← 欧里庇得斯

书信集

§2.1

致索福克勒斯的海难慰问与归国劝告

作者对索福克勒斯在前往希奥斯航行中遭遇的海难表示慰问,将他的幸存归功于神明的庇佑,安抚其剧作损失的痛苦,并叮嘱其安全归来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

Σοφοκλεῖ. Ἐκομίσθη Ἀθήναζε, ὦ Σοφόκλεις, ἡ παρὰ τὸν εἰς Χίον πλοῦν γενομένη σοι συμφορά, καὶ ἴσθι οὕτω διατεθεῖσαν τὴν πόλιν ἅπασαν, ὡς μηδὲ τοὺς ἐχθροὺς ἧσσον ἀχθεσθῆναι τῶν φίλων. τὸ δὲ τοσούτου κακοῦ ἥκοντος περισώζεσθαί σε1 καὶ τὸ τῶν συνόντων σοι φίλων μηδὲ θεραπόντων ἀποβαλεῖν μηδένα, οὐκ ἄλλο τι ἔγωγε ἢ θεοῦ πρόνοιαν γενέσθαι πείθομαι. ἡ μέντοι περὶ τὰ δράματα συμφορά, ἣν τίς οὐχὶ κοινὴν ἁπάσης τῆς Ἑλλάδος νομίσειεν ἄν, δεινὴ μέν, ἀλλὰ περιόντος γε σοῦ ῥᾳδίως ἐπανορθωθήσεται.2 σκόπει δ’ ὅπως ἀσφαλεστέραν ἢ ταχυτέραν ποιήσαιο τὴν ἐπάνοδον, καὶ εἴ τι ἄρα ἡ θάλασσα ἢ τὸ κρύος παραχρῆμα νηχόμενόν3 γε ἢ ὕστερον κακῶσαι δοκεῖ, ῥαΐσας τὸ σῶμα πρότερον ἡσυχῆ ἐπάνιθι. καὶ τὰ οἴκοι ἴσθι κατὰ νοῦν καὶ ὅσα ἐπέστειλας ἐπιτελῆ ὄντα. ἄσπασαι Χιονίδην καὶ Λαπρέπην, καὶ εἰδέτωσαν ἡμᾶς οὐχ ἥκιστα καὶ ἐπ’ αὐτοῖς χαίροντας ὅτι σώζονται. Ἀντιγένη τὸν ἰατρόν, εἴπερ ἔτι ἐν Χίῳ καταλαμβάνεις καὶ μὴ ἀπῆρκέ πω εἰς Ῥόδον, ἄσπασαι, καὶ ἴσθι ἀνδρῶν βέλτιστον ὄντα, καὶ τοὺς Κρατίνου υἱεῖς.

致索福克勒斯。索福克勒斯啊,你在前往希奥斯航行途中遭遇不幸的消息已传到了雅典。请确信,整座城市都为此深感悲痛,以至于连你的敌人也绝不比你的朋友少一分哀伤。在如此巨大的灾难降临之时,你得以幸免于难,且与你同行的朋友乃至仆人中未曾失去一人,我个人坚信,这绝非他物,而完全是神明的庇佑。然而,关于那些剧作的损失——谁不会将其视为全希腊的共同损失呢?——固然十分惨痛,但只要你还在,便很容易重新弥补。请让你的归途更加安全,而非一味求快;如果海水或寒气在你游泳之时或在此之后确实对你的身体造成了些许损害,请在身体恢复、休养妥当之后再行返回。此外,请放心,家中的一切皆如你所愿,你来信嘱托的所有事情也都在落实之中。请替我问候希奥尼德斯和拉普雷佩斯,并让他们知道,我们因他们得以生还而感到无比欣慰。至于医生安提根尼斯,如果你在希奥斯还能见到他,且他尚未出发前往罗得岛,请代为致意,并请深信他是世间极好的人;同时也请代问候克拉提诺斯的儿子们。

语法注3 条
  1. 2.1τὸ δὲ τοσούτου κακοῦ ἥκοντος περισώζεσθαί σε

    冠词不定式短语 τὸ ... περισώζεσθαί σε καὶ ... ἀποβαλεῖν μηδένα 整体作为后续 πείθομαι 所带宾语从句中不定式 γενέσθαι 的逻辑主语(宾格)。τοσούτου κακοῦ ἥκοντος 为属格独立结构。

  2. 2.1ἐπανορθωθήσεται

    该句的主语是第三人称单数的 ἡ ... συμφορά(灾难),ἐπανορθωθήσεται 是与之相应的第三人称单数将来时被动语态(它将被修复)。

  3. 2.1νηχόμενόν

    现在分词 νηχόμενον(正在游泳)为单数阳性宾格,修饰不定式 κακῶσαι(损害)省略的逻辑宾语(即宾格的“你”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 注 1 处
  • 2026-11-24 AI校阅 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1367.tlg001.humanitext-grc1:2.1