- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:a.apodektai-a.aporreta
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节辑录了以字母阿尔法开头的法律、官制、宗教及修辞词条(如公款接收官、父祖阿波罗、拭除涂抹、法禁之事等),并援引演说家和喜剧诗人的用例加以训诂考释。
ἈΠΟΔΕΚΤΑΙ ἀρχή τίς ἐστι παρ’ Ἀθηναίοις οἱ ἀποδέκται, ἧς πολλάκις μνημονεύουσιν οἱ ῥήτορες καὶ οἱ κωμικοί. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ δεδήλωκεν ὡς δέκα τε εἴησαν, καὶ ὡς παραλαβόντες τὰ γραμματεῖα ἀπαλείφουσι τὰ καταβαλλόμενα χρήματα τῆς βουλῆς ἐναντίον ἐν τῷ βουλευτηρίῳ, καὶ πάλιν ἀποδιδόασι τὰ γραμματεῖα τῷ δημοσίῳ· καὶ ἁπλῶς ἃ πράττουσι διασαφεῖ. ὅτι δὲ ἀντὶ τῶν κωλακρετῶν οἱ ἀποδέκται ὑπὸ Κλεισθένους ἀπεδείχθησαν, Ἀνδροτίων β.
公款接收官(阿波德克泰)阿波德克泰是雅典人的一个官职,演说家与喜剧诗人们经常提及。亚里士多德在《雅典政制》中说明他们共有十人,并且他们在议事厅当着议事会的面接收账簿后,将缴入的钱款注销,再将账簿归还给公役档案官;并且简括地清楚说明了他们所执行的职责。关于阿波德克泰是由克里斯提尼设立以取代科拉克雷泰一事,安德罗提翁在第二卷中有所记载。
ἈΠΟΔΙΔΟΜΕΝΟΙ Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου ἀντὶ τοῦ ἀποδιδόντες. ἑξῆς δέ φησιν ἀποδιδόμεθα ἤτοι ἀντὶ τοῦ ἀποδίδομεν ἢ ἀντὶ τοῦ πιπράσκομεν.
归还·出卖(阿波迪多梅诺伊)安提丰在《论萨摩斯拉克人的贡金》中用来代替“偿付者”。接着他又说“我们支付/出卖”,这要么是代替“我们支付”,要么是代替“我们出卖”。
ἈΠΟΙΚΙΑ ἰδίως τὰ γράμματα καθ’ ἃ ἀποικοῦσί τινες οὕτως ὠνόμασαν· Ὑπερείδης Δηλιακῷ.
殖民特许文书(阿波伊基亚)作为一种特殊用法,人们将某些人据以建立殖民地的法律文书如此称呼;见绪佩里德斯《提洛演说》。
ἈΠΟΙΚΟΔΟΜΕΙΣ ἀντὶ τοῦ ἀποφράττεις ἀπολαβών τινα οἰκοδομήματι Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα.
筑造隔断(阿波伊科多梅斯)用来代替“用建筑物将某人隔断阻绝”;见德摩斯梯尼《对卡利克勒斯》。
ἈΠΟΚΗΡΥΤΤΟΝΤΕΣ ἀντὶ τοῦ πιπράσκοντες Δημοσθένης κατ’ Ἀριστοκράτους. Πλάτων Πρέσβεσι σκευάρια δὴ κλέψας ἀπεκήρυξ̓ ἐκφέρων, ἐπώλησεν.
拍卖出卖(阿波凯律通泰斯)用来代替“出卖”;见德摩斯梯尼《反阿里斯托克拉特斯》。柏拉图在《诸使节》中写道:“偷走器具,搬出拍卖,卖掉了。”
ἈΠΟΚΡΙΣΙΣ ἡ ἀπολογία· Λυσίας. καὶ Δημοσθένης κατ’ Αἰσχίνου ἀπόκριναι γὰρ δεῦρο παρελθών μοι. Εὔπολις Πόλεσιν ὡς ὑμῖν πάντως ἐγὼ ἀποκρινοῦμαι πρὸς τὰ κατηγορούμενα.
答辩·抗辩(阿波克里斯)指答辩或申辩;见吕西亚斯。德摩斯梯尼在《反埃斯基涅斯》中亦写道:“你走上前来到这里回答我。”欧波利斯在《诸城邦》中写道:“无论如何我都要对你们就所指控的事项进行答辩。”
ἈΠΟΛΑΧΕΙΝ ἀντὶ ἁπλοῦ τοῦ λαχεῖν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου, Λυσίας κατὰ Ποσειδίππου. Ἀριστοφάνης Ταγηνισταῖς οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὑ ἀπελάγχανεν.1
抽签获得(阿波拉肯)用来代替单纯的“抽签获得”;见安提丰《反菲利诺斯》、吕西亚斯《反波塞狄普斯》。阿里斯托芬在《煎锅客》中写道:“你兄弟确实并非未曾抽签获得。”
ἈΠΟΛΕΛΟΙΠΟΤΕΣ ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. Ἰσοκράτης Παναθηναϊκῷ καὶ Πανηγυρικῷ.
遥遥领先·击溃甩开(阿波莱洛伊波泰斯)用来代替“战胜了”。这一比喻来自赛跑者;因为获胜者把落败者远远甩在身后。见伊索克拉底《泛雅典娜节献词》与《泛希腊盛会献词》。
ἈΠΟΛΗΞΙΣ εἷς τῶν ισυγγραφέων,2 ὃν Πλάτων κωμῳδεῖ ἐν Σοφισταῖς.
阿波莱克西斯 十位法律编纂官之一,柏拉图在《诸智者》中曾对其加以嘲弄。
ἈΠΟΜΑΤΤΩΝ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ἁπλοϊκώτερον ἀκούουσιν ἀντὶ τοῦ ἀποψῶν καὶ ἀπολυμαινόμενος, ἄλλοι δὲ περιεργότερον, οἷον περιπλάττων τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις, ὡς λέγομεν ἀπομάττεσθαι τὸν ἀνδριάντα πηλῷ· ἤλειφον γὰρ τῷ πηλῷ καὶ τῷ πιτύρῳ τοὺς μυουμένους, ἐκμιμούμενοι τὰ μυθολογούμενα παρ’ ἐνίοις, ὡς ἄρα οἱ Τιτᾶνες τὸν Διόνυσον ἐλυμήναντο γύψῳ καταπλασάμενοι ἐπὶ τῷ μὴ γνώριμοι γενέσθαι. τοῦτο μὲν οὖν τὸ ἔθος ἐκλιπεῖν, πηλῷ δὲ ὕστερον καταπλάττεσθαι νομίμου χάριν. Σοφοκλῆς ἐν Αἰχμαλωτίσι στρατοῦ καθαρτὴς κἀπομαγμάτων ἴδρις, καὶ πάλιν δεινότατος ἀπομάκτης τε μεγάλων συμφορῶν.
拭除·涂抹(阿波马通)见德摩斯梯尼《论冠冕》。有些人较为朴素地将其理解为“擦去与洗净”,而另一些人则作更为曲折的解释,指给入教受戒者周身涂抹泥土和麦麸,犹如我们所说的“用泥土涂塑雕像”;因为他们用泥土和麦麸涂抹受戒者,这是在模仿某些人所传述的神话,即泰坦巨神为了不被认出而用石膏涂抹自身去加害狄奥尼索斯。这种习俗后来消亡,但出于礼制要求,后来改以泥土涂抹。索福克勒斯在《俘虏妇女》中写道:“军队的净化者,深晓祓除涂拭之物”,又写道:“重大灾厄的至可畏惧的消除者。”
ἈΠΟΛΛΩΝ ΠΑΥΡΩΙΟΣ3 ἈΠΟΛΛΩΝ ΠΑΥΡΩΙΟΣ ὁ ΠΥΘΙΟΣ· προσηγορία τίς ἐστι τοῦ θεοῦ πολλῶν καὶ ἄλλων οὐσῶν. τὸν δὲ Ἀπόλλωνα κοινῶς πατρῷον τιμῶσιν Ἀθηναῖοι ἀπὸ Ἴωνος· τούτου γὰρ οἰκίσαντος τὴν Ἀττικὴν, ὡς Ἀριστοτέλης φησὶ, τοὺς Ἀθηναίους Ἴωνας κληθῆναι καὶ Ἀπόλλωνα πατρῷον αὐτοῖς ὀνομασθῆναι.
父祖阿波罗(阿波罗·帕特罗奥斯)即皮提亚阿波罗;这是该神众多称谓中的一种。雅典人因伊翁之故共同尊奉阿波罗为父祖神;因为正如亚里士多德所言,在伊翁殖民开拓阿提卡之后,雅典人被称为爱奥尼亚人,阿波罗亦被他们称为父祖之神。
ἈΠΟΜΙΣΘΟΙ οἱ μισθὸν μὴ λαμβάνοντες· Δημοσθένης Φιλιππικοῖς καὶ ἐν τῷ κατ’ Ἀριστοκράτους.
无薪饷者(阿波密斯索伊)指不领薪俸的人;见德摩斯梯尼《反腓力诸演说》与《反阿里斯托克拉特斯》。
ἈΠΟ ΜΙΣΘΩΜΑΤΩΝ Δίδυμός φησιν ὁ γραμματικὸς ἀντὶ τοῦ ἐκ τῶν τεμενικῶν προσόδων. ἑκάστῳ γὰρ θεῷ πλέθρα γῆς ἀπένεμον, ἐξ ὧν μισθουμένων αἱ εἰς τὰς θυσίας ἐγίνοντο δαπάναι· οὐ γὰρ κατ’ εὐσέβειαν ἔθυον τὰ ἱερεῖα, ἀλλὰ μισθούμενοι.
出自租赁收益(阿波·密斯索玛通)语法学家狄狄莫斯说,用来代替“出自圣域的收益”。因为人们划拨土地给每一位神祇,通过将这些土地出租所得的款项来支付祭祀费用;因为他们并非出于虔敬而奉献牺牲,而是依靠出租收益来奉献。
ἈΠΟΝΟΜΗ ἡ ἀπόμοιρα, ὡς μέρος τι τῶν περιγιγνομένων ἐκ τῶν μετάλλων λαμβανούσης τῆς πόλεως, ἢ ὡς διαιρουμένων εἰς πλείους μισθωτὰς, ἵν’ ἕκαστος λάβῃ τι μέρος· Δείναρχος ἐν τῷ πρὸς τοὺς Λυκούργου παῖδας πολλάκις.
份额·配额(阿波诺梅)指分配所得的份额,或是因为城邦从矿山收益中抽取一部分,或是因为将其分包给若干承租人以便每人都能获得一份;见代纳尔科斯《对吕库戈斯诸子》多次提及。
ἈΠΟΠΕΦΑΣΜΕΝΟΝ ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτω Δείναρχος καὶ Λυσίας καὶ Δημοσθένης κατὰ Νεαίρας ἀποπεφασμένως πωλοῦνται ἀντὶ τοῦ φανερῶς.
证明属实的·显明的(阿波佩法斯梅农)用来代替“已被证明的和昭著的”。代纳尔科斯、吕西亚斯均如此使用,德摩斯梯尼在《反奈埃拉》中写道“公开地被出卖”,用来代替“显明地”。
ἈΠΟΠΟΜΠΑΣ Ἰσοκράτης Φιλίππῳ. ἀποπομπαῖοί τινες ἐκαλοῦντο θεοὶ, περὶ ὧν Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ θεῶν διείλεκται.
禳解送灾神(阿波蓬帕斯)见伊索克拉底《致腓力》。某些神祇被称为驱邪禳灾之神,阿波罗多洛斯在《论神祇》第六卷中对此有所论述。
ἈΠΟΡΡΕΞΑΝΤΕΣ ἀπομερίσαντες, ἀπόμοιράν τινα δόντες· Ἰσαῖος ἐν τῇ ὑπὲρ Νικίου συνηγορίᾳ· ἔστι δὲ κἀν τῇ κωμῳδίᾳ.
分割给予(阿波热克桑泰斯)意为“分割开”、“给予一份配额”;见伊塞乌斯《为尼基亚斯出庭辩护》;在喜剧中亦有出现。
ἈΠΟΡΡΗΤΑ τὰ ἀπειρημένα ἐν τοῖς νόμοις· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. τίνα δὲ ἦν ἅπερ ἀπείρηται λέγειν εἰς ἀλλήλους δεδήλωκε Λυσίας ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος ὁ λόγος.
法律所禁之事(阿波雷塔)指法律所禁止的事物;见德摩斯梯尼《论冠冕》。至于禁止彼此互相辱骂的内容究竟有哪些,吕西亚斯在《反塞奥姆涅斯托斯》(若该演说属真作)中已作了阐明。
- a.apolacheinοὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὑ ἀπελάγχανεν
此处“οὐ μὴν ... οὐ”通过双重否定构成强烈的肯定(“你的兄弟确实并非未曾抽签获得”)。后一个带有粗气符的“οὑ”是否定词“οὐ”的气号讹误(或关系代词属格“οὗ”之讹),此处作修饰动词“ἀπελάγχανεν”的否定词理解。
- a.apolexisεἷς τῶν ισυγγραφέων
短语“ισυγγραφέων”是数字“ι´”(十)与名词“συγγραφέων”合写产生的讹变,即指“十位法案/条约起草官之一”(εἷς τῶν ι´ συγγραφέων)。
- a.apollon_pauroiosἈΠΟΛΛΩΝ ΠΑΥΡΩΙΟΣ
词条在抄本中所见的拼写“ΠΑΥΡΩΙΟΣ”显然是“ΠΑΤΡΩΙΟΣ”(父祖阿波罗)的抄写讹误,这由后文释义中的“τὸν δὲ Ἀπόλλωνα κοινῶς πατρῷον τιμῶσιν”可以确证。
