← 阿拉托斯

天象

§1-68

宙斯赞歌与天轴及北天星座

诗篇以颂扬作为万物根源并引导人类劳作的宙斯及祈求穆斯开篇,继而描述了天空不动的天轴、环绕其运转的两只熊座、盘亘其间的巨龙座以及下跪者的形象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτʼ ἄνδρες ἐῶμεν

让我们从宙斯开始,世人从不使他

ἄρρητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,

不受称颂。宙斯充满了所有的街道,

πᾶσαι δʼ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα

充满了人间所有的广场,充满了大海

καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες.

与港湾;我们在各个方面都依赖宙斯。

5

τοῦ γὰρ καὶ γένος εἰμέν· ὁ δʼ ἤπιος ἀνθρώποισιν

因为我们也是他的子孙;他对人类充满仁爱,

δεξιὰ σημαίνει, λαοὺς δʼ ἐπὶ ἔργον ἐγείρει,

昭示吉祥的征兆,唤醒人们从事劳动,

μιμνῄσκων βιότοιο, λέγει δʼ ὅτε βῶλος ἀρίστη

提醒他们谋生;他指明何时泥土最宜于

βουσί τε καὶ μακέλῃσι, λέγει δʼ ὅτε δεξιαὶ ὧραι

牛耕与镐刨,指明何时是最适宜的时节

καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.

在树木周围掘沟并播撒所有的种子。

10

αὐτὸς γὰρ τά γε σήματʼ ἐν οὐρανῷ ἐστήριξεν,

正是他亲自将征兆确立在天空,

ἄστρα διακρίνας, ἐσκέψατο δʼ εἰς ἐνιαυτὸν

划分了星座,并为岁时考虑了

ἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν

最能向人们指示定规之季节的星辰,

ἀνδράσιν ὡράων,1 ὄφρʼ ἔμπεδα πάντα φύωνται.

好让万物都能稳固地生长。

τῶ μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται.

因此人们总是在始与终都祈求他的护佑。

15

χαῖρε, πάτερ, μέγα θαῦμα, μέγʼ ἀνθρώποισιν ὄνειαρ,

万岁,父啊,伟大的奇迹,人类巨大的恩泽,

αὐτὸς καὶ προτέρη γενεή.2 Χαίροιτε δὲ Μοῦσαι

您自己以及先前的神族!万岁,穆斯们,

μειλίχιαι μάλα πᾶσαι· ἐμοί γε μὲν ἀστέρας εἰπεῖν

极为温和的诸位女神;请为祈求以合宜方式

ᾗ θέμις εὐχομένῳ τεκμήρατε πᾶσαν ἀοιδήν.

讲述星辰的我,指引并确立这整首诗歌。

οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες

繁多的星辰各处一方,

20

οὐρανῷ ἕλκονται πάντʼ ἤματα συνεχὲς αἰεί·

日日夜夜随着天空持续不断地运转;

αὐτὰρ ὅ γʼ οὐδʼ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλʼ αὕτως

然而那天轴却丝毫没有移位,而是就那样

ἄξων αἰὲν ἄρηρεν, ἔχει δʼ ἀτάλαντον ἁπάντη

永远固定,在各方均衡地维系着

μεσσηγὺς γαῖαν, περὶ δʼ οὐρανὸν αὐτὸν ἀγινεῖ.

中央的大地,并在其周围转动天空本身。

καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν·

两极从两端界定了它;

25

ἀλλʼ ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δʼ ἀντίος ἐκ βορέαο

但其中一极不可见,另一极则从北方相对,

ὑψόθεν ὠκεανοῖο· δύω δέ μιν ἀμφὶς ἔχουσαι

高悬于大洋之上;两只熊座护持着它两旁

Ἄρκτοι ἅμα τροχόωσι, τὸ δὴ καλέονται ἅμαξαι.

一同盘旋运转,因而被称为车。

αἱ δʼ ἤτοι κεφαλὰς μὲν ἐπʼ ἰξύας αἰὲν ἔχουσιν

它们确实总是把头转向彼此的腰部,

ἀλλήλων, αἰεὶ δὲ κατωμάδιαι φορέονται,

总是并肩被运载着,

30

ἔμπαλιν εἰς ὤμους τετραμμέναι. εἰ ἐτεὸν δή,

相互背对背转向肩膀。如果传说属实,

Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι

它们正是凭着伟大的宙斯的意旨从克里特

οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα

升上了天空,因为当狄克忒的库勒忒斯人欺骗克洛诺斯之时,

Δίκτῳ ἐν εὐώδει, ὄρεος σχεδὸν Ἰδαίοιο,

〔那两只熊〕将那时还是幼童的他置于芬芳的狄克忒山、

ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν,

靠近伊达山的一处洞穴中,

35

Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο.

抚养了一整年。

καὶ τὴν μὲν Κυνόσουραν ἐπίκλησιν καλέουσιν,

人们将其中一只命名为库诺苏拉,

τὴν δʼ ἑτέρην Ἑλίκην. Ἑλίκῃ γε μὲν ἄνδρες Ἀχαιοὶ

将另一只命名为赫利刻。阿开奥斯人依靠赫利刻

εἰν ἁλὶ τεκμαίρονται ἵνα χρὴ νῆας ἀγινεῖν,

在海上判断该将船只驶向何方,

τῇ δʼ ἄρα Φοίνικες πίσυνοι περόωσι θάλασσαν.

而腓尼基人则信赖另一只横渡大海。

40

ἀλλʼ ἡ μὲν καθαρὴ καὶ ἐπιφράσσασθαι ἑτοίμη

然而赫利刻明亮而易于辨识,

πολλὴ φαινομένη Ἑλίκη πρώτης ἀπὸ νυκτός·

从入夜之初就显得很大;

ἡ δʼ ἑτέρη ὀλίγη μέν, ἀτὰρ ναύτῃσιν ἀρείων·

另一只虽小,对水手而言却更为优越,

μειοτέρῃ γὰρ πᾶσα περιστρέφεται στροφάλιγγι·

因为它在较小的圆周中旋转;

τῇ καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται.

西顿人正赖此航行得最为精准。

45

τὰς δὲ διʼ ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρὼξ

在两只熊之间,犹如一条奔流的大河,

εἰλεῖται μέγα θαῦμα, δράκων, περί τʼ ἀμφί τʼ ἐαγὼς

盘绕着一个巨大的奇迹——巨龙,它曲折盘桓,

μυρίος· αἱ δʼ ἄρα οἱ σπείρης ἑκάτερθε φέρονται

无尽延伸;而在它的环圈两侧,两只熊座被运载着,

ἄρκτοι, κυανέου πεφυλαγμέναι ὠκεανοῖο.3

避开了幽暗的大洋之水。

αὐτὰρ ὅ γʼ ἄλλην μὲν νεάτῃ ἐπιτείνεται οὐρῇ,

它用尾端的梢头伸向其中一只熊,

50

ἄλλην δὲ σπείρῃ περιτέμνεται. ἡ μέν οἱ ἄκρη

用环圈截围住另一只。它的尾梢末端

οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου·

止于母熊赫利刻的头旁;

σπείρῃ δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δέ κατʼ αὐτὴν

库诺苏拉则将头置于它的环圈中;它沿着库诺苏拉的

εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρις,

头部盘绕,直达其脚部,

ἐκ δʼ αὖτις παλίνορσος ἀνατρέχει. οὐ μὲν ἐκείνῃ

随后又折返回奔。在那巨龙的头上,

55

οἰόθεν οὐδʼ οἶος κεφαλῇ ἐπιλάμπεται ἀστήρ,

并非孤零零地仅有一颗星在闪烁,

ἀλλὰ δύο κροτάφοις, δύο δʼ ὄμμασιν· εἷς δʼ ὑπένερθεν

而是两颗在太阳穴,两颗在双眼,还有一颗在下方

ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου

占据着可怕巨怪颌骨的尖端。

λοξὸν δʼ ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν

它的头斜倾着,看起来完全像是

ἄκρην εἰς Ἑλίκης οὐρήν· μάλα δʼ ἐστὶ κατʼ ἰθύ

向着赫利刻的尾梢点头示意;其口部

60

καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτῳ οὐρῇ.

与右太阳穴完全与尾梢成一直线。

κείνη που κεφαλὴ τῇ νίσσεται, ἧχί περ ἄκραι

那头部所运行之处,正是落日的极点

μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.

与日出的起点彼此交融之地。

Τῇδʼ αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ ἐοικὸς

就在此处盘旋着一个形象,犹如一个备受劳苦的

εἴδωλον. τὸ μὲν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν,

男人。无人能确切指明他是谁,

65

οὐδʼ ὅτινι κρέμαται κεῖνος πόνῳ, ἀλλά μιν αὕτως

也不知他被悬于何种苦役之中,人们只简单地

ἐγγόνασιν4 καλέουσι. τὸ δʼ αὖτʼ ἐν γούνασι κάμνον

称他为‘下跪者’。他在双膝上劳顿,

ὀκλάζοντι ἔοικεν· ἀπʼ ἀμφοτέρων δέ οἱ ὤμων

宛如屈膝跪地之人;从他的双肩上

χεῖρες ἀείρονται· τάνυταί γε μὲν ἄλλυδις ἄλλη

举起双手,一只向这一边伸展,另一只向那一边,

语法注4 条
  1. 12τετυγμένα σημαίνοιεν / ἀνδράσιν ὡράων

    属格 ὡράων 作限定属格,依附于完成时被动分词中性复数实质化用法 τετυγμένα(‘注定的事’、‘定规’),意为‘节气之定规’。亦可将其理解为间接修饰动词 σημαίνοιεν,但将 τετυγμένα 视作宾语并由 ὡράων 修饰在句法上更为紧凑连贯。

  2. 16αὐτὸς καὶ προτέρη γενεή

    与祈使动词 χαῖρε 连用、具有呼格功能的同位主格。与前面的呼格 πάτερ 并列,宙斯自身(αὐτός)以及先前的神族世代(προτέρη γενεή,如提坦诸神等)皆作为问候的对象。

  3. 48κυανέου πεφυλαγμέναι ὠκεανοῖο

    完成时分词 πεφυλαγμέναι(源自 φυλάσσομαι 中动态/被动态,‘戒备’、‘避开’)支配属格 ὠκεανοῖο。在史诗用法中,中动态 φυλάσσομαι 常接分离属格或对象属格而非宾格,指大熊与小熊座永不沉没于地平线大洋之下的天文现象。

  4. 66ἐγγόνασιν

    介词短语 ἐν γόνασιν(‘在双膝上’、‘屈膝’)凝固为一个专有名词,用于指代该星座(即‘下跪者’,后来的武仙座),在此作为被呼叫的称谓。紧接着的 τὸ δʼ αὖτʼ ἐν γούνασι κάμνον(在双膝上劳顿劳累)在诗意上解释了这一名称的由来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:1-68