- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:4.1-4.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了开战时必须坚守正义并做好外交准备的重要性,并告诫切勿在根基未固时轻率进军又被迫退却,以免招致耻辱与危局。
Τὰς δʼ ἀρχὰς τοῦ πολέμου μάλιστά φημι χρῆναι φρονίμως συνίστασθαι καὶ μετὰ τοῦ δικαίου πᾶσι φανερὸν γίγνεσθαι πολεμοῦντα· τότε γὰρ καὶ θεοὶ συναγωνισταὶ τοῖς στρατεύουσιν εὐμενεῖς καθίστανται, καὶ ἄνθρωποι προθυμότερον ἀντιτάττονται τοῖς δεινοῖς·
我尤其主张,战争的开端必须审慎谋划,并且向所有人彰显自身是出师有名、合乎正义而战的;因为唯有如此,诸神才会化作仁慈的同盟者助战于行伍,士卒亦会更为奋勇地挺身面对险境。
εἰδότες γάρ, ὡς οὐκ ἄρχουσιν ἀλλʼ ἀμύνονται, τὰς ψυχὰς ἀσυνειδήτους κακῶν ἔχοντες ἐντελῆ τὴν ἀνδρείαν εἰσφέρονται, ὡς, ὅσοι γε νομίζουσι νεμεσήσειν τὸ θεῖον ἐπὶ τῷ παρὰ τὸ δίκαιον ἐκφέρειν πόλεμον, αὐτῇ τῇ οἰήσει, κἂν μή τι δεινὸν ἀπὸ τῶν πολεμίων ἀπαντήσειν μέλλῃ, προκατορρωδοῦσιν.
盖因将士们深知自己并非挑起战端而是奋起御敌,胸怀无愧于恶事的坦荡心灵,从而能倾注全副英勇;反之,凡是以为非正义发动战争必遭神明震怒的人,哪怕并未面临敌军的实质威胁,单凭这一揣测,便已预先陷入惊恐战栗之中。
διὰ τοῦτο δεῖ τὸν στρατηγόν, ὧν τε βούλεται τυχεῖν καὶ ὧν μὴ παραχωρῆσαι, λόγῳ καὶ πρεσβείαις προκαλεῖσθαι πρῶτον, ἵνʼ ἐν τῷ μὴ συγκαταβαίνειν τοῖς ἀξιουμένοις τοὺς ἐναντίους1 ἀνάγκῃ δοκῇ, καὶ μὴ προαιρέσει τὴν δύναμιν ἐξάγειν πολεμήσουσαν, ἐπιμαρτυράμενος τὸ θεῖον, ὡς οὔτε καταφρονῶν ὧν συμβαίνει τοὺς πολεμοῦντας πάσχειν, ἀνεμεσήτως ἔπεισιν, οὔτε ἐκ παντὸς τρόπου τὰ δεινὰ δρᾶσαι προῃρημένος τοὺς πολεμίους.
正因如此,主将对于自己意欲索求之物与不肯退让之事,皆须首先通过言辞与使节向敌方提出通牒,以便在敌方不肯妥协顺从所求条件之时,显出自己率军出征乃是出于无可奈何之逼迫,而非出于蓄意的主动选择;同时他亦当指神明为证,表明自己既非藐视交战之人所注定遭受的惨祸,亦非不择手段执意要将厄运加诸敌军,而是无可非议地进军。
εἰδέναι δὲ χρή, καθότι οὐ μόνον οἰκίας καὶ τείχους ἑδραιότερον ὑφίστασθαι δεῖ τὸν θεμέλιον, ὡς ἀσθενοῦς γε ὄντος συγκαταρρυησομένων καὶ τῶν ἐποικοδομουμένων,2 ἀλλὰ καὶ πολέμου τὰς ἀρχὰς δεῖ κατασκευασάμενον ἰσχυρῶς καὶ κρηπῖδα περιθέμενον ἀσφαλείας, οὕτως ἐξάγειν τὰς δυνάμεις· ὧν γὰρ ἀσθενῆ τὰ πράγματά ἐστιν, ἐπειδὰν οὗτοι μέγα βάρος ἀναλάβωσιν πολέμου, ταχὺ θλίβονται καὶ ὑστεροῦσιν.
应当明了的是,不仅建造房屋或城墙需要奠定更为坚固的地基——盖因地基一旦脆弱,其上构筑之物便会随之崩塌——发动战争的开端亦须稳固构筑,牢牢布设安危之基石,而后方可统军开拔;因为底子薄弱之人,一旦承受战争的沉重负荷,必会迅速被压垮而中途溃败。
ὅθεν, ὥσπερ ἀγαθὸν κυβερνήτην ἐκ λιμένος ἐξαρτυσάμενον τὸ σκάφος καὶ τὰ παρʼ αὑτῷ ἅπαντα ποιήσαντα, τότʼ ἐπιτρέπειν χρὴ τῇ τύχῃ, ὡς αἴσχιστόν γε καὶ σφαλερὸν ὑποδείξαντα πολέμου κίνησιν, ὥστε καὶ διὰ θαλάττης ἤδη καὶ διὰ γῆς ἄγειν τὸ στράτευμα, κἄπειτα πρύμναν κρούεσθαι·
是以,应当如同一位优秀的舵手在离港前整备船只、穷尽己力做好一切准备那样,而后方才将前途托付于命运;因为若先是大张旗鼓宣示战端已启,以致水陆并进统率大军出征,随后却倒桨退缩,实乃最为可耻且险象环生之事。
τῆς μὲν γὰρ ἀνοίας καὶ προπετείας ἕκαστος κατεγέλασεν, τῆς δʼ ἀσθενείας κατεφρόνησεν, οἱ δ’ ἐχθροί, οἵτινές ποτʼ ἂν ὦσιν, κἂν μὴ πάθωσιν, ὡς οὐχὶ μὴ βουληθέντας ἀλλʼ οὐ δυνηθέντας διαθεῖναί τι3 δικαίως ἐμίσησαν.
因为众人皆会耻笑此等愚蠢与轻率,蔑视其无能孱弱;而无论敌方是何等人,即便未蒙受损害,亦会正当地满怀仇恨,因其断定撤退者并非不愿施加祸害,而是根本无能为力罢了。
- 4.3ἐν τῷ μὴ συγκαταβαίνειν τοῖς ἀξιουμένοις τοὺς ἐναντίους
此处是由介词 ἐν 与带有定冠词的不定式(τῷ ... συγκαταβαίνειν)构成的介词短语,τοὺς ἐναντίους 是该不定式的宾格逻辑主语,整个结构表示情境或条件:“在敌方不肯遵从/妥协于所求条件的情况下”。
- 4.4ὡς ἀσθενοῦς γε ὄντος συγκαταρρυησομένων καὶ τῶν ἐποικοδομουμένων
这是由 ὡς 引出的属格独立结构,表理由或推断(“因为基底一旦脆弱,其上构筑之物便会随之崩塌”)。其中 ἀσθενοῦς ὄντος 承接前文的 θεμέλιον(地基),而将来分词 συγκαταρρυησομένων 则修饰其属格主语 τῶν ἐποικοδομουμένων(上方构筑物)。
- 4.6ὡς οὐχὶ μὴ βουληθέντας ἀλλʼ οὐ δυνηθέντας διαθεῖναί τι
此处是由 ὡς 引出修饰主句谓语 ἐμίσησαν 的宾格分词结构,表示敌方的判定与动机。否定词的搭配(οὐχὶ ... ἀλλʼ ...)极为鲜明:用主观否定的 μὴ βουληθέντας(并非不想)与客观事实否定的 οὐ δυνηθέντας(而是不能)形成对比。
