- 底本
- Parthenius. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:21.1-21.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述阿喀琉斯攻打莱斯博斯岛时,墨提姆纳公主佩西狄刻因恋慕阿喀琉斯而许诺献城以求成婚,阿喀琉斯破城后却因其叛国而命士兵将她乱石砸死,并引《莱斯博斯建城记》诗句佐证。
Λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺς πλέων τὰς προσεχεῖς τῇ ἠπείρῳ νήσους ἐπόρθει, προσσχεῖν αὐτὸν1 Λέσβῳ. Ἔνθα δὴ καθ’ ἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραΐζειν.
据说,阿喀琉斯在航行途中劫掠大陆附近的岛屿时,曾停靠在莱斯博斯岛;在那里,他逐一进袭各个城邦,并将其掠夺。
Ὡς δὲ οἱ Μήθυμναν οἰκοῦντες μάλα καρτερῶς ἀντεῖχον, καὶ ἐν πολλῇ ἀμηχανίᾳ ἦν διὰ τὸ μὴ δύνασθαι ἑλεῖν τὴν πόλιν, Πεισιδίκην τινὰ Μηθυμναίαν, τοῦ βασιλέως θυγατέρα, θεασαμένην ἀπὸ τοῦ τείχους τὸν Ἀχιλλέα ἐρασθῆναι αὐτοῦ, καὶ οὕτως τὴν τροφὸν διαπεμψαμένην ὑπισχνεῖσθαι ἐγχειρίσειν αὐτῷ τὴν πόλιν, εἴ γε μέλλοι αὐτὴν γυναῖκα ἕξειν.2
由于墨提姆纳的居民极其顽强地抵抗,阿喀琉斯因无法攻克该城而陷入极大困境。城中有一位名叫佩西狄刻的墨提姆纳女子,乃国王之女,从城墙上看见阿喀琉斯便爱上了他。于是她派遣乳母前去,允诺将该城交到他手中,条件是他必须娶她为妻。
Ὁ δὲ τὸ μὲν παραυτίκα καθωμολογήσατο· ἐπεὶ μέντοι ἐγκρατὴς πόλεως ἐγένετο, νεμεσήσας ἐπὶ τῷ δρασθέντι, προὐτρέψατο τοὺς στρατιώτας καταλεῦσαι τὴν κόρην.
阿喀琉斯当时满口答应;然而,一旦掌控该城,他便因对这一叛逆行径感到愤怒,鼓动士兵们用乱石将少女砸死。
Μέμνηται τοῦ πάθους τοῦδε καὶ ὁ τὴν Λέσβου κτίσιν ποιήσας ἐν τοῖσδε· "ἔνθα δὲ Πηλείδης κατὰ μὲν κτάνε Λάμπετον ἥρω, ἐκ δ’ Ἱκετάονα πέφνεν,3 ἰθαιγενέος Λεπετύμνου υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων, αὐτοκασίγνητον Ἑλικάονος, ἔνδοθι πάτρης τηλίκον ὑψίπυλον. θαλερὴ δέ μιν ἄασε Κύπρις. ἡ γὰρ ἐπ’ Αἰακίδῃ κούρης φρένας ἐπτοίησε Πεισιδίκης, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν χάρμῃ ἀγαλλόμενον θηέσκετο, πολλὰ δ’ ἐς ὑγρὴν ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος."
《莱斯博斯建城记》的作者也在如下诗句中提及了这一惨剧: “佩琉斯之子在彼处诛杀了英雄兰佩托斯, 又击杀了伊刻塔翁——他是土生神勒佩提姆诺斯 与墨提姆纳之子,勇力冠绝群伦, 乃赫利卡翁的胞弟,就在高耸门楼的 故国之内,正值青年。然而娇艳的塞浦路斯女神使其神迷; 因为正当少女佩西狄刻凝望阿伊阿科斯之后 在阿开奥斯先锋军中夸耀战斗的喜悦时, 女神使她为他神魂颠倒,她频频向着湿润的 天空伸出双手,渴求欢爱。”
εἶτα μικρὸν ὑποβάς "δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιικὸν ἔνδοθι πάτρης παρθενική, κληῖδας ὑποχλίσσασα πυλάων, ἔτλη δ’ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι4 τοκῆας χαλκῷ ἐληλαμένους καὶ δούλια δεσμὰ γυναικῶν ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίῃς Ἀχιλῆος, ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν πενθεροὶ Αἰακίδαι, Φθίῃ δ’ ἔνι δώματα ναίοι ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ· οὐ δ’ ὅ γ’ ἔμελλε τὰ ῥέξειν, ὀλοῷ δ’ ἐπαγάσσατο πατρίδος οἴτῳ· ἔνθ’ ἥ γ’ αἰνότατον γάμον εἴσιδε Πηλείδαο Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον πανσυδίῃ θαμινῇσιν ἀράσσοντες λιθάδεσσιν."
随后稍降数行又道: “少女立即撬开城门的栓锁, 将阿开奥斯大军引纳于故土之内; 她竟忍心亲眼目睹双亲 丧于青铜利刃之下,目睹妇女们被掳往战船、 戴上奴役枷锁的惨景,全因阿喀琉斯的许诺, 指望自己能成为明眸忒提斯的儿媳,指望阿伊阿科斯一族 成为她的姻亲,并在普提亚的宫邸中 作为杰出英雄的贤淑妻子安居;但他绝无意 践行此事,反为她祖国的惨痛命运满怀义愤; 于是这个命运多舛的女子,在阿耳戈斯人的手中, 遭遇了佩琉斯之子赐予的最可怖的婚礼——他们全军出动, 用雨点般密集的乱石将她砸死。”
- 21.1Λέγεται δὲ καὶ ὅτε ... προσσχεῖν αὐτὸν
无人称主句动词 λέγεται 统领“宾格加不定式”结构(προσσχεῖν αὐτὸν),中间插入了由 ὅτε 引导的时间状语从句(ὅτε Ἀχιλλεὺς ... ἐπόρθει)。随后的不定式 κεραΐζειν 以及下一句中的 ἐρασθῆναι、ὑπισχνεῖσθαι 均延续由 λέγεται 统辖的间接引语结构。
- 21.2εἴ γε μέλλοι αὐτὴν γυναῖκα ἕξειν
由于置于过去语境的间接引语中,原本的条件从句动词转化为斜法希求法(optative in indirect discourse),即 μέλλοι 搭配将来不定式 ἕξειν,表示将来的意图:“假若他当真打算娶她为妻的话”。
- 21.4κατὰ μὲν κτάνε ... ἐκ δ’ Ἱκετάονα πέφνεν
史诗中常见的介词与动词词干分离结构(tmesis):前置词 κατά 与 κτάνε(即 ἔκτανε)组合构成复合动词 κατέκτανε,ἐκ 与 πέφνεν 组合构成 ἐξέπεφνε(击杀)。连词 μὲν 与 δ’ 穿插其间以加强对仗并列的语气。
- 21.5ἔτλη δ’ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι
动词 ἔτλη(“竟敢于/狠心忍受”)统辖史诗不定式 ἰδέσθαι(即 ἰδεῖν),并带有表示方式或处所的与格短语 οἷσιν ... ἐν ὀφθαλμοῖσι(“亲眼目睹”)。不定式 ἰδέσθαι 的直接宾语为宾格词 τοκῆας(双亲)与 δεσμὰ(枷锁)。
