- 底本
- Parthenius. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:32.1-32.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
显贵青年与安蒂佩在树林中幽会,打猎的王子基基罗斯误将少女射杀,旋即惊骇落马坠亡,由此引出基基罗斯城的建立与该树林名称由来的传说。
Παρὰ δὲ Χάοσι μειρακίσκος τις τῶν πάνυ δοκίμων Ἀνθίππης ἠράσθη. Ταύτην ὑπελθὼν πάσῃ μηχανῇ πείθει αὐτῷ συμμιγῆναι· ἡ δὲ ἄρα καὶ αὐτὴ οὐκ ἐκτὸς ἦν τοῦ πρὸς τὸν παῖδα πόθου· καὶ ἐκ τοῦδε λανθάνοντες τοὺς αὑτῶν γονεῖς ἐξεπίμπλασαν τὴν ἐπιθυμίαν.
在卡奥尼亚人中,一位出身极为显赫的年轻男子爱上了安蒂佩。他千方百计地接近她,说服她与自己结合;而事实表明,少女自己也并非对少年毫无爱恋之情。自此,他们瞒着各自的父母,尽情满足着彼此的欲望。
Ἑορτῆς δέ ποτε τοῖς Χάοσι δημοτελοῦς ἀγομένης καὶ πάντων εὐωχουμένων, ἀποσκεδασθέντες εἴς τινα δρυμὸν κατειλήθησαν. Ἔτυχε δὲ ἄρα ὁ τοῦ βασιλέως υἱὸς Κίχυρος πάρδαλιν διώκων, ἧς συνελαθείσης εἰς ἐκεῖνον τὸν δρυμὸν ἀφίησιν ἐπ’ αὐτὴν τὸν ἄκοντα.1 Καὶ τῆς μὲν ἁμαρτάνει, τυγχάνει δὲ τῆς παιδός·
有一次,当卡奥尼亚人举行全民节庆、众人皆在宴饮欢庆之际,他们悄悄溜出,躲进了一片栎树林中。恰巧国王之子基基罗斯当时正在追逐一头豹子,当豹子被驱赶进那片树林时,他向它掷出了标枪。然而标枪未中野兽,却击中了那位少女。
ὑπολαβὼν δὲ τὸ θηρίον καταβεβληκέναι ἐγγυτέρω τὸν ἵππον προσελαύνει· καὶ καταμαθὼν τὸ μειράκιον ἐπὶ τοῦ τραύματος τῆς παιδὸς ἔχον τὼ χεῖρε2 ἐκτός τε φρενῶν ἐγένετο καὶ περιδινηθεὶς ἀπολισθάνει τοῦ ἵππου εἰς χωρίον ἀπόκρημνον καὶ πετρῶδες.
他以为自己已经击倒了猎物,便策马靠上前去;但当看清那位青年正把双手按在少女的伤口上时,他惊骇得神魂颠倒,一阵眩晕,从马背上滑落到一处陡峭多石的险境中。
Ἔνθα δὴ ὁ μὲν ἐτεθνήκει, οἱ δὲ Χάονες, τιμῶντες τὸν βασιλέα, κατὰ τὸν αὐτὸν τόπον τείχη περιεβάλοντο καὶ τὴν πόλιν ἐκάλεσαν Κίχυρον.
基基罗斯就此毙命;而卡奥尼亚人为了向国王表示敬意,便在同一地点筑起城墙,将这座城邦命名为基基罗斯。
Φασὶ δέ τινες τὸν δρυμὸν ἐκεῖνον εἶναι τῆς Ἐχίονος θυγατρὸς Ἠπείρου,3 ἣν μεταναστᾶσαν ἐκ Βοιωτίας βαδίζειν μεθ’ Ἁρμονίας καὶ Κάδμου, φερομένην τὰ Πενθέως λείψανα, ἀποθανοῦσαν δὲ περὶ τὸν δρυμὸν τόνδε ταφῆναι· διὸ καὶ τὴν γῆν Ἤπειρον ἀπὸ ταύτης ὀνομασθῆναι.
亦有人说,那片栎树林曾属于厄喀翁之女厄庇罗斯;她从维奥蒂亚迁徙出来,带着彭透斯的遗骨与哈耳摩尼亚及卡德摩斯同行,死后便安葬在这片树林附近;因此这片土地也以她的名字被命名为厄庇罗斯。
- 32.2ἧς συνελαθείσης εἰς ἐκεῖνον τὸν δρυμὸν ἀφίησιν ἐπ’ αὐτὴν τὸν ἄκοντα
属格独立结构 ἧς συνελαθείσης 中的关系代词 ἧς 指代先行词 πάρδαλιν,并在主句中被介词短语 ἐπ’ αὐτήν(代词 αὐτήν)复指。这是属格绝对结构的主语在主句中以人称代词或指示代词复述(resumption)的常见句法结构。
- 32.3τὼ χεῖρε
阴性名词 χείρ 的对格双数形式,充当分词 ἔχον(中性单数对格,与 τὸ μειράκιον 一致)的直接宾语。冠词与名词均保留了表示“两手”的双数曲折变化。
- 32.5τὸν δρυμὸν ἐκεῖνον εἶναι τῆς Ἐχίονος θυγατρὸς Ἠπείρου
由动词 φασί 支配的“宾格加不定式”结构。属格短语 τῆς Ἐχίονος θυγατρὸς Ἠπείρου 作为系动词 εἶναι 的表语(所有性属格),意为“那片树林属于厄喀翁之女厄庇罗斯”。
