← 欧几里得

几何原本

§1.prop.1-1.prop.3

等边三角形的作图与线段截取

阐述在已知有限直线上作等边三角形(命题1)、在已知点上作一直线等于已知直线(命题2),以及从两已知不等直线中的大者上截取等于小者的直线(命题3)的作图方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.prop.1

ἐπὶ τῆς δοθείσης εὐθείας πεπερασμένης τρίγωνον ἰσόπλευρον συστήσασθαι.1 ἔστω ἡ δοθεῖσα εὐθεῖα πεπερασμένη ἡ ΑΒ. δεῖ δὴ ἐπὶ τῆς ΑΒ εὐθείας τρίγωνον ἰσόπλευρον συστήσασθαι. κέντρῳ μὲν τῷ Α διαστήματι δὲ τῷ ΑΒ2 κύκλος γεγράφθω ὁ ΒΓΔ, καὶ πάλιν κέντρῳ μὲν τῷ Β διαστήματι δὲ τῷ ΒΑ κύκλος γεγράφθω ὁ ΑΓΕ, καὶ ἀπὸ τοῦ Γ σημείου, καθʼ ὃ τέμνουσιν ἀλλήλους οἱ κύκλοι, ἐπὶ τὰ Α, Β σημεῖα ἐπεζεύχθωσαν εὐθεῖαι αἱ ΓΑ, ΓΒ. καὶ ἐπεὶ τὸ Α σημεῖον κέντρον ἐστὶ τοῦ ΓΔΒ κύκλου, ἴση ἐστὶν ἡ ΑΓ τῇ ΑΒ· πάλιν, ἐπεὶ τὸ Β σημεῖον κέντρον ἐστὶ τοῦ ΓΑΕ κύκλου, ἴση ἐστὶν ἡ ΒΓ τῇ ΒΑ. ἐδείχθη δὲ καὶ ἡ ΓΑ τῇ ΑΒ ἴση· ἑκατέρα ἄρα τῶν ΓΑ, ΓΒ τῇ ΑΒ ἐστὶν ἴση. τὰ δὲ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· καὶ ἡ ΓΑ ἄρα τῇ ΓΒ ἐστὶν ἴση· αἱ τρεῖς ἄρα αἱ ΓΑ, ΑΒ, ΒΓ ἴσαι ἀλλήλαις εἰσίν. ἰσόπλευρον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον, καὶ συνέσταται ἐπὶ τῆς δοθείσης εὐθείας πεπερασμένης τῆς ΑΒ. · ὅπερ ἔδει ποιῆσαι.

求作:在已知的有限直线上作一个等边三角形。 设AB为已知的有限直线。 那么,必须在直线AB上作一个等边三角形。 以A为圆心、AB为半径,作圆BCD;再以B为圆心、BA为半径,作圆ACE;从两圆相交的C点到点A、B,连直线CA、CB。 由于点A是圆CDB的圆心,AC等于AB。再者,由于点B是圆CAE的圆心,BC等于BA。但CA已被证明等于AB,因此CA、CB中的每一个都等于AB。跟同一物相等的东西也彼此相等;因此CA也等于CB。所以,CA、AB、BC三条直线彼此相等。 所以,三角形ABC是等边三角形,并且它是作在已知的有限直线AB上的。 ——这就是所求作的图形。

§1.prop.2

πρὸς τῷ δοθέντι σημείῳ τῇ δοθείσῃ εὐθείᾳ ἴσην εὐθεῖαν θέσθαι. ἔστω τὸ μὲν δοθὲν σημεῖον τὸ Α, ἡ δὲ δοθεῖσα εὐθεῖα ἡ ΒΓ· δεῖ δὴ πρὸς τῷ Α σημείῳ τῇ δοθείσῃ εὐθείᾳ τῇ ΒΓ ἴσην εὐθεῖαν θέσθαι. ἐπεζεύχθω γὰρ ἀπὸ τοῦ Α σημείου ἐπὶ τὸ Β σημεῖον εὐθεῖα ἡ ΑΒ, καὶ συνεστάτω ἐπʼ αὐτῆς τρίγωνον ἰσόπλευρον τὸ ΔΑΒ, καὶ ἐκβεβλήσθωσαν ἐπʼ εὐθείας ταῖς ΔΑ, ΔΒ εὐθεῖαι αἱ ΑΕ, ΒΖ, καὶ κέντρῳ μὲν τῷ Β διαστήματι δὲ τῷ ΒΓ κύκλος γεγράφθω ὁ ΓΗΘ, καὶ πάλιν κέντρῳ τῷ Δ καὶ διαστήματι τῷ ΔΗ κύκλος γεγράφθω ὁ ΗΚΛ. ἐπεὶ οὖν τὸ Β σημεῖον κέντρον ἐστὶ τοῦ ΓΗΘ κύκλου, ἴση ἐστὶν ἡ ΒΓ τῇ ΒΗ. πάλιν, ἐπεὶ τὸ Δ σημεῖον κέντρον ἐστὶ τοῦ ΚΛΗ κύκλου, ἴση ἐστὶν ἡ ΔΛ τῇ ΔΗ, ὧν ἡ ΔΑ τῇ ΔΒ ἴση ἐστίν.3 λοιπὴ ἄρα ἡ ΑΛ λοιπῇ τῇ ΒΗ ἐστὶν ἴση. ἐδείχθη δὲ καὶ ἡ ΒΓ τῇ ΒΗ ἴση· ἑκατέρα ἄρα τῶν ΑΛ, ΒΓ τῇ ΒΗ ἐστὶν ἴση. τὰ δὲ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· καὶ ἡ ΑΛ ἄρα τῇ ΒΓ ἐστὶν ἴση. πρὸς ἄρα τῷ δοθέντι σημείῳ τῷ Α τῇ δοθείσῃ εὐθείᾳ τῇ ΒΓ ἴση εὐθεῖα κεῖται ἡ ΑΛ· ὅπερ ἔδει ποιῆσαι.

求作:在已知点上作一直线,等于已知的直线。 设已知的点为A,已知的直线为BC。那么,必须在点A上作一直线等于已知的直线BC。 因为,连结从点A到点B的直线AB,并在此直线上作等边三角形DAB,且将直线DA、DB沿直线方向延长为直线AE、BF;以B为圆心、BC为半径,作圆CGH;再以D为圆心、DH为半径,作圆HKL。 由于点B是圆CGH的圆心,BC等于BH。再者,由于点D是圆KLH的圆心,DL等于DH。在其中,DA等于DB。因此,余下的AL等于余下的BH。但BC也被证明等于BH,所以AL、BC中的每一个都等于BH。跟同一物相等的东西也彼此相等;因此AL也等于BC。 所以,在已知的点A上,已置放了等于已知直线BC的直线AL。——这就是所求作的图形。

§1.prop.3

δύο δοθεισῶν εὐθειῶν ἀνίσων ἀπὸ τῆς μείζονος τῇ ἐλάσσονι ἴσην εὐθεῖαν ἀφελεῖν. ἔστωσαν αἱ δοθεῖσαι δύο εὐθεῖαι ἄνισοι αἱ ΑΒ, Γ, ὧν μείζων ἔστω ἡ ΑΒ· δεῖ δὴ ἀπὸ τῆς μείζονος τῆς ΑΒ τῇ ἐλάσσονι τῇ Γ ἴσην εὐθεῖαν ἀφελεῖν. κείσθω πρὸς τῷ Α σημείῳ τῇ Γ εὐθείᾳ ἴση ἡ ΑΔ· καὶ κέντρῳ μὲν τῷ Α διαστήματι δὲ τῷ ΑΔ κύκλος γεγράφθω ὁ ΔΕΖ. καὶ ἐπεὶ τὸ Α σημεῖον κέντρον ἐστὶ τοῦ ΔΕΖ κύκλου, ἴση ἐστὶν ἡ ΑΕ τῇ ΑΔ· ἀλλὰ καὶ ἡ Γ τῇ ΑΔ ἐστιν ἴση. ἑκατέρα ἄρα τῶν ΑΕ, Γ τῇ ΑΔ ἐστιν ἴση· ὥστε καὶ ἡ ΑΕ τῇ Γ ἐστιν ἴση. δύο ἄρα δοθεισῶν εὐθειῶν ἀνίσων τῶν ΑΒ, Γ ἀπὸ τῆς μείζονος τῆς ΑΒ τῇ ἐλάσσονι τῇ Γ ἴση ἀφῄρηται ἡ ΑΕ· ὅπερ ἔδει ποιῆσαι.

求作:在两已知不等直线上,从大直线上截取等于小直线的直线。 设AB、C为两已知不等直线,其中AB为较大者。那么,必须从较大者AB上截取等于较小者C的直线。 在点A上置放一条等于直线C的直线AD;并以A为圆心、AD为半径,作圆DEF。 由于点A是圆DEF的圆心,AE等于AD;但C也等于AD。因此AE、C中的每一个都等于AD;所以AE也等于C。 所以,在两已知不等直线AB、C中,已从较大者AB上截取了等于较小者C的直线AE。——这就是所求作的图形。

语法注3 条
  1. 1.prop.1συστήσασθαι

    命题陈述(πρότασις)中用于宣布目标或任务的独立不定式(具有命令或目的含义)。

  2. 1.prop.1κέντρῳ μὲν τῷ Α διαστήματι δὲ τῷ ΑΒ

    表示工具或方式的与格用法,意为“以A为圆心,AB为距离(半径)”。

  3. 1.prop.2ὧν ἡ ΔΑ τῇ ΔΒ ἴση ἐστίν

    关系代词 ὧν 是部分属格,意为“在它们之中”。先行词是前句中的 ΔΛ 和 ΔΗ。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:1.prop.1-1.prop.3