- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:46.6-47.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在梳理了共有两项的前提的换位类型之后,阐明以单一词项(中项)相共通的诸前提如何依据中项与两极项的结合关系而推导出三种推论格(第一格、第二格、第三格)。
ὅταν μὲν οὖν κατὰ τὸ ποιὸν διαφέρωσιν, αἱ τοιαῦται ἀντιστροφαὶ γίνονταί τε καὶ λέγονται τῶν προτάσεων σὺν ἀντιθέσει. ὅταν δ’ αἱ αὐταὶ κατὰ τὸ ποιὸν ὦσιν, αἱ οὕτως λαμβανόμεναι καὶ συναληθεύουσαι ἀντιστροφαὶ χωρὶς ἀντιθέσεως γίνονται. τῶν δ’ οὕτως ἀντιστρεφουσῶν αἱ μὲν πρὸς τῷ ποιῷ καὶ τὸ ποσὸν ταὐτὸν φυλάττουσιν, ὡς αἱ καθόλου ἀποφατικαὶ ἐδείχθησαν ὑπάρχουσαί τε καὶ ἀναγκαῖαι·1 ὁμοίως καὶ αἱ ἐπὶ μέρους καταφατικαί· αἱ δέ τινες τὸ μὲν ποιὸν ταὐτὸν ἔχουσι, κατὰ δὲ τὸ ποσὸν διαφωνοῦσιν, ὡς αἱ πρὸς τὰς καθόλου καταφατικὰς ἀντιστρέφουσαι· εἰσὶ γὰρ αἱ ἐπὶ μέρους καταφατικαί· ὁμοίως δὲ καὶ αἱ πρὸς τὰς καθόλου ἀποφατικὰς ἐνδεχομένας· καὶ γὰρ πρὸς ταύτας αἱ ἐπὶ μέρους ἀποφατικαὶ ἐνδεχόμεναι ἀντιστρέφουσι. Καὶ τοιαύτη μὲν ἡ κατὰ τοὺς δύο ὅρους τῶν κοινωνουσῶν ἀλλήλαις προτάσεων διαφορά. αἱ δὲ κατὰ ἕνα ὅρον κοινωνοῦσαι ποιοῦσι μὲν τὰς συζυγίας, ὡς προεῖπον, κατὰ δὲ τὴν διάφορον τοῦ μέσου πρὸς τοὺς ἄκρους τοὺς ἐν τῷ προβλήματι κοινωνίαν ἡ τῶν συλλογιστικῶν σχημάτων γίνεται διαφορά· ὁ γὰρ μέσος οὗτος ὁ δὶς λαμβανόμενος καὶ ἑκατέρῳ τῶν ἄκρων συντασσόμενος, οἳ ἦσαν τοῦ προβλήματος μέρη, ἢ οὕτως λαμβάνεται, ὡς καὶ τὴν θέσιν μέσην ἔχειν ἐκείνων, τοῦ μὲν ὑποκειμένου ἐν τῷ προβλήματι κατηγορούμενος τῷ δὲ κατηγορουμένῳ ὑποκείμενος, ὡς ἔχει ἐπὶ τοῦ προβλήματος τοῦ ‘πότερον πᾶν δίκαιον ἀγαθὸν ἢ οὔ’· ἔξωθεν γὰρ ὅρος παραληφθεὶς τὸ καλὸν καὶ κατηγορηθεὶς μὲν τοῦ δικαίου, ὃς ἦν ὑποκείμενος, ὑποτεθεὶς δὲ τῷ ἀγαθῷ, ὃς ἦν κατηγορούμενος, ἐποίησε συζυγίαν τοιαύτην· πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν. ἡ τοιαύτη τοῦ μέσου θέσις καὶ ἡ οὕτως γινομένη τῶν προτάσεων κατὰ τὸν μέσον ὅρον κοινωνία καλεῖται σχῆμα πρῶτον· ἐν ᾗ γὰρ συζυγίᾳ ὁ μέσος καὶ δὶς λαμβανόμενος τοῦ μὲν κατηγορεῖται2 τῶν ἐν τῷ προβλήματι ὅρων τῷ δὲ ὑπόκειται, τοῦτο τὸ σχῆμα πρῶτον καλεῖται. ἢ πάλιν ὁ μέσος ἀμφοτέρων τῶν ἐν τῷ προβλήματι ὅρων κατηγορεῖται, ὡς γίνεται ἐπὶ τῆς τοιαύτης συζυγίας· ζητουμένου γάρ, εἰ ὁ ἄνθρωπος χρεμετιστικόν ἐστιν ἢ οὔ, τρίτος ὅρος ληφθεὶς τὸ λογικὸν καὶ κατηγορηθεὶς ἀμφοτέρων ἐκείνων, τοῦ τε ἀνθρώπου καὶ τοῦ χρεμετιστικοῦ, τοῦ μὲν ἀνθρώπου καταφατικῶς τοῦ δὲ χρεμετιστικοῦ ἀποφατικῶς, ποιεῖ συζυγίαν τοιαύτην· πᾶς ἄνθρωπος λογικόν, οὐδὲν χρεμετιστικὸν λογικόν. ἡ τοιαύτη τοῦ μέσου πρὸς τοὺς ἄκρους κοινωνία ποιεῖ τὸ δεύτερον λεγόμενον σχῆμα. γίνεται καὶ τρίτη τις τοῦ μέσου πρὸς τοὺς ἄκρους κοινωνία διαφέρουσα τῶν προειρημένων· ἔστι δὲ αὕτη, ὅταν ἀμφοτέροις τοῖς ὅροις τοῖς ἐν τῷ προβλήματι ὁ μέσος λαμβανόμενος ὑποκείμενος ᾖ, οἷον εἰ εἴη ζητούμενον, εἰ οὐσία τις ἔμψυχός ἐστιν ἢ οὔ, ληφθείη δὲ μέσος ὅρος τὸ ζῷον καὶ ὑποτεθείη ἀμφοτέροις τοῖς ὅροις, τῇ τε οὐσίᾳ καὶ τῷ ἐμψύχῳ, καὶ γένοιτο ‘πᾶν ζῷον οὐσία ἐστί, πᾶν ζῷον ἔμψυχόν ἐστι, τὶς ἄρα οὐσία ἔμψυχός ἐστιν’· ἐν γὰρ τῇ τοιαύτῃ συζυγίᾳ ὁ μέσος ἀμφοτέροις ὑπόκειται. ἡ τοιαύτη συμπλοκὴ τοῦ μέσου πρὸς τοὺς ἄκρους τὸ τρίτον λεγόμενον σχῆμα ποιεῖ. καὶ ἔστι μόνα ταῦτα τὰ τρία σχήματα, ὅτι καθόλου μὲν ἡ τοῦ μέσου λῆψις ἦν τῶν τε συζυγιῶν καὶ τῶν σχημάτων γεννητική, παρὰ δὲ τοὺς προειρημένους τρόπους ἀδύνατον κατ’ ἄλλην τινὰ σχέσιν ἐν τρισὶν ὅροις μέσον ὅρον πρὸς τοὺς ἄκρους τοὺς δύο συνταχθῆναι, πᾶς δὲ συλλογισμὸς ἁπλοῦς ἐκ τριῶν ὅρων καὶ δύο προτάσεων, ὡς δείξει. Ἐπεὶ δὲ καθ’ ἕκαστον σχῆμα καὶ συλλογιστικαί τινές εἰσι συζυγίαι καὶ ἀσυλλόγιστοι, περὶ τούτων ποιήσεται τὸν λόγον3 καὶ δείξει, πόσοι καὶ τίνες οἱ καθ’ ἕκαστον σχῆμα συλλογισμοί.
因此,当[诸前提]在质上有所差异时,前提的这种换位便是在伴随对立的情况下产生并被称为伴随对立的换位。而当它们在质上相同时,以此种方式取定且同真的换位则是在没有对立的情况下产生的。在以此种方式换位的前提中,有些除了质之外还保持相同的量,正如全称否定前提在实事存在(断言)和必然中都被证明的那样;特称肯定前提同样也是如此;而另一些则具有相同的质,但在量上不一致,正如相对于全称肯定而换位的前提那样;因为它们是特称肯定;同样地,相对于全称否定的可能[前提]而换位的前提也是如此;因为相对于它们,特称否定的可能[前提]也是换位的。 在两个词项上彼此共通的诸前提的差异就是如此。另一方面,在一个词项上共通的诸前提,如我先前所说,构成了配对,而依据中项对于论题中的两极项的不同共通关系,便产生了推论格的差异。因为这个被取用两次并与作为论题组成部分的两极项各自相结合的中项,或者以此种方式被取用,即在它们之间处于中间位置,对于论题中的主词被述说,而对于谓词作为主词,正如在“是否所有正义皆为善”这一论题中所呈现的那样;因为从外部被吸纳的“美”这一词项,对于作为主词的“正义”被述说,而置于作为谓词的“善”之下,便构成了这样的配对:“所有正义皆美,所有美皆善”。中项的这种位置以及以此种方式在中项上产生的前提共通被称为第一格;因为在二度被取用的中项对于论题中的一个词项被述说而作为另一个词项的主词的配对中,这个格被称为第一格。 或者再次,中项对于论题中的两个词项都被述说,正如在这样的配对中所产生的那样:因为在探讨“人是否为会嘶叫者”时,取“理性的”作为第三个词项,并对于那两者,即人和会嘶叫者都被述说——对于人肯定地述说,而对于会嘶叫者否定地述说——便构成了这样的配对:“所有人皆是理性的,没有会嘶叫者是理性的”。中项对于两极项的这种共通构成了所谓的第二格。 中项对于两极项也产生了不同于前述的某种第三种共通;而这乃是在于,当取用的中项作为论题中两个词项的主词时,例如假若探讨的论题是“是否有某种实体是有生命的”,取“动物”作为中项并置于这两个词项之下,即实体和有生命者之下,而成为“所有动物皆是实体,所有动物皆是有生命的,因此某种实体是有生命的”;因为在这样的配对中,中项作为两者的主词。中项对于两极项的这种交织构成了所谓的第三格。并且唯独只有这三个格,因为总体而言,中项的取用乃是诸配对和诸格的产生之因,而除了前述的诸种方式之外,不可能在三个词项中依据任何其他关系将中项与两个极项相结合,而且正如他将证明的那样,每一个简单推论都由三个词项和两个前提构成。 既然在每个格之下,有些配对是推论性的,有些是非推论性的,[亚里士多德]将就这些展开论述,并将证明在每个格之下的推论有多少,以及是何种推论。
- 1.23ἐδείχθησαν ὑπάρχουσαί τε καὶ ἀναγκαῖαι
述谓分词 ὑπάρχουσαι 与形容词 ἀναγκαῖαι 与主语 αἱ καθόλου ἀποφατικαί 一致,补充说明全称否定前提在实事存在(断言)和必然这两种模态下都被证明了保持质与量的不变换位。
- 1.23ὁ γὰρ μέσος οὗτος ὁ δὶς λαμβανόμενος καὶ ἑκατέρῳ τῶν ἄκρων συντασσόμενος, οἳ ἦσαν τοῦ προβλήματος μέρη, ἢ οὕτως λαμβάνεται, ὡς καὶ τὴν θέσιν μέσην ἔχειν ἐκείνων ... ἢ πάλιν ὁ μέσος ἀμφοτέρων τῶν ἐν τῷ προβλήματι ὅρων κατηγορεῖται
连词 ἢ οὕτως λαμβάνεται 与 ἢ πάλιν ... κατηγορεῖται,以及后文的 γίνεται καὶ τρίτη τις ... κοινωνία 相互呼应,构成了基于中项句法位置的三分法(第一、第二、第三格)的论证骨架。关系代词 οἵ 为阳性复数,与先行词 ἄκρων(省略了 ὅροι 的阳性复数 οἱ ἄκροι 的属格,参前文 τοὺς ἄκρους)在语法上一致。
- 1.23ἐπεὶ δὲ καθ’ ἕκαστον σχῆμα καὶ συλλογιστικαί τινές εἰσι συζυγίαι καὶ ἀσυλλόγιστοι, περὶ τούτων ποιήσεται τὸν λόγον
在由引导原因的从属连词 ἐπεί 所引导的从句之后,主句主动词 ποιήσεται 的主语在文脉上是指亚里士多德,体现了从注疏者自身的逻辑展开过渡到对亚里士多德下文论述进行预告的注疏语境转换。
