← 西顿的多罗修斯

残篇集

§1-25

黄道十二宫支配的地域与各行星配置

由赫费斯提翁征引的多罗西乌斯占星诗。前半部分依次描述了黄道十二星座所主宰和影响的地上区域(clima),后半部分则详细阐述了各星座中“界”的支配度数、三分性的昼夜主宰星、各星体“欣喜”的星座,以及各星体高扬与下降的精确度数。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ΕΚ ΤΩΝ ΔΩΡΟΘΕΟΥ. Ἡφαιστίωνος τοῦ Θηβαίου ἐκ τοῦ πρώτου περὶ τῶν καταρχῶν: ἐκ τῶν Δωροθέου.

多罗西乌斯著作选 底比斯的赫费斯提翁《论始动》第一卷:选自多罗西乌斯。

§2

Κριός. Ἀρχαίη Βαβυλὼν Τυρίου Βήλοιο πόλισμα, ὕστατα δʼ Ἀρραβίης, γείτων χθονὸς Αἰγύπτοιο.

白羊座。 古老的巴比伦,泰尔的贝洛斯之城,以及阿拉伯的极边,埃及之地的邻邦。

§3

Ταῦρος. Θηρὶ δʼ ὑπέστρωται κλίμα Μηδικὸν Ἀρραβίη τε, ἠδὲ καὶ εὐβώλοιο καλὸν πέδον Αἰγύπτοιο.

金牛座。 在此兽之下展铺着米底亚地区与阿拉伯,以及肥沃埃及的美丽平原。

§4

Δίδυμοι. Ἔστι δὲ φωνῆεν κλίμα Καππαδοκῶν ὑπὸ τῷδε, ἠδέ τε Περαιβῶν καὶ Φοινίκων θεοτεύκτων.

双子座。 在此之下是卡帕多西亚人发出声音的地区,以及培赖玻伊人与神造的腓尼基人的地区。

§5

Καρκίνος. Τῷ δʼ ὕπο Θρηίκων τε καὶ Αἰθιόπων κλίμα κεῖται.

巨蟹座。 在其之下坐落着色雷斯人与埃塞俄比亚人的地区。

§6

Λέων. Τῷ δʼ ὑπόκει θ᾿ Ἑλλὰς Φρυγίη δʼἅμα καὶ στόμα Πόντου.

狮子座。 在其之下坐落着希腊与弗里吉亚,以及黑海的入口。

§7

Παρθένος. δʼ ὕπο1 πᾶσα Ῥόδος καὶ Κυκλάδες ἄμμιγα νῆσοι, καὶ δρυὸς ὠγυγίης ἄκῤ Ἀρκάδες ἄνδρες ἔδοντες, καὶ βαθυδινήταο μέγας ῥόος Ὠκεανοῖο, καὶ κλίμʼ Ἀχαιικὸν ἔσκε Λακωνίδος ἠδὲ Λακώνων.

室女座。 在其之下是整个罗德岛与错落的基克拉泽斯群岛,还有吃着远古橡树果实的阿卡迪亚人,深邃漩涡的大洋之巨流,以及拉科尼亚和拉栖代梦人的阿开亚地区。

§8

Ζυγός. κλίμα Κυρήνης ὑπὸ χηλαῖς, Ἰταλίη χώρη τε πέλει πλάστιγγας ὑπʼ αὐτάς.

天秤座。 在其螯之下是昔兰尼地区,而在其天秤的正下方则是意大利之地。

§9

Σκορπίος. ὑπὸ δʼ αὐτῷ ἔπλετο πᾶσα Καρχηδὼν Τυρίης Διδοῦς ὕπο δωμηθεῖσα, Ἄμμωνος Λιβύη, σύν τʼ οἴδματι Σικελίη χθών.

天蝎座。 在其之下是整个由泰尔的狄多所建的迦太基,阿蒙的利比亚,以及伴随着汹涌波涛的西西里土地。

§10

Τοξότης. Ἔστρωται δʼ ὑπὸ τῷδε βαθυπλούτων κλίμα Γάλεων, καὶ Κρήτη Κρονίδαο Διὸς τροφός, ᾗχί τε μύστης ἁρπαγίμης ὑμέναιος ἔφυ κρατερῆς Εὐρώπῃς· τῷ δʼ ὕπο Κιμμερίη τέταται χθὼν ἡ πανέρημος. Ἐκ τῶν τοῦ αὐτοῦ Δωροθέου περὶ ὁρίων.

人马座。 在此之下展铺着极富庶的高卢人的地区,以及克洛诺斯之子宙斯的乳母克里特岛——在此曾举行过被劫夺的欧罗巴的神秘婚礼;在其之下则延伸着完全荒凉的辛梅里亚之地。选自同一人多罗西乌斯关于“界”的著作。

§11

Κριός. Ἓ δʼ ὁρίων ἐπέχει μοίρας Φαέθων ἐνὶ τούτῳ τὰς πρώτας, μετέπειτα δʼ ἴσας λάχεν ἡ Κυθέρεια, ὀκτὼ δὲ Στίλβων τρίτατος, Πυρόεις δέ τε πέντε· τὰς δʼ ὑπολειπομένας ἔλαχεν Φαίνων ἴσα Θούρῳ.2

白羊座。 法厄同在此中占有“界”的前六度,随后西塞蕾亚获得相同的度数,第三个斯提尔邦获得八度,焦灼者获得五度;而法埃农获得了剩余的度数,与焦灼者相同。

§12

Ταῦρος. Ὀκτὼ δʼ ἔλλαχε τὰς πρώτας μοίρας Κυθέρεια ἐν τούτῳ· Στίλβων δὲ μετʼ αὐτὴν ἔλλαχε μοίρας δὶς τρεῖς, καὶ Φαέθων ἔλαχʼ ὀκτώ, πέντε δὲ Φαίνων· τὰς δʼ ὑπολειπομένας ἔλαχεν Πυρόεις μετὰ τούσδε.

金牛座。 在此中,西塞蕾亚获得了前八度;在她之后的斯提尔邦获得了两倍之三度,法厄同获得了八度,法埃农获得五度;在这些之后,焦灼者获得了剩余的度数。

§13

Δίδυμοι. Στίλβων ἐν τούτῳ προτέρας ἓξ ἔλλαχε μοίρας, τὰς δʼ ἴσας Φαέθων, τριτάτη Παφίη λάχε πέντε, ἑπτὰ δὲ θοῦρος Ἄρης, ἓξ δʼ αὖ Φαίνων μετέπειτα.

双子座。 在此中,斯提尔邦获得了前六度,法厄同获得了相同度数,第三个帕福斯女神获得了五度,狂暴的阿瑞斯获得七度,随后法埃农又获得六度。

§14

Καρκίνος. Ἑπτὰ δὲ τὰς προτέρας ὁρίων μοίρας λάχε Θοῦρος ἐν τούτῳ, μετέπειτα καὶ ἓξ λάχεν ἡ Κυθέρεια, τὰς δʼ ἴσας Ἑρμῆς, φαέθων Ζεὺς ἑπτὰ μετʼ αὐτόν, δὶς δὲ δύω πυμάτας ἔλαχε Κρόνος ἀγκυλομήτης.

巨蟹座。 狂暴者在此中获得了“界”的前七度,随后西塞蕾亚获得了六度,赫耳墨斯获得了相同度数,闪耀的宙斯在其后获得七度,而弯曲谋略的克洛诺斯获得了最后的两倍之二度。

§15

Δέων. Ἓξ δʼ ἐπέχει Φαέθων προτέρας μοίρας ἐνὶ τούτῳ, πέντε δʼ ἔχει Παφίη· Φαίνων δʼ ἔχει ἑπτὰ μετ᾿ αὐτήν, ἓξ δʼ ἔχει Ἑρμείας, πυμάτας δʼ ἓξ ἔλλαχεν Ἄρης.

狮子座。 在此中,法厄同占有前六度,帕福斯女神拥有五度;在她之后法埃农拥有七度,赫耳墨亚斯拥有六度,阿瑞斯获得了最后的六度。

§16

Παρθένος. Ἑπτὰ δὲ τὰς προτέρας ἔλαχε Στίλβων πάλι ταύτης, καὶ δέκα Κύπρις ἔχει μοίρας, Φαέθων δὲ μετʼ αὐτὴν τέσσαρας, ἑπτὰ δʼ Ἄρης· πυμάτας δύο δʼ ἔλλαχε Φαίνων.

室女座。 在此中,斯提尔邦再次获得了前七度,塞浦路斯女神拥有十度,法厄同在其后获得四度,阿瑞斯获得七度;而法埃农获得了最后的二度。

§17

Ζυγός. Ἕξ δʼ ὁρίων μοίρας ἔλαχεν Φαίνων ἐνὶ τούτῳ, ὀκτὼ δὲ στίλβων ἀστὴρ μέγας Ἑρμάωνος, ἑπτὰ δὲ Ζεὺς φαέθων, Παφίη δʼ ἴσας λάχεν ἑπτά· τὰς δʼ ὑπολειπομένας δισσὰς λάχεν Ἄρεος ἀστήρ.

天秤座。 在此中,法埃农获得了“界”的六度,赫尔玛翁的伟大之星斯提尔邦获得八度,闪耀的宙斯获得七度,帕福斯女神获得了相同度数;而阿瑞斯之星获得了剩余的两度。

§18

Σκορπίος. Ἑπτὰ δέ τοι μοίρας ὁρίων Πυρόεις λάχε τούτου, τέσσαρας αὖ Παφίη, ὀκτὼ Στίλβων, μετέπειτα πέντε Ζεὺς φαέθων, πυμάτας δʼ ἓξ ἔλλαχε Φαίνων.

天蝎座。 焦灼者获得了此中“界”的七度,帕福斯女神获得四度,斯提尔邦获得八度,随后闪耀的宙斯获得五度,而法埃农获得了最后的六度。

§19

Τοξότης. Δώδεκα δὲ προτέρας Φαέθων μοίρας λάχε τούτου, πέντε δέ τοι Παφίη· τρίτατος στίλβων μετὰ τούσδε τέσσαρας Ἑρμείας ἔλαχεν, Φαίνων δέ τε πέντε· τὰς δʼ ὑπολειπομένας Ἄρης λάχε δὶς δύο μοίρας.

人马座。 法厄同在此中获得了前十二度,帕福斯女神获得五度;在这些之后第三个,赫耳墨亚斯获得四度,法埃农获得五度;而阿瑞斯获得了剩余的两倍之二度。

§20

Αἰγόκερως. Ἑπτὰ δὲ τὰς πρώτας ἔλαχε Στίλβων πάλι μοίρας, ἑπτὰ δέ τοι Φαέθων, δὶς τέσσαρας ἡ Κυθέρεια, Φαίνων δὶς δύʼ ἔχει, πυμάτας δʼ Ἄρης ἴσα τούτῳ.

摩羯座。 斯提尔邦再次获得了前七度,法厄同获得七度,西塞蕾亚获得两倍之四度,法埃农拥有两倍之二度,而阿瑞斯拥有与此相同的最后度数。

§21

Ὑδροχόος. Ἑπτὰ δὲ τὰς προτέρας Ἑρμῆς λάχεν· εἶτα μετʼ αὐτὸν ἓξ μοίρας Κύπρις· Φαέθων μετέπειτα λάχʼ ἑπτά, πέντε δὲ θοῦρος Ἄρης, πυμάτας δὲ Κρόνος λάχε πέντε.

宝瓶座。 赫耳墨斯获得了前七度;随后在其之后,塞浦路斯女神获得六度;此后法厄同获得七度,狂暴的阿瑞斯获得五度,克洛诺斯获得了最后的五度。

§22

Ἰχθύες. Δώδεκα δὲ προτέρας μοίρας λάχε Κύπρις ἁπάσας, δὶς δὲ δύω Φαέθων, Στίλβων τρεῖς, ἐννέα Θοῦρος· τὰς δʼ ὑπολειπομένας δισσὰς Φαίνων λάχε μοίρας.

双鱼座。 塞浦路斯女神获得了全部的前十二度,法厄同获得两倍之二度,斯提尔邦获得三度,焦灼者获得九度;而法埃农获得了剩余的两度。

§23

Δωροθέου περὶ τριγώνων. Κριὸς χαιτήεις τε Λέων τόξοιό τε Ῥυτὴρ ἤματος3 Ἠελίοιο, Διὸς δέ τε νυκτὸς ἔασιν ἀλλάγδην· αἰνὸς δὲ Κρόνος τριτάτην λάχεν αἶσαν Ταύρου· Παρθενικῆς δὲ καὶ Αἰγόκερω κρατέουσιν ἤματος Ἀφρογενής, νυκτὸς δέ τε δῖα Σελήνη, καὶ τρίτατος μετὰ τοῖσι θεὸς πολέμοισιν ἀνάσσων· ἐν δέ νυ Παρθενικῇ Μαίης προσλάμβανε κοῦρον. ἐν Διδύμοις Ζυγῷ τε καὶ Ὑδροχόῳ κρυόεντι ἠμάτιος Φαίνων, ἀτὰρ ἔννυχος Ἀργειφόντης· τούτων δʼ ὑστατίην Κρονίδης μοιρήσατο τάξιν. Καρκίνον αὖτε λάχεν καὶ Σκορπίον ἠδέ τε λοίσθους Ἰχθύας ἠματίη Κύπρις. Πυρόεις δέ τε νυκτός, καὶ μετὰ τοὺς ἑλικῶπις ἔχει βασίλισσα Σελήνη.

多罗西乌斯关于三分性的著作。 长鬣的白羊座与狮子座以及弓箭手在白天属于太阳,在夜间属于宙斯,轮流交替;而可畏的克洛诺斯获得了第三个份额。主宰金牛座、室女座与摩羯座的是,白天的泡生者,以及夜间的神圣月亮,在它们之中的第三个则是主宰战争的神;而在室女座中,他又额外加上了迈亚之子。在双子座、天秤座与寒冷的宝瓶座中,白天的支配者是法埃农,而夜间则是阿耳戈斯击杀者;克洛诺斯之子获得了这些星体中的最后一个位置。另一方面,巨蟹座、天蝎座以及最后的双鱼座,白天由塞浦路斯女神获得,夜间由焦灼者获得,在它们之后,美眸的王后月亮占有。

§24

Τοῦ αὐτοῦ ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες. Αἱρετοὶ ἐκ τούτων μᾶλλον Κρόνος εἰν Ὑδροχῆι, Ζεὺς δʼ ἐνὶ Τοξευτῇ, καὶ Σκορπίῳ ἥδεται Ἄρης· Κύπρις δʼ ἐν Ταύρῳ γάνυται νόον, ἐν δέ νυ Κούρῃ Ἑρμείας· εἷς δʼ ἔστι δόμος φωστῆρος ἑκάστου.

同一人关于星体在何处欣喜的著作。 在这些之中更为优选的是:克洛诺斯在宝瓶座欣喜,宙斯在人马座,阿瑞斯在天蝎座欣喜;塞浦路斯女神在金牛座愉悦其心,赫耳墨亚斯在少女中欣喜;每个发光体各有一个这样的家。

§25

Τοῦ αὐτοῦ περὶ ὑψωμάτων. Ἡέλιος Κριοῖο κατʼ ἐννέα καὶ δέκα μοίρας ὑψοῦται, Μὴνη δὲ περὶ τριτάτην Ταύροιο, εἰκοστῇ δὲ μιῇ Ζυγοῦ Κρόνος· Αἰγίοχος δὲ Καρκίνου ἐν δεκαπέντε, καθʼ ἑβδομάδας δὲ τετάρτας4 Ἄρης Αἰγόκερω, περὶ δʼ ἐννέα τρισσάκι Κύπρις Ἰχθύσι, Παρθενικῆς δὲ τρίτην κατὰ πεντάδα5 Ἑρμῆς· αἱ δὲ ταπεινώσεις ὑψώμασιν ἐν διαμέτρῳ.

同一人关于高扬的著作。 太阳在白羊座第十九度高扬,月亮在金牛座第三度高扬,克洛诺斯在天秤座第二十一度;持羊皮盾者在巨蟹座第十五度,阿瑞斯在摩羯座第七之第四,塞浦路斯女神在双鱼座约三之九倍,赫耳墨斯在室女座第五之第三高扬;而其下降在直径上与高扬相对。

语法注5 条
  1. 7δʼ ὕπο

    省略了前文(§6)的动词 ὑπόκειται(或 κεῖται),主格的专有名词群(Ῥόδος、Κυκλάδες、Ἀρκάδες ἄνδρες 等)作为其主语。

  2. 11ἴσα Θούρῳ

    意为“与狂暴者(阿瑞斯/火星)相等”。中性复数宾格的 ἴσα 起副词作用,并带有关联的与格 Θούρῳ(狂暴者,阿瑞斯的别名)。

  3. 23ἤματος

    表示时间的属格,意为“在白天”。它与紧随其后的 νυκτός(在夜间)相对比使用。

  4. 25ἑβδομάδας δὲ τετάρτας

    意为“四个七倍”的乘数表达法。指火星在摩羯座的高扬度数,即第二十八度。

  5. 25τρίτην κατὰ πεντάδα

    意为“第三个五倍”的乘数表达法。指水星在室女座的高扬度数,即第十五度。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(3 处,最近 2026-10-18)
  • 2026-10-18 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1337.tlg003.humanitext-grc1:1-25