- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:197.15-198.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐明了亚里士多德在《诡辩篇驳斥》末尾(183b34–184a2)中论述的逻辑学探究与诡辩家实践之间的区别,指出诡辩家以及划分法、归纳法所教授的仅是出自技术之物而非技术本身,并赞扬了亚里士多德独创并完成逻辑学探究的功绩。
" Ταύτης δὲ τῆς πραγματείας." Πραγματείαν λέγοι ἂν ἢ τὴν τοπικὴν ἢ πᾶσαν τὴν λογικήν. μάλιστα μισθωτοὺς δὲ καλεῖ τοὺς σοφιστὰς ὡς ἀπὸ φαινομένης πλουτοῦντας σοφίας. τίς δὲ ἡ Γοργίου πραγματεία, ᾗ ὁμοίαν λέγει τὴν σοφιστικήν, δήλη τοῖς τὸν Πλάτωνος Γοργίαν ἀνεγνωκόσι. λέγει δὲ τοὺς σοφιστὰς τοιούτους διδάσκειν λόγους εἰς οὓς ἐγίνωσκον τοὺς ἀλλήλων λόγους ἐμπίπτειν· οὗτοι δὲ ἦσαν οἱ ἐκ τῆς ὁμωνυμίας, οἱ ἐκ τῆς ἀμφιβολίας καὶ οἱ λοιποί. τὰ δὲ ἑξῆς δῆλα.
“然而对于这项探究。” 他所谓的“探究”,既可以指论题探究,也可以指整个逻辑学探究。他尤其将诡辩家们称为“受雇者”,因为他们凭借表面上的智慧致富。至于高尔吉亚的那项探究究竟是什么(他称诡辩术与这项探究相似),对于读过柏拉图《高尔吉亚篇》的人来说是显而易见的。他说,诡辩家们所教授的是他们知晓彼此论证都会陷入其中的那些论辩;而这些就是基于同名异义、基于两可歧义以及其余种类的论辩。接下来的内容也是清楚的。
"Οὐ γὰρ τέχνην ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης." Τέχνη ἐστὶ πᾶσα ἡ συλλογιστικὴ μέθοδος, ἐν ᾗ ἐστι καὶ ὁ ἀληθινὸς ἔλεγχος· ὁ δὴ ταύτην παραδοὺς καὶ τέχνην δίδωσι καὶ παιδεύει. αἱ δὲ παραγωγαὶ καὶ οἱ παραλογισμοί, οἱ τρόποι δηλονότι τῆς ἀπάτης, οἷς καὶ ἐχρῶντο καὶ ἐδίδασκον οἱ σοφισταί, οὐ τέχνη ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης· ὁ γὰρ ἔχων τὴν δύναμιν καὶ ἐπιστήμην τοῦ συλλογίζεσθαι, ἐκεῖνος δῆλον ὅτι δύναται καὶ παραλογίζεσθαι. ὥσπερ γὰρ ὁ ἔχων τὴν τέχνην τοῦ ὀρθογραφεῖν καὶ ὑγιάζειν, ἐκεῖνος οἶδε μάλιστα καὶ μὴ ὀρθογραφεῖν καὶ νόσον ἐμποιεῖν, οὕτως καὶ ὁ δυνάμενος ἐπιστημόνως συλλογίζεσθαι, ἐκεῖνος οἶδε καὶ παραλογίζεσθαι. ὥστε τὸ παραλογίζεσθαι, ὅπερ ἐπετήδευον οἱ σοφισταὶ καὶ ἄλλους ἐδίδασκον, οὐ τέχνη ἐστὶν ἀλλὰ τὸ ἀπὸ τέχνης δυνάμενον γίνεσθαι. ἀλλὰ καὶ οἱ διὰ τῆς διαιρετικῆς συλλογίζεσθαι διδάσκοντες καὶ ταύτην παραδιδόντες οὐ τέχνην1 (“ἔστι γὰρ ἡ διαιρετική”, ὡς ἐν τῷ Περὶ εὐπορίας προτάσεων εἴρηται, “οἷον ἀσθενὴς συλλογισμός”) ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης· τοῦ γὰρ εἰδότος συλλογίζεσθαι καὶ ἀποδεικνύναι καὶ τὸ διαιρεῖν καὶ τὸ ἐκ διαιρέσεως ληφθὲν συλλογιστικῶς συμπεράνασθαι.2 ἀλλὰ καὶ οἱ δι’ ἐπαγωγῆς τι συνάγοντες τὸ αὐτὸ πάσχουσιν. ἐν δὲ τῇ λέξει τῇ ἐξ ἀρχῆς ὑπαρχόντων ἔχειν ἡ μέθοδος ἱκανῶς τὸ ἱκανῶς θαρρούντως ἐπῆκται· αἱ μὲν γὰρ ἄλλαι τέχναι οὐκ ἐξ ἀρχῆς οὐδὲ ὑπ’ αὐτῶν τῶν εὑρόντων τὸ τέλειον ἔσχον ἀλλ’ ἀπὸ τῶν διαδεξαμένων αὐτάς· ἡ δὲ λογικὴ πραγματεία τῷ Ἀριστοτέλει πρώτως εὑρεθεῖσα καὶ παρ’ αὐτοῦ τετελείωται. ᾧ δεῖ πάντας ἡμᾶς οὐ πολλήν, ὡς αὐτὸς ἔφησεν, ἀλλ’ οὐδ’ ὅσην εἰπεῖν δυνατὸν ἔχειν χάριν.
“因为并非技术,而是出自技术的事物。” 技术是整个推论方法,其中也包括真正的驳斥;因此,传授此道者既给予了技术,也教导了人。然而,那些引人误入歧途的手段和谬误推理,即欺骗的诸种方式,也就是诡辩家们实际运用并传授的那些东西,并非技术,而是出自技术的事物;因为拥有推论的能力与知识的人,显然也能够进行谬误推理。正如掌握正确拼写与治愈之技术的人,最懂得如何错误拼写和引起疾病一样,能够合乎科学地进行推论的人,也懂得如何进行谬误推理。因此,诡辩家们所从事并教给他人的进行谬误推理,并不是一种技术,而是能够出自技术的事物。不仅如此,那些教导通过划分法进行推论并传授此法的人,传授的也不是技术(因为正如在《论前提的充备》中所说,“划分法是一种弱推论”),而是出自技术的事物;因为划分以及将从划分中所取得的事物通过推论得出结论,都属于懂得推论和论证的人。而且,那些通过归纳法推导出某事物的人,也处于同样的情况。而在“从最初存在的事物来看,该方法具备得足够充分”这句文句中,“足够充分地”这一副词是胸有成竹地加上的;因为其他诸种技术并不是从一开始就具备完善,也不是由它们的发现者本人完成的,而是由继承它们的人完成的;然而逻辑学探究首先由亚里士多德发现,也由他本人予以完善。对于他,我们所有人都应当怀有感激之情,不仅如他自己所说的那样是一份巨大的感激,甚至应当怀有难以言表的感激。
- 1.171ἀλλὰ καὶ οἱ διὰ τῆς διαιρετικῆς συλλογίζεσθαι διδάσκοντες καὶ ταύτην παραδιδόντες οὐ τέχνην
主语短语 οἱ ... διδάσκοντες καὶ ... παραδιδόντες 缺少主要的限定动词。根据上文语境以及宾语补足成分 οὐ τέχνην ... ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης,此处需补出谓语动词 διδόασιν 或 παραδιδόασιν 来理解。
- 1.171τοῦ γὰρ εἰδότος συλλογίζεσθαι καὶ ἀποδεικνύναι καὶ τὸ διαιρεῖν καὶ τὸ ἐκ διαιρέσεως ληφθὲν συλλογιστικῶς συμπεράνασθαι
属格分词 τοῦ εἰδότος 省略了系动词 ἐστί,作表语性的特有属格/所有属格。主语为两个带冠词的不定式短语 καὶ τὸ διαιρεῖν καὶ τὸ ... συμπεράνασθαι,句式骨架为“分割以及……推导出结论,属于懂得推论与论证的人”。
