← 克拉泰夫阿斯

残篇

§1.1-1.10

各种药草的药效与功用

古代采药者克拉特乌斯药草志的残篇,记载了马兜铃、蓍草、银莲花、阿福花、车前草、细辛、繁缕、蓟罂粟及紫菀等植物的医疗效能和用法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

Κρατεύας ῥιζοτομικός. Ἀριστολόχιος μακρὰ1 ποιεῖ πρὸς ἑρπετὰ καὶ θανάσιμα ὁλκὴ πινομένη μετ᾽ οἴνου καὶ καταπλασσομένη, τὰ δὲ ἐν μήτρᾳ συνιστάμενα λόχια καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει ποθεῖσα μετὰ πεπέρεως καὶ σμύρνης· καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὸ αὐτὸ δρᾷ.

克拉特乌斯,采药者。 长马兜铃一德拉克马与酒同服并作敷贴,可对抗爬行动物与致命毒物;若与胡椒和没药同服,则能排出子宫内滞留的恶露、月经和胎儿;若作为栓剂使用,亦起同样作用。

§1.2

Κρατεύας ῥιζοτομικός. ἀριστολόχιος ⟨στρογγύλη⟩ πινομένη μετ᾽ οἴνου μέλανος ποιεῖ πρὸς ἑρπετῶν δήγματα· χωρεῖ δὲ καὶ εἰς ἀντιδότους τὰς θηριακάς, χωρεῖ καὶ εἰς τὰς ποδαγρικὰς συνθέσεις, ἔτι δὲ ἐμπλάστρους. ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει· βοηθεῖ ἄσθματι, λυγμῷ, ῥίγει, σπληνί, ῥήγμασιν, σπάσμασιν. ποθεῖσα δὲ μεθ᾽ ὕδατος ἀνάγει σκόλοπας, ἀκίδας, λεπίδας ὀστῶν καταπλασσομένη ἀφίστησιν καὶ σηπεδόνας περιχαράσσει καὶ τὰ ῥυπαρὰ καθαίρει ἕλκη· σμήχει δὲ καὶ ὀδόντας καὶ οὖλα.

克拉特乌斯,采药者。 圆马兜铃与黑酒同服,可治爬行动物咬伤;它亦可用于兽毒解毒剂、痛风配方,以及硬膏中。它能通经并排出胎儿;有助于治疗哮喘、呃逆、恶寒、脾脏疾病、破裂、痉挛。与水同服能拔出刺、箭尖和骨屑,用作敷贴则能清除它们,限制坏疽蔓延,并清洁肮脏的溃疡;它还能清洁牙齿和牙龈。

§1.3

Κρατεύας ῥιζοτόμος. Ἀχίλλειος· ταύτης τῆς βοτάνης ἡ κόμη λεία ἐναίμων ἐστὶν κολλητικὴ καὶ ἀφλέγμαντος, αἱμορραγίας τε ἐφεκτικὴ καὶ τῆς ἐκ μήτρας ἐν προσθέτῳ, καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστιν ἐγκάθισμα ῥοικαῖς,2 πίνεται καὶ πρὸς δυσεντερίαν. ὅλη δὲ κοπεῖσα μετὰ ἀξουγγίας παλαιᾶς τὰ παλαιὰ τῶν ἑλκῶν καὶ δυσαπούλωτα θεραπεύει, ξηρὰ δὲ κοπεῖσα καὶ μέλιτι μιγεῖσά ἐστιν ἀνακαθαρτική.

克拉特乌斯,采药者。 蓍草。此草磨碎后的叶冠,能粘合流血的伤口并消炎,且能止血,若作为栓剂使用,亦可止子宫出血;其煎汁可供患有流液的妇女坐浴,亦可内服以治痢疾。整株植物与陈猪脂同捣,可治陈旧且难愈的溃疡;若干捣并混以蜂蜜,则有清洁作用。

§1.4

Κρατεύας. ἀνεμώνη ἡ φοινικῆ· ἀνεμώνη δύναμιν ἔχει δριμεῖαν, ὅθεν ὁ χυλὸς τῆς ῥίζης αὐτῆς γίνεται ἔγχυτος πρὸς κεφαλῆς κάθαρσιν. μασηθεῖσα δὲ ἡ ῥίζα ἄγει φλέγμα· ἑψηθεῖσα δὲ ἐν γλυκεῖ καὶ καταπλασσομένη ὀφθαλμῶν φλεγμονὰς αἴρει, ὁμοίως καὶ τὰς οὐλὰς ἀποσμήχει. τὰ δὲ φύλλα καὶ οἱ καυλοὶ συνεψηθέντα πτισάνῃ καὶ ἐσθιόμενα γάλα κατασπᾷ, ἐν προσθέτῳ δὲ ἔμμηνα ἄγει, καταπλασθέντα δὲ λέπρας ἀφίστησιν.

克拉特乌斯。 红花银莲花。银莲花具有辛辣(刺激性)的药力,故其根汁可作滴鼻药以清洁头部。咀嚼其根能引出黏液;若在甜酒中煎煮并作敷贴,可消眼炎,同样亦能消除瘢痕。其叶与茎与大麦粥同煮食用,能催乳;作为栓剂使用,能通经;作敷贴则能消除顽癣。

§1.5

Κρατεύας ῥιζοτομικός. ἀσφόδελος· τούτου αἱ ῥίζαι δύναμιν ἔχουσιν διουρητικὴν καὶ ἐμμήνων κατασπαστικήν· θεραπεύει καὶ ποδάγρας ἀλγήματα καὶ σπάσματα καὶ βῆχας καὶ ῥήγματα μία τὸ πλῆθος τῆς ῥίζης3 ἐν οἴνῳ πινομένη. ποιεῖ καὶ ⟨εὐεμεστέρους ὅσον ἀστράγαλος4 βρωθεῖσα καὶ⟩ ἑρπετοδήκτοις δίδοται ὠφελίμως πλῆθος τριῶν· καταπλάσσειν δὲ δεῖ τὰ δήγματα ὅλῃ τῇ βοτάνῃ σὺν οἴνῳ. θεραπεύει ⟨καὶ⟩ τὰ ῥυπαρὰ καὶ νεμόμενα ἕλκη, ποιεῖ καὶ πρὸς μαστῶν καὶ διδύμων φλεγμονὰς καὶ φύματα καὶ δοθιῆνας συγκαθεψομένη τρυγὶ οἴνου ἡ ῥίζα, πρὸς δὲ τὰς προσφάτους φλεγμονὰς μετ᾽ ἀλφίτου. ὁ δὲ χυλὸς τῆς ῥίζης προσλαβὼν οἴνου παλαιοῦ τι γλυκέος καὶ σμύρνης καὶ κρόκου συνεψηθέντων ἐπὶ ταὐτὸ ἔγχριστον γίγνεται ὀφθαλμῶν καὶ πρὸς ὦτα πυορροοῦντα σὺν λιβάνῳ καὶ μέλιτι.

克拉特乌斯,采药者。 阿福花。其根具有利尿及通经的功效;亦治痛风疼痛、痉挛、咳嗽和破裂,以[一个]分量的根与酒同服。食用如距骨大小的分量,能催吐;对被爬行动物咬伤者,给服三个分量甚有益处;应当以整株植物配酒敷贴咬伤处。它亦治肮脏与恶性的溃疡;若将根与酒糟同煮,可治乳房与睾丸的炎症、肿瘤和疖肿;若治新起的炎症,则配以大麦粉。其根汁加入少许陈甜酒、没药与番红花同煮,可作眼药膏;配以乳香与蜂蜜,则治耳朵流脓。

§1.6

Κρατεύας ῥιζοτομικός. ἀρνόγλωσσον δύναμιν ἔχει τηκτικὴν καὶ ἀφλέγμαντον· κοπεῖσα γὰρ μετὰ στέατος καὶ ἐπιτιθεμένη τοῖς τὰ χειρώνια5 ἔχουσιν εὐθετεῖ. πρὸς δὲ τὰ λοιπὰ ποιεῖ σχε...

克拉特乌斯,采药者。车前草具有消肿与消炎的功效;因其与脂肪同捣并敷贴,对患有凯隆氏溃疡者极有效,而对其他病症亦起几乎……

§1.7

Κρατεύας ῥιζοτομικός. ἄσαρον· δύναμιν ἔχει θερμαντικὴν καὶ διουρητικήν, ἁρμόζουσαν ὑδρωπικοῖς, ἰσχιαδικοῖς χρονίοις. ἄγουσιν ⟨αἱ ῥίζαι⟩ καὶ ἔμμηνα, μετὰ μελικράτου δὲ ποθεῖσαι πλῆθος ἓξ ὡς ἐλλέβορος λευκὸς καθαίρουσι· μείγνυται δὲ καὶ μύροις καὶ ἀντιδότοις.

克拉特乌斯,采药者。 细辛。具有温热与利尿的功效,适用于水肿病患及慢性坐骨神经痛患者。其根亦能通经,与蜜水同服六个分量,则如白藜芦般起导泻净化作用;它亦常混于香油与解毒剂中。

§1.8

Κρατεύας ῥιζοτομικός. ἀναγαλλίδες ἀμφότεραι τραυματικαί, ἀφλέγμαντοι, σκολόπων τε ἐπισπαστικαὶ ⟨καὶ⟩ νομῶν ἐφεκτικαί. ὁ δὲ χυλὸς αὐτῶν ῥινέγχυτος ὀδόντων πόνον παύσει, ἐὰν εἰς τὸν ἀντικείμενον μυξωτῆρα τοῦ ἀλγοῦντος ἐγχέῃς· καθαίρει καὶ ἄργεμα μετὰ μέλιτος Ἀττικοῦ καὶ ἀμβλυωπίαις βοηθεῖ. φασὶν δὲ ἔνιοι τὴν μὲν ἔχουσαν τὸ κυάνεον ἄνθος πρόπτωσιν δακτυλίου στέλλειν, τὴν δὲ φοινικοῦν ἐξερεθίζειν καταπλασθεῖσαν. χρῶνται δὲ αὐτῇ καὶ εἰς τὰς Δημοκρίτου δυνάμεις.

克拉特乌斯,采药者。 两种繁缕皆能治伤、消炎、拔刺并抑制恶性溃疡。其汁滴入鼻中可止牙痛,须注入痛处对侧的鼻孔中;与阿提卡蜂蜜同用能清除角膜白斑并助于弱视。有人说,开蓝花者可收缩脱肛,而开红花者作敷贴则起刺激作用。亦有人将其用于德谟克利特的《药能》配方中。

§1.9

Κρατεύας ῥιζοτομικός. ἀργεμώνη· αὕτη ἡ βοτάνη κοπεῖσα μετὰ ἀξουγγίας χοιράδας διαλύει· ποιεῖ καὶ πρὸς ἀλφοὺς μέλανας μετὰ νίτρου καὶ θείου ἀπύρου ξηρὰ κοπεῖσα καὶ σησθεῖσα, ἐν βαλανείῳ ⟨δὲ⟩ τοὺς χρωμένους θεραπεύει προξηροτριβηθέντας· ποιεῖ καὶ πρὸς ψώραν).

克拉特乌斯,采药者。 蓟罂粟。此草与猪脂同捣可散瘰疬;干捣并过筛,配以碱及生硫磺,在浴场中供使用者预先干擦后使用,可治疗黑癜风;亦治疥癣。

§1.10

Κρατεύας ῥιζοτομικός. ἀστέριον· αὕτη χλωρὰ κοπεῖσα μετὰ ἀξουγγίας παλαιᾶς ποιεῖ πρὸς λυσσοδήκτους, βρογχοκηλικούς, ὑποθυμιωμένη δὲ φυγαδεύει θηρία.

克拉特乌斯,采药者。 紫菀。此草新鲜时与陈猪脂同捣,可治狂犬咬伤及甲状腺肿;作熏剂则可驱逐野兽。

语法注5 条
  1. 1.1Ἀριστολόχιος μακρὰ

    “Ἀριστολόχιος”指马兜铃属植物。虽然标准的名词是阴性名词“ἀριστολοχία”,但此处带有阳性词尾的“Ἀριστολόχιος”直接被阴性形容词“μακρά”修饰,可能暗指阴性名词“βοτάνη”(草)。

  2. 1.3ῥοικαῖς

    形容词“ῥοϊκός”(流动的、有流液的)的阴性与格复数形式,此处省略了阴性名词“γυναιξί”(妇女),指“患有子宫流液(下痢或带下)的女性”。

  3. 1.5μία τὸ πλῆθος τῆς ῥίζης

    ⋖ 是德拉克马(重量单位)的符号,为校订者所补(校勘记“⋖ addidi”):“根的分量为一德拉克马”。τὸ πλῆθος 为表示方面的宾格,“就分量而言”。

  4. 1.5ὅσον ἀστράγαλος

    “ὅσον”(……大小的,中性单数作副词用)是表示数量或大小比较的副词性表达,与“ἀστράγαλος”(距骨、骰子)结合,表示“如距骨(骰子)大小的”。

  5. 1.6τὰ χειρώνια

    源自半人马凯隆(Chiron)的医学术语,中性复数作名词用,意为“凯隆氏溃疡”(极难治愈的顽固性溃疡),此处省略了“ἕλκη”(溃疡)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(27 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — patch 13 处
  • 2026-11-24 AI校阅 — 译文 10 处
  • 2026-10-18 AI校阅 — 译文 1 处
  • 2026-10-12 与底本核对 — 原文 3 处
urn:cts:greekLit:tlg0657.tlg001.humanitext-grc1:1.1-1.10