶ ἀπεναντίον τῶν ὑπὸ ΓΒΑ, ΒΑΓ γωνιῶν. τετμήσθω ἡ ΑΓ δίχα κατὰ τὸ Ε, καὶ ἐπιζευχθεῖσα ἡ ΒΕ ἐκβεβλήσθω ἐπʼ εὐθείας ἐπὶ τὸ Ζ, καὶ κείσθω τῇ ΒΕ ἴση ἡ ΕΖ, καὶ ἐπεζεύχθω ἡ ΖΓ, καὶ διήχθω ἡ ΑΓ ἐπὶ τὸ Η. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ μὲν ΑΕ τῇ ΕΓ, ἡ δὲ ΒΕ τῇ ΕΖ, δύο δὴ αἱ ΑΕ, ΕΒ δυσὶ ταῖς ΓΕ, ΕΖ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ· καὶ γωνία ἡ ὑπὸ ΑΕΒ γωνίᾳ τῇ ὑπὸ ΖΕΓ ἴση ἐστίν· κατὰ κορυφὴν γάρ· βάσις ἄρα ἡ ΑΒ βάσει τῇ ΖΓ ἴση ἐστίν, καὶ τὸ ΑΒΕ τρίγωνον τῷ ΖΕΓ τριγώνῳ ἐστὶν ἴσον, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν·2 ἴση ἄρα ἐστὶν ἡ ὑπὸ ΒΑΕ τῇ ὑπὸ ΕΓΖ. μείζων δέ ἐστιν ἡ ὑπὸ ΕΓΔ τῆς ὑπὸ ΕΓΖ· μείζων ἄρα ἡ ὑπὸ ΑΓΔ τῆς ὑπὸ ΒΑΕ. ὁμοίως δὴ τῆς ΒΓ τετμημένης δίχα δειχθήσεται καὶ ἡ ὑπὸ ΒΓΗ, τουτέστιν ἡ ὑπὸ ΑΓΔ, μείζων καὶ τῆς ὑπὸ ΑΒΓ. παντὸς ἄρα τριγώνου μιᾶς τῶν πλευρῶν προσεκβληθείσης ἡ ἐκτὸς γωνία ἑκατέρας τῶν ἐντὸς καὶ ἀπεναντίον γωνιῶν μείζων ἐστίν· ὅπερ ἔδει δεῖξαι.
在任何三角形中,若其中一边被延长,则外角大于任何一个内对角。 设ABC为三角形,且设它的一边BC被延长到D;我说,外角ACD大于任何一个内对角CBA、BAC。 设AC被平分于点E,且设连接起来的BE在同一直线上被延长到Z,并设EZ等于BE,连接ZC,且使AC延伸到H。 因此,既然AE等于EC,而BE等于EZ,则两条边AE、EB分别等于两条边CE、EZ;且角AEB等于角ZEC;因为是对顶角;因此,底边AB等于底边ZC,且三角形ABE等于三角形ZEC,而余下的角分别等于对应的余下的角,即等边所对的那些角;因此,角BAE等于角ECZ。然而角ECD大于角ECZ;因此,角ACD大于角BAE。类似地,若BC被平分,也可以证明角BCH(即角ACD)同样大于角ABC。 因此,在任何三角形中,若其中一边被延长,则外角大于任何一个内对角。——这就是所要证明的。
παντὸς τριγώνου αἱ δύο γωνίαι δύο ὀρθῶν ἐλάσσονές εἰσι πάντῃ μεταλαμβανόμεναι.3 ἔστω τρίγωνον τὸ ΑΒΓ· λέγω, ὅτι τοῦ ΑΒΓ τριγώνου αἱ δύο γωνίαι δύο ὀρθῶν ἐλάττονές εἰσι πάντῃ μεταλαμβανόμεναι. Ἐκβεβλήσθω γὰρ ἡ ΒΓ ἐπὶ τὸ Δ. καὶ ἐπεὶ τριγώνου τοῦ ΑΒΓ ἐκτός ἐστι γωνία ἡ ὑπὸ ΑΓΔ, μείζων ἐστὶ τῆς ἐντὸς καὶ ἀπεναντίον τῆς ὑπὸ ΑΒΓ. κοινὴ προσκείσθω ἡ ὑπὸ ΑΓΒ· αἱ ἄρα ὑπὸ ΑΓΔ, ΑΓΒ τῶν ὑπὸ ΑΒΓ, ΒΓΑ μείζονές εἰσιν. ἀλλʼ αἱ ὑπὸ ΑΓΔ, ΑΓΒ δύο ὀρθαῖς ἴσαι εἰσίν· αἱ ἄρα ὑπὸ ΑΒΓ, ΒΓΑ δύο ὀρθῶν ἐλάσσονές εἰσιν. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ αἱ ὑπὸ ΒΑΓ, ΑΓΒ δύο ὀρθῶν ἐλάσσονές εἰσι καὶ ἔτι αἱ ὑπὸ ΓΑΒ, ΑΒΓ. παντὸς ἄρα τριγώνου αἱ δύο γωνίαι δύο ὀρθῶν ἐλάσσονές εἰσι πάντῃ μεταλαμβανόμεναι· ὅπερ ἔδει δεῖξαι.
在任何三角形中,无论如何取两个角,它们相加都小于两个直角。 设ABC为三角形;我说,三角形ABC的两个角无论如何相加都小于两个直角。 因为,设BC被延长到D。 且既然对于三角形ABC,角ACD是外角,它就大于内对角ABC。让公共的角ACB被加上;因此,角ACD、ACB大于角ABC、BCA。然而角ACD、ACB等于两个直角;因此,角ABC、BCA小于两个直角。类似地,我们也可以证明角BAC、ACB同样小于两个直角,且角CAB、ABC也是如此。 因此,在任何三角形中,无论如何取两个角,它们相加都小于两个直角。——这就是所要证明的。
παντὸς τριγώνου ἡ μείζων πλευρὰ τὴν μείζονα γωνίαν ὑποτείνει. ἔστω γὰρ τρίγωνον τὸ ΑΒΓ μείζονα ἔχον τὴν ΑΓ πλευρὰν τῆς ΑΒ·4 λέγω, ὅτι καὶ γωνία ἡ ὑπὸ ΑΒΓ μείζων ἐστὶ τῆς ὑπὸ ΒΓΑ. ἐπεὶ γὰρ μείζων ἐστὶν ἡ ΑΓ τῆς ΑΒ, κείσθω τῇ ΑΒ ἴση ἡ ΑΔ, καὶ ἐπεζεύχθω ἡ ΒΔ. καὶ ἐπεὶ τριγώνου τοῦ ΒΓΔ ἐκτός ἐστι γωνία ἡ ὑπὸ ΑΔΒ, μείζων ἐστὶ τῆς ἐντὸς καὶ ἀπεναντίον τῆς ὑπὸ ΔΓΒ· ἴση δὲ ἡ ὑπὸ ΑΔΒ τῇ ὑπὸ ΑΒΔ, ἐπεὶ καὶ πλευρὰ ἡ ΑΒ τῇ ΑΔ ἐστιν ἴση· μείζων ἄρα καὶ ἡ ὑπὸ ΑΒΔ τῆς ὑπὸ ΑΓΒ· πολλῷ ἄρα ἡ ὑπὸ ΑΒΓ μείζων ἐστὶ τῆς ὑπὸ ΑΓΒ. παντὸς ἄρα τριγώνου ἡ μείζων πλευρὰ τὴν μείζονα γωνίαν ὑποτείνει· ὅπερ ἔδει δεῖξαι.
在任何三角形中,较大的边所对的角也较大。 因为,设ABC为一条边AC大于AB的三角形;我说,角ABC也大于角BCA。 因为,既然AC大于AB,设AD等于AB,且连接BD。 且既然对于三角形BCD,角ADB是一个外角,它就大于内对角DCB。然而角ADB等于角ABD,既然边AB也等于AD;因此,角ABD也大于角ACB;因此,角ABC远大于角ACB。 因此,在任何三角形中,较大的边所对的角也较大。——这就是所要证明的。
- 1.prop.16παντὸς τριγώνου μιᾶς τῶν πλευρῶν προσεκβληθείσης
属格短语 παντὸς τριγώνου(在任何三角形中)用于界定范围,随后的 μιᾶς τῶν πλευρῶν προσεκβληθείσης(其一边被延长时)充当属格绝对独立分词结构。
- 1.prop.16ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν
介词 ὑπό 接宾格(ἃς),在几何学中表示“所对”(边在角之下延伸)。此处指与相等边相对的那些角。
- 1.prop.17πάντῃ μεταλαμβανόμεναι
动词 μεταλαμβάνω(轮流取、组合)的现在被动分词主格阴性复数,修饰主语 αἱ δύο γωνίαι(两个角)。作状语用,意为“无论如何组合/相加”。
- 1.prop.18μείζονα ἔχον τὴν ΑΓ πλευρὰν τῆς ΑΒ
中性现在分词 ἔχον(具有)修饰 τρίγωνον(三角形)。其直接宾语是 τὴν ΑΓ πλευρὰν(边AC),μείζονα(较大的)作述语性宾格,而 τῆς ΑΒ 为比较属格,结构为“具有边AC[作为]比AB更大者”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 3 处
- 2026-09-21 AI校阅 — 注 1 处
