← 尼西亚的帕尔塞尼乌斯

爱情故事集

§24.1-24.2

希帕里努斯的玩笑与阿开奥斯的误杀

叙拉古僭主希帕里努斯在出征前留给宠爱的少年阿开奥斯一把佩剑以防身,战胜归来后伪装口音戏弄少年,反被少年误当作敌人刺中要害,临终前他赦免了少年的罪责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

Ἱππαρῖνος δ’ ὁ Συρακοσίων τύραννος εἰς ἐπιθυμίαν ἀφίκετο πάνυ καλοῦ παιδός· Ἀχαιὸς αὐτῷ ὄνομα. Τοῦτον ἐξαλλάγμασι πολλοῖς ὑπαγόμενος πείθει τὴν οἰκίαν ἀπολιπόντα σὺν αὐτῷ μένειν· χρόνου δὲ προϊόντος, ὡς πολεμίων τις ἔφοδος προσηγγέλη πρός τι τῶν ὑπ’ ἐκείνου κατεχομένων χωρίων, καὶ ἔδει κατὰ τάχος βοηθεῖν, ἐξορμῶν ὁ Ἱππαρῖνος παρεκελεύσατο τῷ παιδί, εἴ τις ἐντὸς τῆς αὐλῆς βιάζοιτο, κατακαίνειν αὐτὸν τῇ σπάθῃ, ἣν ἐτύγχανεν αὐτῷ κεχαρισμένος.1

叙拉古的僭主希帕里努斯迷恋上一个容貌极美的少年,其名叫阿开奥斯。希帕里努斯以丰厚的礼物拉拢他,说服他离开家门与自己同住。时日既久,当传来敌人袭击其所辖的一处据点的消息,且必须速往援救时,希帕里努斯在出征之际嘱咐那少年:若有人强行闯入庭院,便用自己先前赠给他的阔剑将其击杀。

§24.2

Κἀπειδὴ συμβαλὼν τοῖς πολεμίοις κατὰ κράτος αὐτοὺς εἷλεν, ἐπὶ πολὺν οἶνον ἐτράπετο καὶ συνουσίαν· ἐκκαόμενος δὲ ὑπὸ μέθης καὶ πόθου τοῦ παιδὸς ἀφίππευσεν εἰς τὰς Συρακούσας, καὶ παραγενόμενος ἐπὶ τὴν οἰκίαν, ἔνθα τῷ παιδὶ παρεκελεύσατο μένειν, ὃς μὲν ἦν οὐκ ἐδήλου, θετταλίζων δὲ τῇ φωνῇ τὸν Ἱππαρῖνον ἔφησεν ἀπεκτονηκέναι· ὁ δὲ παῖς διαγανακτήσας, σκότους ὄντος παίει καιρίαν2 τὸν Ἱππαρῖνον· ὁ δὲ τρεῖς ἡμέρας ἐπιβιοὺς καὶ τοῦ φόνου τὸν Ἀχαιὸν ἀπολύσας3 ἐτελεύτησεν.

他与敌人交锋并以强力将其击溃后,便纵情痛饮、大摆筵席;但他因醉意与对少年的相思而欲火中烧,遂乘马驰回叙拉古。他来到命少年留守的宅邸前,并不表明自己的身份,反而学着色萨利腔调谎称自己杀死了希帕里努斯。少年震怒之下,在黑暗中击中了希帕里努斯的要害。希帕里努斯又苟延了三日,在免除了阿开奥斯的杀人罪责后,便死去了。

语法注3 条
  1. 24.1ἐτύγχανεν αὐτῷ κεχαρισμένος

    动词 τυγχάνω 的未完成过去时与完成时分词 κεχαρισμένος 构成的迂回表达,相当于过去完成时状态,意为“碰巧此前已赠送给他”。

  2. 24.2παίει καιρίαν

    阴性宾格形容词 καιρίαν 省略了阴性名词 πληγήν(打击),作为内宾格或副词性宾格使用,意为“击中要害”或“给予致命一击”。

  3. 24.2τοῦ φόνου τὸν Ἀχαιὸν ἀπολύσας

    动词 ἀπολύω 后接被免责之人的宾格(τὸν Ἀχαιόν)与表示脱离的属格(τοῦ φόνου,指控或罪责),意为“免除了阿开奥斯的谋杀罪责”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:24.1-24.2